| επὶ Διονυσίου άρχοντος τού μετὰ | |
| Παράμονον επὶ τής Αιαντίδος ε- | |
| βδόμης πρυτανείας, ή Λάμιος Τιμού- | |
| χου Ῥαμνούσιος εγραμμάτευεν· Γα- | |
| 5 | μηλιώνος ογδόη ισταμένου, ογδό- |
| η τής πρυτανείας· βουλὴ εμ βουλευ- | |
| τηρίωι· τών προέδρων επεψήφιζεν | |
| Στρατοφών Στρατοκλέους Σουνι- | |
| εὺς καὶ συνπρόεδροι· | |
| 10 | έδοξεν τεί βουλεί· |
| Ῥήσος Αρτέμωνος Ἁλαιεὺς είπεν· | |
| επειδὴ πρόσοδον ποιησάμενος πρὸς | |
| τὴν βουλὴν Διόγνητος εξ Οίου ταμί- | |
| ας ναυκλήρων καὶ εμπόρων τών φε- | |
| 15 | ρόντων τὴν σύνοδον τού Διὸς τού |
| Ξενίου εμφανίζει τεί βουλεί βούλεσ- | |
| θαι τὴν σύνοδον αναθείναι εικόνα γρα- | |
| πτὴν εν όπλω τού εαυτών προξέ- | |
| νου, κεχειροτονημένου δέ καὶ επιμε- | |
| 20 | [λ]ητού επὶ τὸν λιμένα Διοδώρου τού |
| Θεοφίλου Ἁλαιέως εν τώι αρχείωι αυ- | |
| τού καὶ διὰ ταύτα παρακαλεί τὴν βου- | |
| λὴν επικυρώσαι εαυτώι ψήφισμα· | |
| αγαθε[ί] τύχει δεδόχθαι τεί βουλεί επι- | |
| 25 | κεχω[ρ]ήσθα[ι] Διογνήτω καὶ τη συνόδω |
| [π]ο[ι]ήσα[σθ]αι τ[ὴν] ανάθεσιν τή[ς] γρα- | |
| πτής εικόνος εν όπλω Διοδώρου τού | |
| Θεοφίλου Ἁλαιέως εν τώι αρχείωι αυ- | |
| τού καθάπερ παρακαλεί τὴν βουλήν. |
| επὶ Φαιδρίου άρχοντος, Ελαφηβολιώνος ογδόει, εκκλησί- | |
| α εν τώι ιερώι τού Απόλλωνος· Διονύσιος Διονυσίου | |
| αρχιθιασίτης είπεν· | |
| επειδὴ Πάτρων Δωροθέου τών εκ τής συνόδου, επελθὼν | |
| 5 | επὶ τὴν εκκλησίαν καὶ ανανεωσάμενος τὴν υπάρχου- |
| σαν αυτώι εύνοιαν εις τὴν σύν[ο]δον, καὶ ότι πολλὰς χρείας | |
| παρείσχηται απροφασίστως, διατελεί δέ διὰ παντὸς κο[ι]- | |
| νεί τε τεί συνόδωι λέγων καὶ πράττων τὰ συμφέροντ[α] | |
| καὶ κατ’ ι<δί>αν εύνους υπάρχων εκάστωι τών πλοιζομέ[νων] | |
| 10 | εμπόρων καὶ ναυκλήρων, νύν [δ’ έτι] μαλλον επ<η>υξημέ- |
| νης αυτής μετὰ τής τών θεών ευνοίας παρεκάλεσεν τὸ | |
| κοινὸν εξαποστείλαι πρεσβείαν πρὸς τὸν δήμον τὸν Αθη- | |
| ναίων όπως δοθη αυτοίς τόπος εν ωι κατασκευάσουσιν τέ- | |
| μενος Hρακλέους τού πλείστων [αγαθ]ών παραιτίου γ[ε]- | |
| 15 | γονότος τοίς ανθρώποις, αρχηγού δέ τής πατρίδος υπά[ρ]- |
| χοντος· αιρεθεὶς πρεσβευτὴς πρός τε τὴν βουλὴν καὶ | |
| τὸν δήμον τὸν Αθηναίων, προθύμως αναδεξάμενος έ- | |
| πλευσεν δαπανών εκ τών ιδίων εμφανίσας τε τὴν | |
| τής συνόδου πρὸς τὸν δήμον εύνοιαν παρεκάλεσεν | |
| 20 | αυτὸν καὶ διὰ ταύτην τὴν αιτίαν επετελέσατο |
| τὴν τών θιασιτών βούλησιν καὶ τὴν τών θεών τιμὴν <συνηύξησεν> | |
| καθάπερ ήρμοττεν αυτώι· πεφιλανθρωπηκὼς δέ | |
| καὶ πλείονας εν τοίς αρμόζουσιν καιροίς, είρηκεν | |
| δέ καὶ υπέρ τής συνόδου εν τώι αναγκαιοτάτωι | |
| 25 | καιρώι τὰ δίκαια μετὰ πάσης προθυμίας καὶ φιλοτι- |
| μίας καὶ εδέξατό τε τὸν θίασον εφ’ ημέρας δύο υπέρ | |
| τού υού· 〚ΙΝ〛 ίνα ούν καὶ εις τὸν λοιπὸν χρόνον απαρά- | |
| κλητον εαυτὸν παρασκευάζηι καὶ η σύνοδος φαί- | |
| νηται φροντίζουσα τών διακειμένων ανδρών εις εαυ- | |
| 30 | τὴν ευνοικώς καὶ αξίας χάριτας αποδιδούσα τοίς |
| ευεργέταις καὶ έτεροι πλείονες τών εκ τής τοίς συνό- | |
| δου διὰ τὴν εις τούτον ευχαριστίαν ζηλωταὶ γί- | |
| νωνται καὶ παραμιλλώνται φιλοτιμούμενοι | |
| περιποιείν τι τεί συνόδωι· αγαθεί τύχει· | |
| 35 | δεδόχθαι τώι κοινώι τών Τυρίων Hρακλειστών |
| εμπόρων καὶ ναυκλήρων επαινέσαι Πάτρωνα Δω- | |
| ροθέου καὶ στεφανώσαι αυτὸν κατ’ ενιαυτὸν χρυ- | |
| σώι στεφάνωι εν ταίς συντε[λου]μέναις θυσίαις | |
| τώι Ποσειδώνι αρετής ένεκεν καὶ καλοκαγαθί- | |
| 40 | ας ἧς έχων διατελεί εις τὸ κοινὸν τών Τυρί- |
| ων εμπόρων καὶ ναυκλήρων· αναθείναι δέ αυ- | |
| τού καὶ εικόνα γραπτὴν εν τώι τεμένει τού | |
| Hρακλέους καὶ αλλαχή ού άν αυτὸς βούληται· έσ- | |
| τω δέ ασύμβολος καὶ αλειτούργητος εν ταίς | |
| 45 | γινομέναις συνόδοις πάσαις· επιμελές δέ έστω |
| τοίς καθισταμένοις αρχιθιασίταις καὶ ταμίαις | |
| καὶ τώι γραμματεί όπως εν ταίς γινομέναις θυ- | |
| σίαις καὶ συνόδοις αναγορεύηται κατὰ ταύτην | |
| τὴν αναγόρευσιν· η σύνοδος τών Τυρίων εμπό- | |
| 50 | ρων καὶ ναυκλήρων στεφανοί Πάτρωνα Δωροθέου |
| ευεργέτην. αναγραψάτωσαν δέ τόδε τὸ ψή- | |
| φισμα εις στήλην λιθίνην καὶ στησάτωσαν εν | |
| τών τεμένει τού Hρακλέους· τὸ δέ εσόμενον ανάλωμ[α] | |
| εις ταύτα μερισάτω ο ταμίας καὶ ο αρχιθιασίτης. | |
| 55 | επὶ αρχιθιασίτου |
| Διονυσίου τού Διονυσίου, | |
| ιερατεύοντος δέ | |
| Πάτρωνος τού Δωροθέου. | |
| ο δήμος | |
| 60 | ο Αθηναίων. |
| η σύνοδος | |
| τών Τυρίων | |
| εμπόρων | |
| καὶ ναυκλήρων. |
(the Delphic copy)
| Δόγμα αρχαίον Αμφικτιό- | |
| νων. Επὶ Ἱέ[ρ]ωνος άρχοντος εν Δελφοίς· πυλαίας εαρινας, | |
| ιερομναμονούντων Θεσσαλών Ἱπποδάμα, Λέοντος· Aι- | |
| τωλών Λυκέα, Δωριμάχου· Bοιωτών Ασώπωνος, Διονυσί- | |
| 5 | δου· Φωκέων Eυφρέα, Xα[ρέα]· v. έδοξ[εν] τοίς Αμφικτ[ί]- |
| οσιν καὶ τοίς ιερομνάμοσιν καὶ τοίς αγορατροίς, όπω[ς] | |
| ήι εις πάντα χρόνον ασυλία καὶ ατέλεια τοίς τεχνί- | |
| ταις τοίς εν Αθήναις, καὶ μὴ ήι αγώγιμος μηθεὶς μηθαμό- | |
| θεν, μήτε πολέμου μήτε ειράνας, μήτε τὰ χρήματα αυ- | |
| 10 | τών, αλλ’ ήι αυτοίς ατέλεια καὶ ασφάλε[ια εις πάντα χρό- |
| [ν]ον, η συνκεχωρημένη υπὸ πάντων τών Ελλάνων βεβαία, εί- | |
| [ν]αι δέ τοὺς τεχνίτας ατελείς στρατείας πεζικας καὶ ναυτι- | |
| [κ]ας καὶ εισφορας πάσας, όπως τοίς θεοίς αι τιμαὶ καὶ αι θυ- | |
| [σίαι], εφ’ άς εισι τεταγμένοι οι τεχνίται, συντελώνται εν τοίς | |
| 15 | καθήκουσιν χρόνοις όντων αυτώ[ν απολυπραγ]- |
| [μονήτων καὶ] ι̣ερώ̣[ν π]ρὸς ταίς [τών θεών λειτουργί]- | |
| [αις· μὴ εξέσ]τω δέ μηδενὶ άγειν τὸν τε[χνίταν μήτε πο]- | |
| [λέμου μήτ]ε ειρήνας, μηδέ συλαν, εί κα [μὴ χρέος έχων] | |
| [πόλει ήι] υπόχρεος, καὶ εὰν ιδίου ήι συν[βολαίου υπόχρεος] | |
| 20 | [ο τεχν]ί̣τας· v. εὰν δέ τις παρὰ ταύτα ποιή[ι, υπόδικος έστω] |
| [εν] Αμφικτίοσι, αυτός τε καὶ η πόλις εν αι άν τὸ αδ[ίκημα κα]- | |
| [τ]ὰ τού τεχνίτα συντελεσθήι· είμεν δέ τὰν ατέλειαν [καὶ τὰν α]- | |
| [σ]φάλειαν τὰν δεδομέναν υπὸ Αμφικτιόνων τοίς εν [Αθήναις] | |
| [τ]εχνίταις εις τὸν αεὶ χρόνον, ούσιν απολυπραγμον[ήτοις]· | |
| 25 | τοὺς δέ γραμματείς αναγράψαι τὸ δόγμα ειστήλαν [λιθί]- |
| ναν, καὶ στήσαι εν Δελφοίς· πέμψαι δέ καὶ ποτὶ Αθηναίο[υς] | |
| τού δόγματος τούδε αντίγραφον εσφραγιζμένον, ίνα ειδώ- | |
| σιν οι τεχνίται ότι οι Αμφικτίονες πλείσταν έχοντι πρόνοια[ν] | |
| υπέρ τας πρὸς τοὺς θεοὺς ευσεβείας, καὶ κατακολουθήκα[ν]- | |
| 30 | τι τοίς παρακαλουμένοις υπὸ τών τεχνιταν, πειράσοντα[ι] |
| δέ καὶ εις τὸ λοιπὸν ταύτά τε φυλάσσειν εις τὸν άπα[ντα] | |
| χρόνον, καὶ άλλο ό τι άν έχωντι αγαθὸν προσαύξ[ειν υπέρ] | |
| τών περὶ τὸν Διόνυσον τεχνιταν. Πρέσσβε[ις· Αστυδάμας] | |
| [π]οιητὴς τραγωιδιών. Nεοπτόλεμος τ[ραγωιδός]. |