|
[ Θ ] ε ὸ ς α γ α θ [ ό ς .] |
|
Αγαθαι τύχαι καὶ επὶ σωτηρίαι· επὶ κόσμ[ων εν μέν] |
|
Ἱεραπύτναι τών σὺν Ενίπαντι τώ Ερμαίω μ̣[ηνὸς] |
|
Ἱμαλίω, εν δέ Πριανσιοί επὶ κόσμων τών σὺ[ν Νέωνι τώ] |
5 |
Χιμάρω καὶ μηνὸς Δρομήιω· vac. τάδε συνέθε[ντο καὶ συνευ]- |
|
δόκησαν αλλάλοις Ἱεραπύτνιοι καὶ Πριάνσιοι [εμμένον]- |
|
τες εν ταίς προϋπαρχώσαις στάλαις ιδίαι τε [ται κειμέναι] |
|
Γορτυνίοις καὶ Ἱεραπ̣υτνίοις καὶ ται κατὰ κοινὸν̣ [Γορτυνίοις] |
|
καὶ Ἱεραπυτνίοις καὶ Πριανσίοις καὶ εν ται φιλίαι [καὶ συμμα]- |
10 |
χίαι καὶ όρκοις τοίς προγεγονόσι εν ταύταις τ[αίς πόλεσιν] |
|
καὶ επὶ ται χώραι αι εκάτεροι έχοντες καὶ κρατόν[τες τὰν συν]- |
|
θήκαν έθεντο ες τὸν πάντα χρόνον· vac. Ἱεραπυτν̣[ίοις] |
|
καὶ Πριανσίο<ι>ς ήμεν παρ᾿ αλλάλοις ισοπολιτείαν καὶ επιγα- |
|
μίας καὶ ένκτησιν καὶ μετοχὰν καὶ θείων καὶ ανθρωπίνων |
15 |
πάντων, όσοι κα έωντι έμφυλοι παρ᾿ εκατέροις, καὶ πωλόν- |
|
τας καὶ ὠνωμένος καὶ δανείζοντας καὶ δανειζομένος |
|
καὶ τάλλα πάντα συναλάσσοντας κυρίος ήμεν κατὰ |
|
τὸς υπάρχοντας παρ᾿ εκατέροις νόμος· vac. εξέστω δέ τώι |
|
τε Ἱεραπυτνίωι σπείρεν εν ται Πριανσίαι καὶ τώι Πριαν- |
20 |
σιεί εν ται Ἱεραπυτνίαι διδώσι τὰ τέλεα καθάπερ οι άλλοι |
|
πολίται κατὰ τὸς νόμος τὸς εκατέρη κειμένος· vac. ει δέ τί |
|
κα ο Ἱεραπύτνιος υπέχθηται ες Πριανσ{ι}ὸν ἢ ο Πριανσιεὺς |
|
ες Ἱεράπυτναν οτιούν, ατελέα έστω καὶ εσαγομένωι καὶ |
|
εξαγομένωι αυτὰ καὶ τούτων τὸς καρπὸς καὶ κατὰ γαν |
25 |
καὶ κατὰ θάλασσαν· ων δέ κα αποδώται κατὰ θάλασσαν εώ- |
|
σας εξαγωγας τών υπεχθεσίμων αποδότω τὰ τέλεα |
|
κατὰ τὸς νόμος τὸς εκατερή κειμένος· vac. κατὰ ταυτὰ δέ |
|
καὶ εί τίς κα νέμ̣[ηι ατε]λὴς έστω· αι δέ κα σίνηται αποτεισά- |
|
τω τὰ επιτίμια [ο] σι[νό]μενος κατὰ τὸς νόμος τὸς εκατερή κει- |
30 |
μένος. Πρειγήια δέ ω [κ]α χρείαν έχηι πορηίω, παρεχόντων |
|
οι μέν Ἱεραπύτνιοι κόσμοι τοίς Πριανσιεύσι, οι δέ Πριανσιέ<ε>ς |
|
κόσμοι τοίς Ἱεραπυτνίοις· αι δέ μὴ παρισχαίεν, αποτεισάν- |
|
των οι επίδαμοι τών κόσμων ται πρειγείαι στατήρας δέκα· |
|
ο δέ κόσμος ο τών Ἱεραπυτνίων ερπέτω εν Πριανσιοί ες |
35 |
τὸ αρχείον καὶ εν εκκλησίαι καθήσθω μετὰ τών κόσμων, |
|
ὡσαύτως δέ καὶ ο τών Πριανσιέων κόσμος ερπέτω εν Ἱε- |
|
ραπύτναι ες τὸ αρχείον καὶ εν εκκλησίαι καθήσθω μετὰ |
|
τών κόσμων· εν δέ τοίς Hραίοις καὶ εν ταίς άλλαις εορταίς |
|
οι παρατυγχάνοντες ερπόντων παρ᾿ αλλάλος ες ανδρήι- |
40 |
ον καθὼς καὶ οι άλλοι πολίται· αναγινωσκόντων δέ τὰν |
|
στάλαν κατ᾿ ενιαυτὸν οι τόκ᾿ αεὶ κοσμόντες παρ᾿ εκατέ- |
|
ροις εν τοίς Ὑπερβώιοις καὶ προπαραγγελόντων αλλά- |
|
λοις πρὸ αμεραν δέκα ή κα μέλλωντι αναγινώσκεν· |
|
οποίοι δέ κα μὴ αναγνώντι ἢ μὴ παραγγήλωντι απο- |
45 |
τεισάντων οι αίτιοι τούτων στατήρας εκατόν, οι μέν |
|
Ἱεραπύτνιοι κόσμοι τών Πριανσιέων ται πόλει, οι δέ |
|
Πριανσιέες Ἱεραπυτνίων ται πόλει· vac. αι δέ τις αδικοίη |
|
τὰ συνκείμενα κοιναι διαλύων ἢ κόσμος ἢ ιδιώτας, ε- |
|
ξέστω τώι βωλομένωι δικάξασθαι επὶ τώ κοινώ δι- |
50 |
καστηρίω τίμαμα επιγραψάμενον τας δίκας κατὰ τὸ |
|
αδίκημα ό κά τις αδικήσηι· καὶ εί κα νικάσηι, λαβέτω τὸ |
|
τρίτον μέρος τας δίκας ο δικαξάμενος, τὸ δέ λοιπὸν έσ- |
|
τω ταν πόλεων· αι δέ τι θεών βωλομένων έλοιμεν αγα- |
|
θὸν απὸ τών πολεμίων, ἢ κοιναι εξοδούσαντες ἢ ιδίαι τι- |
55 |
νές παρ᾿ εκατέρων ἢ κατὰ γαν ἢ κατὰ θάλασσαν, λαν- |
|
χανόντων εκάτεροι κατὰ τὸς άνδρας τὸς έρποντας |
|
καὶ τὰς δεκάτας λαμβανόντων εκάτεροι ες τὰν ιδί- |
|
αν πόλιν· υπέρ δέ τών προγεγονότων παρ᾿ εκατέροις |
|
αδικημάτων αφ᾿ ω τὸ κοινοδίκιον απέλιπε χρόνω, ποιη- |
60 |
σάσθων τὰν διεξαγωγὰν οι σὺν Ενίπαντι καὶ Νέωνι κό[σ]- |
|
μοι εν ωι κα κοιναι δόξηι δικαστηρίω αμφοτέραις ταίς πό- |
|
λεσι επ᾿ αυτών κοσμόντων καὶ τὸς εγγύος καταστασάν- |
|
των υπέρ τούτων αφ᾿ ας κα αμέρας α στάλα τεθήι εμ μη- |
|
νί· υπέρ δέ τών ύστερον εγγινομένων αδικημάτων προ- |
65 |
δίκωι μέν χρήσθων καθὼς τὸ διάγραμμα έχει· περὶ δέ τώ |
|
δικαστηρίω οι επιστάμενοι κατ᾿ ενιαυτὸν παρ᾿ εκατέροις |
|
κόσμοι πόλιν στανυέσθων άγ κα αμφοτέραις ταίς πόλεσ[ι] |
|
[δό]ξηι εξ ας τὸ επικριτήριον τέλεται, καὶ εγγύος καθιστάν- |
|
των αφ᾿ ας κα αμέρας επισταντι επὶ τὸ αρχείον εν διμήνωι, |
70 |
καὶ διεξαγόντων ταύτα επ᾿ αυτών κοσμόντων κατὰ τὸ |
|
δοχθέν κοιναι σύμβολον· αι δέ κα μὴ ποιήσωντι οι κόσμοι κα- |
|
θὼς γέγραπται, αποτεισάτω έκαστος αυτών στατήρας |
|
πεντήκοντα, οι μέν Ἱεραπύτνιοι κόσμοι Πριανσίων ται πόλει, |
|
οι δέ Πριάνσιοι κόσμοι Ἱεραπυτνίων ται πόλει· αι δέ τί κα |
75 |
δόξηι αμφοτέραις ταίς πόλεσι βωλουομέναις επὶ τώι |
|
κοιναι συμφέροντι διορθώσασθαι, κύριον έστω τὸ διορ- |
|
θωθέν· στασάντων δέ τὰς στάλας οι ενεστακότες ε- |
|
κατερήι κόσμοι επ᾿ αυτών κοσμόντων, οι μέν Ἱεραπύ- |
|
τνιοι εν τώι ιερώι τας Αθαναίας τας Πολιάδος καὶ οι |
80 |
Πριάνσιοι εν τώι ιερώι τας Αθαναίας τας Πολιάδος· |
|
οπότεροι δέ κα μὴ στάσωντι καθὼς γέγραπται απο- |
|
τεισάντων τὰ αυτὰ πρόστιμα καθότι καὶ περὶ τών |
|
δικαίων γέγραπται. |