επὶ Διονυσίου άρχοντος τού μετὰ | |
Παράμονον επὶ τής Αιαντίδος ε- | |
βδόμης πρυτανείας, ή Λάμιος Τιμού- | |
χου Ῥαμνούσιος εγραμμάτευεν· Γα- | |
5 | μηλιώνος ογδόη ισταμένου, ογδό- |
η τής πρυτανείας· βουλὴ εμ βουλευ- | |
τηρίωι· τών προέδρων επεψήφιζεν | |
Στρατοφών Στρατοκλέους Σουνι- | |
εὺς καὶ συνπρόεδροι· | |
10 | έδοξεν τεί βουλεί· |
Ῥήσος Αρτέμωνος Ἁλαιεὺς είπεν· | |
επειδὴ πρόσοδον ποιησάμενος πρὸς | |
τὴν βουλὴν Διόγνητος εξ Οίου ταμί- | |
ας ναυκλήρων καὶ εμπόρων τών φε- | |
15 | ρόντων τὴν σύνοδον τού Διὸς τού |
Ξενίου εμφανίζει τεί βουλεί βούλεσ- | |
θαι τὴν σύνοδον αναθείναι εικόνα γρα- | |
πτὴν εν όπλω τού εαυτών προξέ- | |
νου, κεχειροτονημένου δέ καὶ επιμε- | |
20 | [λ]ητού επὶ τὸν λιμένα Διοδώρου τού |
Θεοφίλου Ἁλαιέως εν τώι αρχείωι αυ- | |
τού καὶ διὰ ταύτα παρακαλεί τὴν βου- | |
λὴν επικυρώσαι εαυτώι ψήφισμα· | |
αγαθε[ί] τύχει δεδόχθαι τεί βουλεί επι- | |
25 | κεχω[ρ]ήσθα[ι] Διογνήτω καὶ τη συνόδω |
[π]ο[ι]ήσα[σθ]αι τ[ὴν] ανάθεσιν τή[ς] γρα- | |
πτής εικόνος εν όπλω Διοδώρου τού | |
Θεοφίλου Ἁλαιέως εν τώι αρχείωι αυ- | |
τού καθάπερ παρακαλεί τὴν βουλήν. |
επὶ Φαιδρίου άρχοντος, Ελαφηβολιώνος ογδόει, εκκλησί- | |
α εν τώι ιερώι τού Απόλλωνος· Διονύσιος Διονυσίου | |
αρχιθιασίτης είπεν· | |
επειδὴ Πάτρων Δωροθέου τών εκ τής συνόδου, επελθὼν | |
5 | επὶ τὴν εκκλησίαν καὶ ανανεωσάμενος τὴν υπάρχου- |
σαν αυτώι εύνοιαν εις τὴν σύν[ο]δον, καὶ ότι πολλὰς χρείας | |
παρείσχηται απροφασίστως, διατελεί δέ διὰ παντὸς κο[ι]- | |
νεί τε τεί συνόδωι λέγων καὶ πράττων τὰ συμφέροντ[α] | |
καὶ κατ’ ι<δί>αν εύνους υπάρχων εκάστωι τών πλοιζομέ[νων] | |
10 | εμπόρων καὶ ναυκλήρων, νύν [δ’ έτι] μαλλον επ<η>υξημέ- |
νης αυτής μετὰ τής τών θεών ευνοίας παρεκάλεσεν τὸ | |
κοινὸν εξαποστείλαι πρεσβείαν πρὸς τὸν δήμον τὸν Αθη- | |
ναίων όπως δοθη αυτοίς τόπος εν ωι κατασκευάσουσιν τέ- | |
μενος Hρακλέους τού πλείστων [αγαθ]ών παραιτίου γ[ε]- | |
15 | γονότος τοίς ανθρώποις, αρχηγού δέ τής πατρίδος υπά[ρ]- |
χοντος· αιρεθεὶς πρεσβευτὴς πρός τε τὴν βουλὴν καὶ | |
τὸν δήμον τὸν Αθηναίων, προθύμως αναδεξάμενος έ- | |
πλευσεν δαπανών εκ τών ιδίων εμφανίσας τε τὴν | |
τής συνόδου πρὸς τὸν δήμον εύνοιαν παρεκάλεσεν | |
20 | αυτὸν καὶ διὰ ταύτην τὴν αιτίαν επετελέσατο |
τὴν τών θιασιτών βούλησιν καὶ τὴν τών θεών τιμὴν <συνηύξησεν> | |
καθάπερ ήρμοττεν αυτώι· πεφιλανθρωπηκὼς δέ | |
καὶ πλείονας εν τοίς αρμόζουσιν καιροίς, είρηκεν | |
δέ καὶ υπέρ τής συνόδου εν τώι αναγκαιοτάτωι | |
25 | καιρώι τὰ δίκαια μετὰ πάσης προθυμίας καὶ φιλοτι- |
μίας καὶ εδέξατό τε τὸν θίασον εφ’ ημέρας δύο υπέρ | |
τού υού· 〚ΙΝ〛 ίνα ούν καὶ εις τὸν λοιπὸν χρόνον απαρά- | |
κλητον εαυτὸν παρασκευάζηι καὶ η σύνοδος φαί- | |
νηται φροντίζουσα τών διακειμένων ανδρών εις εαυ- | |
30 | τὴν ευνοικώς καὶ αξίας χάριτας αποδιδούσα τοίς |
ευεργέταις καὶ έτεροι πλείονες τών εκ τής τοίς συνό- | |
δου διὰ τὴν εις τούτον ευχαριστίαν ζηλωταὶ γί- | |
νωνται καὶ παραμιλλώνται φιλοτιμούμενοι | |
περιποιείν τι τεί συνόδωι· αγαθεί τύχει· | |
35 | δεδόχθαι τώι κοινώι τών Τυρίων Hρακλειστών |
εμπόρων καὶ ναυκλήρων επαινέσαι Πάτρωνα Δω- | |
ροθέου καὶ στεφανώσαι αυτὸν κατ’ ενιαυτὸν χρυ- | |
σώι στεφάνωι εν ταίς συντε[λου]μέναις θυσίαις | |
τώι Ποσειδώνι αρετής ένεκεν καὶ καλοκαγαθί- | |
40 | ας ἧς έχων διατελεί εις τὸ κοινὸν τών Τυρί- |
ων εμπόρων καὶ ναυκλήρων· αναθείναι δέ αυ- | |
τού καὶ εικόνα γραπτὴν εν τώι τεμένει τού | |
Hρακλέους καὶ αλλαχή ού άν αυτὸς βούληται· έσ- | |
τω δέ ασύμβολος καὶ αλειτούργητος εν ταίς | |
45 | γινομέναις συνόδοις πάσαις· επιμελές δέ έστω |
τοίς καθισταμένοις αρχιθιασίταις καὶ ταμίαις | |
καὶ τώι γραμματεί όπως εν ταίς γινομέναις θυ- | |
σίαις καὶ συνόδοις αναγορεύηται κατὰ ταύτην | |
τὴν αναγόρευσιν· η σύνοδος τών Τυρίων εμπό- | |
50 | ρων καὶ ναυκλήρων στεφανοί Πάτρωνα Δωροθέου |
ευεργέτην. αναγραψάτωσαν δέ τόδε τὸ ψή- | |
φισμα εις στήλην λιθίνην καὶ στησάτωσαν εν | |
τών τεμένει τού Hρακλέους· τὸ δέ εσόμενον ανάλωμ[α] | |
εις ταύτα μερισάτω ο ταμίας καὶ ο αρχιθιασίτης. | |
55 | επὶ αρχιθιασίτου |
Διονυσίου τού Διονυσίου, | |
ιερατεύοντος δέ | |
Πάτρωνος τού Δωροθέου. | |
ο δήμος | |
60 | ο Αθηναίων. |
η σύνοδος | |
τών Τυρίων | |
εμπόρων | |
καὶ ναυκλήρων. |
(the Delphic copy)
Δόγμα αρχαίον Αμφικτιό- | |
νων. Επὶ Ἱέ[ρ]ωνος άρχοντος εν Δελφοίς· πυλαίας εαρινας, | |
ιερομναμονούντων Θεσσαλών Ἱπποδάμα, Λέοντος· Aι- | |
τωλών Λυκέα, Δωριμάχου· Bοιωτών Ασώπωνος, Διονυσί- | |
5 | δου· Φωκέων Eυφρέα, Xα[ρέα]· v. έδοξ[εν] τοίς Αμφικτ[ί]- |
οσιν καὶ τοίς ιερομνάμοσιν καὶ τοίς αγορατροίς, όπω[ς] | |
ήι εις πάντα χρόνον ασυλία καὶ ατέλεια τοίς τεχνί- | |
ταις τοίς εν Αθήναις, καὶ μὴ ήι αγώγιμος μηθεὶς μηθαμό- | |
θεν, μήτε πολέμου μήτε ειράνας, μήτε τὰ χρήματα αυ- | |
10 | τών, αλλ’ ήι αυτοίς ατέλεια καὶ ασφάλε[ια εις πάντα χρό- |
[ν]ον, η συνκεχωρημένη υπὸ πάντων τών Ελλάνων βεβαία, εί- | |
[ν]αι δέ τοὺς τεχνίτας ατελείς στρατείας πεζικας καὶ ναυτι- | |
[κ]ας καὶ εισφορας πάσας, όπως τοίς θεοίς αι τιμαὶ καὶ αι θυ- | |
[σίαι], εφ’ άς εισι τεταγμένοι οι τεχνίται, συντελώνται εν τοίς | |
15 | καθήκουσιν χρόνοις όντων αυτώ[ν απολυπραγ]- |
[μονήτων καὶ] ι̣ερώ̣[ν π]ρὸς ταίς [τών θεών λειτουργί]- | |
[αις· μὴ εξέσ]τω δέ μηδενὶ άγειν τὸν τε[χνίταν μήτε πο]- | |
[λέμου μήτ]ε ειρήνας, μηδέ συλαν, εί κα [μὴ χρέος έχων] | |
[πόλει ήι] υπόχρεος, καὶ εὰν ιδίου ήι συν[βολαίου υπόχρεος] | |
20 | [ο τεχν]ί̣τας· v. εὰν δέ τις παρὰ ταύτα ποιή[ι, υπόδικος έστω] |
[εν] Αμφικτίοσι, αυτός τε καὶ η πόλις εν αι άν τὸ αδ[ίκημα κα]- | |
[τ]ὰ τού τεχνίτα συντελεσθήι· είμεν δέ τὰν ατέλειαν [καὶ τὰν α]- | |
[σ]φάλειαν τὰν δεδομέναν υπὸ Αμφικτιόνων τοίς εν [Αθήναις] | |
[τ]εχνίταις εις τὸν αεὶ χρόνον, ούσιν απολυπραγμον[ήτοις]· | |
25 | τοὺς δέ γραμματείς αναγράψαι τὸ δόγμα ειστήλαν [λιθί]- |
ναν, καὶ στήσαι εν Δελφοίς· πέμψαι δέ καὶ ποτὶ Αθηναίο[υς] | |
τού δόγματος τούδε αντίγραφον εσφραγιζμένον, ίνα ειδώ- | |
σιν οι τεχνίται ότι οι Αμφικτίονες πλείσταν έχοντι πρόνοια[ν] | |
υπέρ τας πρὸς τοὺς θεοὺς ευσεβείας, καὶ κατακολουθήκα[ν]- | |
30 | τι τοίς παρακαλουμένοις υπὸ τών τεχνιταν, πειράσοντα[ι] |
δέ καὶ εις τὸ λοιπὸν ταύτά τε φυλάσσειν εις τὸν άπα[ντα] | |
χρόνον, καὶ άλλο ό τι άν έχωντι αγαθὸν προσαύξ[ειν υπέρ] | |
τών περὶ τὸν Διόνυσον τεχνιταν. Πρέσσβε[ις· Αστυδάμας] | |
[π]οιητὴς τραγωιδιών. Nεοπτόλεμος τ[ραγωιδός]. |