Ψάφισμα Ἱππία Ἱππία τού Ἱππία Αργείου
    περὶ τας παρακαταθήκας τας Αθάνας.
Ι επ’ ιερέως τας Αθάνας Αριστείδα, τού δέ Ἁλίου Πλε[ι]-
στάρχου  Πα. ιϛ΄.  έδοξε μασ[τ]ροίς καὶ Λινδίοις  Ἱππίας γ΄ Αργ. είπε·
5 επειδὴ συνβαίνει τὰς μέν ποθόδους τὰς Λινδίων υστερείν, τὰ δέ ει[ς]
τὰς θυσίας καὶ παναγύ[ρε]ις αναλ[ώ]ματα πολλάκις επείγειν καὶ τού-
[τ]ω τρόπω τοὺς άρχοντας εις δυ[σχ]ρη̣στίαν ενπείπτειν, συνφέ̣-
ρον δέ εστι Λινδ[ίοι]ς̣ κ[α]ὶ τὰ[ς τώ]ν θεών τειμὰς καὶ τὸ τού [κ]οινού
πρέπον διαφυλά[σσ]εσθαι ό[ν]τος εξ ετοίμου αργυρίου εις τὰς
10 παναγύρεις καὶ τ[ὰ]ς τών θεών τειμάς· Τύχα Αγαθα· δεδό-
χθαι Λινδίοις· κυρωθέντος τούδε τού ψαφίσματος τὸ γεγο-
νὸς περίψαφον τ[ώ]ν ιεροταμιαν Μενεκράτευς καὶ Ασκλαπι-
άδα καὶ Ἁγησάνδρου απὸ τας ιεροταμείας αυτών εκ τας τ[ρι]-
[ε]τίας καὶ εί τι παρειλήφαντι εκ τούτου καὶ εί τί κα παραλάβωντ[ι]
15 [τ]οὶ ενεστακότες ιεροταμίαι Διονύσιος καὶ Καλλίμαχος κα[ὶ]
[Π]υθόδωρος, παραδόντω ιερὸν εις παρακαταθήκαν τας Αθάνα[ς]
[τ]ας Λινδίας καὶ τού Διὸς τού Πολιέως Καλλιστράτω β΄ τω ιερεί
[τ]ας Αθάνας εν[ια]υ̣σίω̣· [ομ]οίως δέ καὶ τοὶ επιστάται τοὶ άρχοντε[ς]
[τ]ὸν επ’ ιερέως Καλλ[ιστρ]άτου καὶ Ῥοδοπείθευς ενιαυ[τὸν]
20 [ελέ]σθων άνδρας [ε΄]  εγ μέν τών ιερατευκότων τ[ας]
[Α]θάνας γ΄, εγ δέ τών̣ [άλλω]ν Λινδίων β΄· τοὶ δέ αιρεθέ[ν]-
[τε]ς παραλαβόντ[ω παρ]ὰ τού ιερέως τας Αθάνας
τού δαμοσίου επ̣[ιστά]ν̣το[ς τ]ὰ αποκείμεν[α εν]
[τ]ω νακορείω χάλκ[ε]α καὶ σιδά̣[ρ]εα καὶ [ε]πιδειξάν[τω]
25 [τ]οίς μαστροίς καὶ Λινδίοι[ς εν τω] μα[στ]ρείω τω ε̣[ν τα]
[π]όλει αγομένω τω – – κα[ὶ αποδ]όσθω α[υ]τὰ παρα[κο]-
[λ]ουθούντων πασι καὶ τών̣ [δα]μοσίων καὶ αποδόμεν̣[οι]
παραδόντω τὸ πεσὸν [α]ργ̣ύ̣ριον [τ]ω ιερεί τας Αθάνα[ς]
[ι]ερὸν ήμειν εν παρακατ̣[αθ]ήκα τας Αθάνας τας Λινδί[ας]
30 καὶ τού Διὸς τού Πολιέω[ς]· επειδὴ δέ καὶ ανδριάντες
[τ]ινές εντι εν τα αναβ[ά]σει καὶ αυτα τα άκρα ανεπίγραφοι καὶ
άσαμοι, συνφέρον δέ [ε]στι καὶ τούτους ήμειν επισάμους επιγρ[α]-
[φ]ὰν έχοντας ότι θεο(ί)ς ανάκεινται, δεδόχθαι Λινδίοις· κυ τούδε
[τ]ού ψα τοὶ αυτοὶ επιστάται μ[ισθω]σάντω εκάστου ανδριάντος τὰν
35 [ε]πιγραφάν, διαχειρο[τονησ]άντων Λινδίων, ει δεί τού ευρίσ-
κοντος κατακυρού[ν ἢ μ]ή, καὶ [εί κ]α [δ]όξη τού ευρίσκοντος κα-
[τ]ακυρούν τὸ πεσὸν αργύριον, [α]πὸ τού[τ]ων καταβαλόμε-
[ν]οι λ[όγ]ον, π[ό]σου ε[κ]ά[σ]το[υ α] επιγραφ[ὰ απε]δόθ[η] παραδόντω ιερὸν
[ή]μ[ειν εις] πα[ρ]ακα[τ]α[θ]ήκαν τας Α[θ]άνας τ[α]ς Λινδία̣ς καὶ τ[ού]
40 [Διὸς τού Πολιέ]ω̣ς̣· [τοὶ δέ] ὠνησά[μ]ε[ν]οι τὰς επιγραφὰς μὴ
[εχόντων εξουσίαν απ]ε[νε]νκεί[ν] εκ τας άκρας ανδριάν[τας]
[τρόπω μηδ]ενὶ μηδέ παρευρέσει μηδεμια ἢ ένοχοι εόντ[ω]
[ασεβεί]α· πο̣ιησάμενοι δέ τὰν αίτησιν εχόντων εξουσ[ίαν]
[μετενεγκ]είν ά κα συνχωρήσωσι διὰ τας αιτήσιος Λίν[δ]ιοι·