| Επὶ θεοκόλου Λέωνος, γραμματέ- | |
| ος τού συνεδρίου Στρατοκλέος. | |
| Κόιντος Φάβιος Κοΐντου Μάξιμος ανθύπατος Ῥωμαίων Δυμαί- | |
| ων τοίς άρχουσι καὶ συνέδροις καὶ τήι πόλει χαίρειν· τών περὶ | |
| 5 | Κυλλάνιον συνέδρων εμφανισάντων μοι περὶ τών συντελε- |
| σθέντων παρ’ υμίν αδικημάτων, λέγω δέ υπέρ τής εμπρήσε- | |
| ως καὶ φθορας τών αρχ<εί>ων καὶ τών δημοσίων γραμμάτων, ων εγε- | |
| γόνει αρχηγὸς τής όλης συγχύσεως Σώσος Ταυρομένεος ο | |
| καὶ τοὺς νόμους γράψας υπεναντίους τήι αποδοθείσηι τοίς | |
| 10 | [Α]χαιοίς υπὸ Ῥωμαίων πολιτ[εία]ι, περὶ ων τὰ κατὰ μέρος διή[λ]θο- |
| [μεν εν Πά]τραις μετὰ τού παρόντ̣[ο]ς συμβουλίου· επεὶ ούν οι διαπρα- | |
| [ξά]μενοι ταύτα εφαίνοντό μοι τής χειρίστης κ[ατασ]τάσεως | |
| [κ]αὶ ταραχής κα[τασκευὴν] π̣οιούμενοι̣ [τοίς Έλλησι πασ]ι̣ν· ου μό– | |
| ν[ον γὰρ] τής πρ[ὸ]ς αλλήλου[ς] ασυναλλ[α]ξ[ία]ς̣ καὶ χρε[ωκοπίας οι]- | |
| 15 | [κεί]α̣ αλλὰ καὶ [τ]ή̣ς αποδεδομένης κατὰ [κ]οινὸν τοίς Ἕλλη[σιν ε]- |
| λευθερίας αλλότρια καὶ τή[ς] ημετέ[ρα]ς προαιρέσεως· εγ[ὼ πα]- | |
| ρασχομένων τών κατηγόρων αληθινὰς αποδείξεις Σώ- | |
| σον μέν τὸν γεγονότα αρχηγὸν̣ [τ]ών πραχθέντων καὶ νο- | |
| μογραφήσαντα επὶ καταλύσει τής αποδοθείσης πολιτεί- | |
| 20 | [α]ς κρίνας ένοχον είναι θανάτωι πα[ρ]εχώρισα, ομοίως δέ καὶ |
| […]μίσκον Εχεσθένεος τών δαμιοργών τὸν συμπράξαντα | |
| [τοί]ς εμπρήσασι τὰ αρχεία καὶ τὰ δημόσια γράμματα, επεὶ καὶ | |
| [αυτὸς] ὡμολόγησεν· Τιμόθεον δέ Νικέα τὸμ μετὰ τού Σώσου | |
| [γεγονό]τα νομογράφον, επεὶ έλασσον εφαίνετο ἠδικηκώς, ε- | |
| 25 | [πέταξα] προάγειν εις Ῥώμην ορκίσας, εφ’ [ω]ι τήι νουμηνίαι τού εν- |
| [άτου μηνὸ]ς έστα[ι] εκεί καὶ εμφανίσας τ[ώι ε]π̣ὶ τών ξένων στρατη- | |
| [γώι …].ΑΝ̣[.. π]ρότερον επάν̣εισ[ιν ει]ς οίκον, εὰ̣[ν μ]ὴ ΑΥ̣[…] | |
| [- – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – -] |
| [δαμι]οργού δέ Καιρογένευς Λευ[κ]αθέου. | |
| Αυτοκράτωρ Καίσαρ θεού υιὸς Σεβαστὸς αρχιερεὺς | |
| ύπατος τὸ δωδέκατον αποδεδειγμένος | |
| καὶ δημαρχικής εξουσίας τὸ οκτωικαιδέκατον | |
| 5 | Κνιδίων άρχουσι βουλήι δήμωι χαίρειν· οι πρέσ- |
| βεις υμών Διονύσιος β καὶ Διονύσιος β τού Διονυ- | |
| σίου ενέτυχον εν Ῥώμη μοι καὶ τὸ ψήφισμα αποδόντες | |
| κατηγόρησαν Ευβούλου μέν τού Αναξανδρίδα τεθνει- | |
| ώτος ήδηι, Τρυφέρας δέ τής γυναικὸς αυτού παρούσης | |
| 10 | περὶ τού θανάτου τού Ευβούλου τού Χρυσίππου. vac. εγὼι |
| δέ εξετάσαι προστάξας Γάλλωι Ασινίωι τώι εμώι φίλωι | |
| τών οικετών τοὺς ενφερομένους τήι αιτία διὰ βα- | |
| σάνων έγνων Φιλείνον τὸν Χρυσίππου τρείς νύ- | |
| κτας συνεχώς επεληλυθότα τήι οικία τήι Ευβού- | |
| 15 | λου καὶ Τρυφέρας μεθ’ ύβρεως καὶ τρόπωι τινὶ πολι- |
| ορκίας, τήι τρίτηι δέ συνεπηιγμένον καὶ τὸν αδελ- | |
| φὸν Εύβουλον, τοὺς δέ τής οικίας δεσπότας Εύβου- | |
| λον καὶ Τρυφέραν, ὡς ούτε χρηματίζοντες πρὸς | |
| τὸν Φιλείνον ούτε αντιφραττόμενοι ταίς προσ- | |
| 20 | βολαίς ασφαλείας εν τήι εαυτών οικίαι τυχείν ἠδύναν- |
| το, προστεταχχότας ενὶ τών οικετών ουκ αποκτεί- | |
| ναι, ὡς ίσως άν τις υπ’ οργής ου[κ] αδίκου προήχθηι, αλ- | |
| λὰ ανείρξαι κατασκεδάσαντα τὰ κόπρια αυτών· τὸν | |
| δέ οικέτην σὺν τοίς καταχεομένοις είτε εκόντα | |
| 25 | είτε άκοντα –αυτὸς μέν γὰρ ενέμεινεν αρνούμενο[ς]- |
| αφείναι τὴν γάστραν, τὸν Εύβουλον υποπεσείν δικαιό- | |
| τερον άν σωθέντα ταιδελφού. πέπονφα δέ υμείν καὶ α[υ]- | |
| [τ]ὰς τὰς ανακρίσεις. vac. εθαύμαζον δ’ άν, πώς εις τόσον | |
| έδεισαν τὴν παρ’ υμείν εξετασίαν τών δούλων οι φ[εύ]- | |
| 30 | γοντες τὴν δίκην, ει μή μοι σφόδρα αυτοίς εδόξ[ατε] |
| χαλεποὶ γεγονέναι καὶ πρὸς τὰ εναντία μισοπόνη[ροι], | |
| μὴ κατὰ τών αξίων παν οτιούν παθείν, vac. επ’ αλλο[τρίαν] | |
| οικίαν νύκτωρ μεθ’ ύβρεως καὶ βίας τρὶς επεληλυ[θό]- | |
| των καὶ τὴν κοινὴν απάντων υμών ασφάλειαν [αναι]- | |
| 35 | ρούντων αγανακτούντες, αλλὰ κατὰ τών καὶ ην[ικ’ ἠ]- |
| μύνοντο ἠτυχηκότων, ἠδικηκότων δέ ουδ’ έστ[ιν ό τι]. | |
| αλλὰ νύν ορθώς άν μοι δοκείτε ποιήσαι τήι εμήι [περὶ τού]- | |
| των γνώιμηι προνοήσαντες καὶ τὰ εν τοίς δημ[οσίοις] | |
| υμών ομολογείν γράμματα. έρρωσθε. |
(the Delphic copy)
| Δόγμα αρχαίον Αμφικτιό- | |
| νων. Επὶ Ἱέ[ρ]ωνος άρχοντος εν Δελφοίς· πυλαίας εαρινας, | |
| ιερομναμονούντων Θεσσαλών Ἱπποδάμα, Λέοντος· Aι- | |
| τωλών Λυκέα, Δωριμάχου· Bοιωτών Ασώπωνος, Διονυσί- | |
| 5 | δου· Φωκέων Eυφρέα, Xα[ρέα]· v. έδοξ[εν] τοίς Αμφικτ[ί]- |
| οσιν καὶ τοίς ιερομνάμοσιν καὶ τοίς αγορατροίς, όπω[ς] | |
| ήι εις πάντα χρόνον ασυλία καὶ ατέλεια τοίς τεχνί- | |
| ταις τοίς εν Αθήναις, καὶ μὴ ήι αγώγιμος μηθεὶς μηθαμό- | |
| θεν, μήτε πολέμου μήτε ειράνας, μήτε τὰ χρήματα αυ- | |
| 10 | τών, αλλ’ ήι αυτοίς ατέλεια καὶ ασφάλε[ια εις πάντα χρό- |
| [ν]ον, η συνκεχωρημένη υπὸ πάντων τών Ελλάνων βεβαία, εί- | |
| [ν]αι δέ τοὺς τεχνίτας ατελείς στρατείας πεζικας καὶ ναυτι- | |
| [κ]ας καὶ εισφορας πάσας, όπως τοίς θεοίς αι τιμαὶ καὶ αι θυ- | |
| [σίαι], εφ’ άς εισι τεταγμένοι οι τεχνίται, συντελώνται εν τοίς | |
| 15 | καθήκουσιν χρόνοις όντων αυτώ[ν απολυπραγ]- |
| [μονήτων καὶ] ι̣ερώ̣[ν π]ρὸς ταίς [τών θεών λειτουργί]- | |
| [αις· μὴ εξέσ]τω δέ μηδενὶ άγειν τὸν τε[χνίταν μήτε πο]- | |
| [λέμου μήτ]ε ειρήνας, μηδέ συλαν, εί κα [μὴ χρέος έχων] | |
| [πόλει ήι] υπόχρεος, καὶ εὰν ιδίου ήι συν[βολαίου υπόχρεος] | |
| 20 | [ο τεχν]ί̣τας· v. εὰν δέ τις παρὰ ταύτα ποιή[ι, υπόδικος έστω] |
| [εν] Αμφικτίοσι, αυτός τε καὶ η πόλις εν αι άν τὸ αδ[ίκημα κα]- | |
| [τ]ὰ τού τεχνίτα συντελεσθήι· είμεν δέ τὰν ατέλειαν [καὶ τὰν α]- | |
| [σ]φάλειαν τὰν δεδομέναν υπὸ Αμφικτιόνων τοίς εν [Αθήναις] | |
| [τ]εχνίταις εις τὸν αεὶ χρόνον, ούσιν απολυπραγμον[ήτοις]· | |
| 25 | τοὺς δέ γραμματείς αναγράψαι τὸ δόγμα ειστήλαν [λιθί]- |
| ναν, καὶ στήσαι εν Δελφοίς· πέμψαι δέ καὶ ποτὶ Αθηναίο[υς] | |
| τού δόγματος τούδε αντίγραφον εσφραγιζμένον, ίνα ειδώ- | |
| σιν οι τεχνίται ότι οι Αμφικτίονες πλείσταν έχοντι πρόνοια[ν] | |
| υπέρ τας πρὸς τοὺς θεοὺς ευσεβείας, καὶ κατακολουθήκα[ν]- | |
| 30 | τι τοίς παρακαλουμένοις υπὸ τών τεχνιταν, πειράσοντα[ι] |
| δέ καὶ εις τὸ λοιπὸν ταύτά τε φυλάσσειν εις τὸν άπα[ντα] | |
| χρόνον, καὶ άλλο ό τι άν έχωντι αγαθὸν προσαύξ[ειν υπέρ] | |
| τών περὶ τὸν Διόνυσον τεχνιταν. Πρέσσβε[ις· Αστυδάμας] | |
| [π]οιητὴς τραγωιδιών. Nεοπτόλεμος τ[ραγωιδός]. |
| fr. a | Θ ε ο ί. |
| επὶ Πειθιδήμου άρχοντος επὶ τής Ερεχθείδος δευτέρας π- | |
| [ρ]υτανείας· vacat | |
| Μεταγειτνιώνος ενάτει ισταμένου, ενάτει τής πρυτανεί- | |
| 5 | ας· εκκλησία κυρία· τών προέδρων επεψήφιζεν Σώστρατος Κ- |
| αλλιστράτου Ερχιεὺς καὶ συμπρόεδροι· vvv έδοξεν τώι δή- | |
| μωι· vvv Χρεμωνίδης Ετεοκλέους Αιθαλίδης είπεν· επειδὴ | |
| πρότερομ μέν Αθηναίοι καὶ Λακεδαιμόνιοι καὶ οι σύμμαχ- | |
| οι οι εκατέρων φιλίαν καὶ συμμαχίαν κοινὴν ποιησάμενο- | |
| 10 | ι πρὸς εαυτοὺς πολλοὺς καὶ καλοὺς αγώνας ἠγωνίσαντο με- |
| τ’ αλλήλων πρὸς τοὺς καταδουλούσθαι τὰς πόλεις επιχειρ- | |
| ούντας, εξ ων εαυτοίς τε δόξαν εκτήσαντο καὶ τοίς άλλ[ο]ις | |
| Ἕλλησιν παρεσκεύασαν τὴν ελευθερίαν· καὶ νύν δέ κ[α]ιρών | |
| καθειληφότων ομοίων τὴν Ελλάδα πασαν διὰ το[ὺς κ]αταλύε- | |
| 15 | ιν επιχειρούντας τούς τε νόμους καὶ τὰς πατρίους εκάστ- |
| οις πολιτείας ό τε βασιλεὺς Πτολεμαίος ακολούθως τεί τ- | |
| ών προγόνων καὶ τεί τής αδελφής προ[α]ιρέσει φανερός εστ- | |
| ιν σπουδάζων υπέρ τής κοινής τ[ών] Ελλήνων ελευθερίας· κ̣αὶ | |
| ο δήμος ο Αθηναίων συμμαχία[ν] ποιησάμενος πρὸς αυτὸν καὶ | |
| 20 | τοὺς λοιποὺς Ἕλληνας εψήφισται παρακαλείν επὶ τὴν αυτὴ- |
| ν προαίρεσιν· ὡσαύτως δέ καὶ Λακεδαιμόνιοι φίλοι καὶ σύμ- | |
| μαχοι τού βασιλέως όντες Πτολεμαίου καὶ πρὸς τὸν δήμον τ- | |
| ὸν Αθηναίων εισὶν εψηφισμένοι συμμαχίαν μετά τε Ἠλείων | |
| καὶ Αχαιών καὶ Τεγεατών καὶ Μαντινέων καὶ Ὀρχομενίων κα- | |
| 25 | ὶ Φια[λέων] καὶ Καφυέων καὶ Κρηταέων όσοι εισὶν εν τεί συμμ- |
| [αχίαι τ]εί Λακεδαιμονίων καὶ Αρέως καὶ τών άλλων συμμάχω- | |
| [ν καὶ] πρέσβεις απὸ τών συνέδρων απεστάλκασιν πρὸς τὸν δή- | |
| [μ]ον καὶ οι παραγεγονότες παρ’ αυτών εμφανίζουσιν τήν τε Λ- | |
| ακεδαιμονίων καὶ Αρέως καὶ τών άλλων συμμάχων φιλοτιμί- | |
| 30 | αν, ήν έχουσιν πρὸς τὸν δήμον, καὶ τὴν περὶ τής συμμαχίας ομολ- |
| ογίαν ήκουσι κομίζοντες· όπως άν ούν κοινής ομονοίας γενομ- | |
| ένης τοίς Ἕλλησι πρός τε τοὺς νύν ἠδικηκότας καὶ παρεσπον- | |
| δηκότας τὰς πόλεις πρόθυμοι μετὰ τού βασιλέως Πτολεμαίου | |
| καὶ μετ’ αλλήλων υπάρχωσιν αγωνισταὶ καὶ τὸ λοιπὸν μεθ’ ομον– | |
| 35 | οίας σώιζωσιν τὰς πόλεις· vvvv αγαθεί τύχει δεδόχθαι τώ[ι δ]- |
| ήμωι τὴμ μέν φιλίαν καὶ τὴν συμμαχίαν είναι Αθηναίοις κ[αὶ] | |
| Λακεδαιμονίοις καὶ τοίς βασιλεύσιν τοίς Λακεδαιμον[ίων] | |
| καὶ Ἠλείοις καὶ Αχαιοίς καὶ Τεγεάταις καὶ Μαντινεύσ[ιν κα]- | |
| ὶ Ὀρχομενίοις καὶ Φιαλεύσιν καὶ Καφυεύσιν καὶ Κρητ[αεύσι]- | |
| 40 | ν όσοι εν τεί συμμαχίαι εισὶν τεί Λακεδαιμονίων κα[ὶ Αρέως] |
| καὶ τοίς άλλοις συμμάχοις κυρίαν εις τὸν άπαντα [χρόνον, ήν] | |
| ήκουσι κομίζοντες οι πρέσβεις· καὶ αναγράψα[ι αυτὴν τὸν γρ]- | |
| αμματέα τὸν κατὰ πρυτανείαν εν στήληι χαλκ[ήι καὶ στήσαι ε]- | |
| ν ακροπόλει παρὰ τὸν νεὼ τής Αθηνας τής Πο[λιάδος. ομόσαι δέ] | |
| 45 | [τὰ] αρχεία τοίς πρέσβεσιν τοίς παραγεγο[νόσιν παρ’ αυτών τὸ]- |
| [ν όρκον τὸ]ν περὶ τής συμμαχίας κατὰ τὰ [πάτρια· v τοὺς δέ κεχε]- | |
| fr. d | [ιρο]τον[ημένους] υπὸ τού δήμου πρ[έσβ]ε[ις αποπέμψαι οίτινες το]- |
| [ὺς ό]ρκους απολ[ήψονται παρὰ] τ̣ώ̣[ν λοιπών Ελλήνων· vv χειροτο]- | |
| [ν]ήσαι δέ καὶ συνέδρους [δύο τὸν δήμον αυτίκα μάλα εξ Αθηναίω]- | |
| 50 | ν απάντων οίτινες μετά τε Αρέω[ς καὶ τών απὸ τών συμμάχων α]- |
| ποστελλομένων συνέδρων βουλεύσοντ̣[αι περὶ τών κοινήι συ]- | |
| μφερόντων· μερίζειν δέ τοίς αιρεθείσ[ιν τοὺς επὶ τήι διοικ]- | |
| ήσει εις εφόδια ού άν χρόνου αποδημώ[σιν ό τι άν διαχειροτο]- | |
| νούντι δόξει τώι δήμωι· επαινέσαι δ[έ τοὺς εφόρους Λακεδαι]- | |
| 55 | μονίων καὶ Αρέα καὶ τοὺς συμμάχους [καὶ στεφανώσαι αυτοὺς] |
| χρυσώι στεφάνωι κατὰ τὸν νόμον· επ[αινέσαι δέ καὶ τοὺς πρέσ]- | |
| βεις τοὺς ήκοντας παρ’ αυτών v Θεομ[— — ca. 14 — — Λακεδα]- | |
| ιμόνιον vv Αργείον Κλεινίου Ἠλείο[ν v καὶ στεφανώσαι εκάτ]- | |
| ερον αυτών χρυσώι στεφάνωι κατὰ [τὸν νόμον φιλοτιμίας ένε]- | |
| 60 | κα καὶ ευνοίας ἧς έχουσιν περ[ί τε τοὺς άλλους συμμάχους κα]- |
| ὶ τὸν δήμον τὸν Αθηναίων· είνα[ι δέ εκατέρωι αυτών καὶ άλλο αγ]- | |
| αθὸν ευρέσθαι παρὰ τής βουλ[ής καὶ τού δήμου, ότου άν δοκώσιν] | |
| άξιοι είναι. καλέσαι δέ αυτ[οὺς καὶ επὶ ξένια εις τὸ πρυτανεί]- | |
| ον εις αύριον. αναγράψαι δέ [καὶ τόδε τὸ ψήφισμα τὸν γραμματέ]- | |
| 65 | α τὸν κατὰ πρυτανείαν ειστ[ήλην λιθίνην καὶ τὴν συνθήκην κα]- |
| ὶ στήσαι εν ακροπόλει· εις [δέ τὴν αναγραφὴν καὶ ανάθεσιν τ]- | |
| ής στήλης μερίσαι τοὺς επ[ὶ τήι διοικήσει τὸ ανάλωμα ό άν γέν]- | |
| ηται. vvv σύνεδροι οίδε κ[εχειροτόνηνται· vacat ?] | |
| vvvv Κάλλιππος Ελευσίν[ιος, — — — — — — — — — — —]
vacat |
|
| 70 | σπονδαὶ καὶ συμμαχία [Λακεδαιμονίοις καὶ τοίς συμμάχοις το]- |
| ίς Λακεδαιμονίων πρὸς [Αθηναίους καὶ τοὺς συμμάχους τοὺς Αθην]- | |
| αίων εις τὸν άπαντα [χρόνον. έχειν εκατέρους τὴν εαυτών ελευθέρ]- | |
| ους όντας καὶ αυτον̣[όμους, πολιτείαν πολιτευομένους κατὰ] | |
| τὰ πάτρια· εὰν δέ τ̣[ις ίει επὶ πολέμωι επὶ τὴν χώραν τὴν Αθην]- | |
| 75 | αίων ἢ τοὺς νόμο[υς καταλύει ἢ επὶ πολέμωι ίει επὶ τοὺς συμμά]- |
| χους τοὺς Αθην[αίων, βοηθείν Λακεδαιμονίους καὶ τοὺς συμμάχ]- | |
| ους τοὺς Λ[ακεδαιμονίων παντὶ σθένει κατὰ τὸ δυνατόν· εὰν δέ τ]- | |
| ις ίει επὶ π[ολέμωι επὶ τὴν χώραν τὴν Λακεδαιμονίων ἢ τοὺς] | |
| νόμους κατ[αλύει ἢ επὶ πολέμωι ίει επὶ τοὺς συμμάχους τοὺς Λ]- | |
| 80 | ακεδαιμ[ονίων, βοηθείν Αθηναίους καὶ τοὺς συμμάχους τοὺς Αθην]- |
| [αίων παντὶ σθένει κατὰ τὸ δυνατόν·— — — — — — — — — — —] | |
| fr. c | […………ca. 26 ……….]ΗΔ[…….. ca. 20 ………] |
| fr. b | [……ca. 12 …..Λακεδαιμονίου]ς καὶ τοὺς συμμάχους Αθηνα[ί]- |
| [οις καὶ τοίς συμμάχοις· vv ομό]σαι δέ Αθηνα[ί]ους μέν Λακεδαι- | |
| 85 | [μονίοις καὶ τοίς απὸ εκάστης] πόλεως τοὺς στρατηγοὺς καὶ τ- |
| [ὴν βουλὴν καὶ τοὺς άλλους άρ]χοντας καὶ φυλάρχους καὶ ταξι- | |
| [άρχους καὶ ιππάρχους· vv «ομ]νύω Δία Γ[ή]ν Ηλιον Άρη Αθηναν Αρε- | |
| [ίαν Ποσειδώ Δήμητρα· vv ε]μ[μ]ενείν εν τεί συμμαχίαι τεί γεγ- | |
| [ενημένηι· ευορκούσιν μέν] πολλ[ὰ κ]α̣γαθά, επιορκούσι δέ τανα- | |
| 90 | [ντία»· v Λακεδαιμονίους δέ] Αθη[να]ίοις ομόσαι κατὰ ταυτὰ τοὺ- |
| [ς βασιλείς καὶ τοὺς εφόρο]υς [καὶ] τοὺς γέροντας· κατὰ ταυτὰ δ- | |
| [έ ομόσαι καὶ κατὰ τὰ{τὰ}ς άλλας] πόλεις τοὺς άρχοντας. vv εὰν δ- | |
| [έ δοκήι Λακεδαιμονίοις καὶ τ]οίς συμμάχοις καὶ Αθηναίοις | |
| [άμεινον είναι προσθείναί τι] καὶ αφελείν περὶ τής συμμαχί- | |
| 95 | [ας, ό άν δοκήι αμφοτέροις, εύο]ρκον είναι. αναγράψαι δέ τὴν συ- |
| [μμαχίαν εν στήλαις χαλκαί]ς καὶ στήσαι εν ιερώι όπου άν βού- | |
| [λωνται.] vacat |