[ Θ ] ε ὸ ς α γ α θ [ ό ς .] | |
Αγαθαι τύχαι καὶ επὶ σωτηρίαι· επὶ κόσμ[ων εν μέν] | |
Ἱεραπύτναι τών σὺν Ενίπαντι τώ Ερμαίω μ̣[ηνὸς] | |
Ἱμαλίω, εν δέ Πριανσιοί επὶ κόσμων τών σὺ[ν Νέωνι τώ] | |
5 | Χιμάρω καὶ μηνὸς Δρομήιω· vac. τάδε συνέθε[ντο καὶ συνευ]- |
δόκησαν αλλάλοις Ἱεραπύτνιοι καὶ Πριάνσιοι [εμμένον]- | |
τες εν ταίς προϋπαρχώσαις στάλαις ιδίαι τε [ται κειμέναι] | |
Γορτυνίοις καὶ Ἱεραπ̣υτνίοις καὶ ται κατὰ κοινὸν̣ [Γορτυνίοις] | |
καὶ Ἱεραπυτνίοις καὶ Πριανσίοις καὶ εν ται φιλίαι [καὶ συμμα]- | |
10 | χίαι καὶ όρκοις τοίς προγεγονόσι εν ταύταις τ[αίς πόλεσιν] |
καὶ επὶ ται χώραι αι εκάτεροι έχοντες καὶ κρατόν[τες τὰν συν]- | |
θήκαν έθεντο ες τὸν πάντα χρόνον· vac. Ἱεραπυτν̣[ίοις] | |
καὶ Πριανσίο<ι>ς ήμεν παρ᾿ αλλάλοις ισοπολιτείαν καὶ επιγα- | |
μίας καὶ ένκτησιν καὶ μετοχὰν καὶ θείων καὶ ανθρωπίνων | |
15 | πάντων, όσοι κα έωντι έμφυλοι παρ᾿ εκατέροις, καὶ πωλόν- |
τας καὶ ὠνωμένος καὶ δανείζοντας καὶ δανειζομένος | |
καὶ τάλλα πάντα συναλάσσοντας κυρίος ήμεν κατὰ | |
τὸς υπάρχοντας παρ᾿ εκατέροις νόμος· vac. εξέστω δέ τώι | |
τε Ἱεραπυτνίωι σπείρεν εν ται Πριανσίαι καὶ τώι Πριαν- | |
20 | σιεί εν ται Ἱεραπυτνίαι διδώσι τὰ τέλεα καθάπερ οι άλλοι |
πολίται κατὰ τὸς νόμος τὸς εκατέρη κειμένος· vac. ει δέ τί | |
κα ο Ἱεραπύτνιος υπέχθηται ες Πριανσ{ι}ὸν ἢ ο Πριανσιεὺς | |
ες Ἱεράπυτναν οτιούν, ατελέα έστω καὶ εσαγομένωι καὶ | |
εξαγομένωι αυτὰ καὶ τούτων τὸς καρπὸς καὶ κατὰ γαν | |
25 | καὶ κατὰ θάλασσαν· ων δέ κα αποδώται κατὰ θάλασσαν εώ- |
σας εξαγωγας τών υπεχθεσίμων αποδότω τὰ τέλεα | |
κατὰ τὸς νόμος τὸς εκατερή κειμένος· vac. κατὰ ταυτὰ δέ | |
καὶ εί τίς κα νέμ̣[ηι ατε]λὴς έστω· αι δέ κα σίνηται αποτεισά- | |
τω τὰ επιτίμια [ο] σι[νό]μενος κατὰ τὸς νόμος τὸς εκατερή κει- | |
30 | μένος. Πρειγήια δέ ω [κ]α χρείαν έχηι πορηίω, παρεχόντων |
οι μέν Ἱεραπύτνιοι κόσμοι τοίς Πριανσιεύσι, οι δέ Πριανσιέ<ε>ς | |
κόσμοι τοίς Ἱεραπυτνίοις· αι δέ μὴ παρισχαίεν, αποτεισάν- | |
των οι επίδαμοι τών κόσμων ται πρειγείαι στατήρας δέκα· | |
ο δέ κόσμος ο τών Ἱεραπυτνίων ερπέτω εν Πριανσιοί ες | |
35 | τὸ αρχείον καὶ εν εκκλησίαι καθήσθω μετὰ τών κόσμων, |
ὡσαύτως δέ καὶ ο τών Πριανσιέων κόσμος ερπέτω εν Ἱε- | |
ραπύτναι ες τὸ αρχείον καὶ εν εκκλησίαι καθήσθω μετὰ | |
τών κόσμων· εν δέ τοίς Hραίοις καὶ εν ταίς άλλαις εορταίς | |
οι παρατυγχάνοντες ερπόντων παρ᾿ αλλάλος ες ανδρήι- | |
40 | ον καθὼς καὶ οι άλλοι πολίται· αναγινωσκόντων δέ τὰν |
στάλαν κατ᾿ ενιαυτὸν οι τόκ᾿ αεὶ κοσμόντες παρ᾿ εκατέ- | |
ροις εν τοίς Ὑπερβώιοις καὶ προπαραγγελόντων αλλά- | |
λοις πρὸ αμεραν δέκα ή κα μέλλωντι αναγινώσκεν· | |
οποίοι δέ κα μὴ αναγνώντι ἢ μὴ παραγγήλωντι απο- | |
45 | τεισάντων οι αίτιοι τούτων στατήρας εκατόν, οι μέν |
Ἱεραπύτνιοι κόσμοι τών Πριανσιέων ται πόλει, οι δέ | |
Πριανσιέες Ἱεραπυτνίων ται πόλει· vac. αι δέ τις αδικοίη | |
τὰ συνκείμενα κοιναι διαλύων ἢ κόσμος ἢ ιδιώτας, ε- | |
ξέστω τώι βωλομένωι δικάξασθαι επὶ τώ κοινώ δι- | |
50 | καστηρίω τίμαμα επιγραψάμενον τας δίκας κατὰ τὸ |
αδίκημα ό κά τις αδικήσηι· καὶ εί κα νικάσηι, λαβέτω τὸ | |
τρίτον μέρος τας δίκας ο δικαξάμενος, τὸ δέ λοιπὸν έσ- | |
τω ταν πόλεων· αι δέ τι θεών βωλομένων έλοιμεν αγα- | |
θὸν απὸ τών πολεμίων, ἢ κοιναι εξοδούσαντες ἢ ιδίαι τι- | |
55 | νές παρ᾿ εκατέρων ἢ κατὰ γαν ἢ κατὰ θάλασσαν, λαν- |
χανόντων εκάτεροι κατὰ τὸς άνδρας τὸς έρποντας | |
καὶ τὰς δεκάτας λαμβανόντων εκάτεροι ες τὰν ιδί- | |
αν πόλιν· υπέρ δέ τών προγεγονότων παρ᾿ εκατέροις | |
αδικημάτων αφ᾿ ω τὸ κοινοδίκιον απέλιπε χρόνω, ποιη- | |
60 | σάσθων τὰν διεξαγωγὰν οι σὺν Ενίπαντι καὶ Νέωνι κό[σ]- |
μοι εν ωι κα κοιναι δόξηι δικαστηρίω αμφοτέραις ταίς πό- | |
λεσι επ᾿ αυτών κοσμόντων καὶ τὸς εγγύος καταστασάν- | |
των υπέρ τούτων αφ᾿ ας κα αμέρας α στάλα τεθήι εμ μη- | |
νί· υπέρ δέ τών ύστερον εγγινομένων αδικημάτων προ- | |
65 | δίκωι μέν χρήσθων καθὼς τὸ διάγραμμα έχει· περὶ δέ τώ |
δικαστηρίω οι επιστάμενοι κατ᾿ ενιαυτὸν παρ᾿ εκατέροις | |
κόσμοι πόλιν στανυέσθων άγ κα αμφοτέραις ταίς πόλεσ[ι] | |
[δό]ξηι εξ ας τὸ επικριτήριον τέλεται, καὶ εγγύος καθιστάν- | |
των αφ᾿ ας κα αμέρας επισταντι επὶ τὸ αρχείον εν διμήνωι, | |
70 | καὶ διεξαγόντων ταύτα επ᾿ αυτών κοσμόντων κατὰ τὸ |
δοχθέν κοιναι σύμβολον· αι δέ κα μὴ ποιήσωντι οι κόσμοι κα- | |
θὼς γέγραπται, αποτεισάτω έκαστος αυτών στατήρας | |
πεντήκοντα, οι μέν Ἱεραπύτνιοι κόσμοι Πριανσίων ται πόλει, | |
οι δέ Πριάνσιοι κόσμοι Ἱεραπυτνίων ται πόλει· αι δέ τί κα | |
75 | δόξηι αμφοτέραις ταίς πόλεσι βωλουομέναις επὶ τώι |
κοιναι συμφέροντι διορθώσασθαι, κύριον έστω τὸ διορ- | |
θωθέν· στασάντων δέ τὰς στάλας οι ενεστακότες ε- | |
κατερήι κόσμοι επ᾿ αυτών κοσμόντων, οι μέν Ἱεραπύ- | |
τνιοι εν τώι ιερώι τας Αθαναίας τας Πολιάδος καὶ οι | |
80 | Πριάνσιοι εν τώι ιερώι τας Αθαναίας τας Πολιάδος· |
οπότεροι δέ κα μὴ στάσωντι καθὼς γέγραπται απο- | |
τεισάντων τὰ αυτὰ πρόστιμα καθότι καὶ περὶ τών | |
δικαίων γέγραπται. |