|
Ψάφισμα Ἱππία Ἱππία τού Ἱππία Αργείου |
|
περὶ τας παρακαταθήκας τας Αθάνας. |
Ι |
επ’ ιερέως τας Αθάνας Αριστείδα, τού δέ Ἁλίου Πλε[ι]- |
|
στάρχου Πα. ιϛ΄. έδοξε μασ[τ]ροίς καὶ Λινδίοις Ἱππίας γ΄ Αργ. είπε· |
5 |
επειδὴ συνβαίνει τὰς μέν ποθόδους τὰς Λινδίων υστερείν, τὰ δέ ει[ς] |
|
τὰς θυσίας καὶ παναγύ[ρε]ις αναλ[ώ]ματα πολλάκις επείγειν καὶ τού- |
|
[τ]ω τρόπω τοὺς άρχοντας εις δυ[σχ]ρη̣στίαν ενπείπτειν, συνφέ̣- |
|
ρον δέ εστι Λινδ[ίοι]ς̣ κ[α]ὶ τὰ[ς τώ]ν θεών τειμὰς καὶ τὸ τού [κ]οινού |
|
πρέπον διαφυλά[σσ]εσθαι ό[ν]τος εξ ετοίμου αργυρίου εις τὰς |
10 |
παναγύρεις καὶ τ[ὰ]ς τών θεών τειμάς· Τύχα Αγαθα· δεδό- |
|
χθαι Λινδίοις· κυρωθέντος τούδε τού ψαφίσματος τὸ γεγο- |
|
νὸς περίψαφον τ[ώ]ν ιεροταμιαν Μενεκράτευς καὶ Ασκλαπι- |
|
άδα καὶ Ἁγησάνδρου απὸ τας ιεροταμείας αυτών εκ τας τ[ρι]- |
|
[ε]τίας καὶ εί τι παρειλήφαντι εκ τούτου καὶ εί τί κα παραλάβωντ[ι] |
15 |
[τ]οὶ ενεστακότες ιεροταμίαι Διονύσιος καὶ Καλλίμαχος κα[ὶ] |
|
[Π]υθόδωρος, παραδόντω ιερὸν εις παρακαταθήκαν τας Αθάνα[ς] |
|
[τ]ας Λινδίας καὶ τού Διὸς τού Πολιέως Καλλιστράτω β΄ τω ιερεί |
|
[τ]ας Αθάνας εν[ια]υ̣σίω̣· [ομ]οίως δέ καὶ τοὶ επιστάται τοὶ άρχοντε[ς] |
|
[τ]ὸν επ’ ιερέως Καλλ[ιστρ]άτου καὶ Ῥοδοπείθευς ενιαυ[τὸν] |
20 |
[ελέ]σθων άνδρας [ε΄] εγ μέν τών ιερατευκότων τ[ας] |
|
[Α]θάνας γ΄, εγ δέ τών̣ [άλλω]ν Λινδίων β΄· τοὶ δέ αιρεθέ[ν]- |
|
[τε]ς παραλαβόντ[ω παρ]ὰ τού ιερέως τας Αθάνας |
|
τού δαμοσίου επ̣[ιστά]ν̣το[ς τ]ὰ αποκείμεν[α εν] |
|
[τ]ω νακορείω χάλκ[ε]α καὶ σιδά̣[ρ]εα καὶ [ε]πιδειξάν[τω] |
25 |
[τ]οίς μαστροίς καὶ Λινδίοι[ς εν τω] μα[στ]ρείω τω ε̣[ν τα] |
|
[π]όλει αγομένω τω – – κα[ὶ αποδ]όσθω α[υ]τὰ παρα[κο]- |
|
[λ]ουθούντων πασι καὶ τών̣ [δα]μοσίων καὶ αποδόμεν̣[οι] |
|
παραδόντω τὸ πεσὸν [α]ργ̣ύ̣ριον [τ]ω ιερεί τας Αθάνα[ς] |
|
[ι]ερὸν ήμειν εν παρακατ̣[αθ]ήκα τας Αθάνας τας Λινδί[ας] |
30 |
καὶ τού Διὸς τού Πολιέω[ς]· επειδὴ δέ καὶ ανδριάντες |
|
[τ]ινές εντι εν τα αναβ[ά]σει καὶ αυτα τα άκρα ανεπίγραφοι καὶ |
|
άσαμοι, συνφέρον δέ [ε]στι καὶ τούτους ήμειν επισάμους επιγρ[α]- |
|
[φ]ὰν έχοντας ότι θεο(ί)ς ανάκεινται, δεδόχθαι Λινδίοις· κυ τούδε |
|
[τ]ού ψα τοὶ αυτοὶ επιστάται μ[ισθω]σάντω εκάστου ανδριάντος τὰν |
35 |
[ε]πιγραφάν, διαχειρο[τονησ]άντων Λινδίων, ει δεί τού ευρίσ- |
|
κοντος κατακυρού[ν ἢ μ]ή, καὶ [εί κ]α [δ]όξη τού ευρίσκοντος κα- |
|
[τ]ακυρούν τὸ πεσὸν αργύριον, [α]πὸ τού[τ]ων καταβαλόμε- |
|
[ν]οι λ[όγ]ον, π[ό]σου ε[κ]ά[σ]το[υ α] επιγραφ[ὰ απε]δόθ[η] παραδόντω ιερὸν |
|
[ή]μ[ειν εις] πα[ρ]ακα[τ]α[θ]ήκαν τας Α[θ]άνας τ[α]ς Λινδία̣ς καὶ τ[ού] |
40 |
[Διὸς τού Πολιέ]ω̣ς̣· [τοὶ δέ] ὠνησά[μ]ε[ν]οι τὰς επιγραφὰς μὴ |
|
[εχόντων εξουσίαν απ]ε[νε]νκεί[ν] εκ τας άκρας ανδριάν[τας] |
|
[τρόπω μηδ]ενὶ μηδέ παρευρέσει μηδεμια ἢ ένοχοι εόντ[ω] |
|
[ασεβεί]α· πο̣ιησάμενοι δέ τὰν αίτησιν εχόντων εξουσ[ίαν] |
|
[μετενεγκ]είν ά κα συνχωρήσωσι διὰ τας αιτήσιος Λίν[δ]ιοι· |