[θεοί]. | |
έδοξ[εν] τήι̣ βουλήι καὶ τώι δήμωι· | |
Θεμισ[τοκλ]ή̣ς̣ Ν̣εοκλέ̣ους Φρεάρριος είπεν· | |
τὴ[μ] μέ̣ν̣ πό[λιν παρ]ακ̣α̣τ[αθέ]σθαι τήι Αθηναι τήι Αθηνώ- | |
5 | μ [μεδεο]ύ[σηι] κ[αὶ τοίς άλλ]οις θε̣οίς ά̣πα̣σιν φυλάττει- |
ν κ̣α̣[ὶ] α̣μ̣[ύνειν τὸμ βά]ρ̣β̣α̣ρ̣[ο]ν υπέρ τής χώρας· Αθηναίου- | |
[ς δ’ άπ]α̣[ντας καὶ τοὺς ξένο]υ̣ς τοὺς οικούντας Αθήνησι | |
[τὰ τέκ]ν[α καὶ τὰς γυναίκ]α̣ς̣ ε̣[ις] Τροιζήνα καταθέσθαι | |
τ̣[ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ 20 ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ] τού̣ α̣ρχηγέτου τής χώρας· τ- | |
10 | [οὺς δέ πρεσβύτας καὶ τὰ] κτήματα εις Σαλαμίνα καταθ- |
έ[σ]θ[αι· τοὺς δέ ταμίας καὶ τ]ὰς ιερέας εν τήι ακροπόλε- | |
[ι μένειν φυλάττοντας τὰ τώ]ν̣ θ̣εών· τοὺς δέ άλλους Αθη- | |
[ναίους άπαντας καὶ τοὺς ξέ]νο̣υς τοὺς ηβώντας εισβαί- | |
νειν ε̣[ις τὰς ετοιμασθ]ε̣[ί]σ̣[α]ς̣ διακοσίας ναύς καὶ αμύ- | |
15 | νεσ[θαι] τ[ὸμ βάρβαρον υπέρ τή]ς ελευθερίας τής τε εαυ- |
τώ̣ν [καὶ τών άλλων Ελλήνων] μετὰ Λακεδαιμονίων καὶ Κο- | |
ρ̣ι̣ν̣[θίων καὶ Αιγινητών] κ̣α̣ὶ τών άλλων τώμ βουλομένω- | |
[ν] κ̣οινω[νήσειν τού κινδύνο]υ· καταστήσαι δέ καὶ τριη̣- | |
[ρ]ά̣[ρχους διακοσίους ένα επὶ] τὴν ναύν εκάστην τοὺς [σ]- | |
20 | τρατη[γ]οὺ[ς αρχομένους τ]ήι αύριον ημέραι εκ τών κ[εκ]- |
τ̣η̣μ̣έ̣ν̣[ω]ν̣ γ̣[ήν] τ̣[ε κ]α̣ὶ̣ [οικί]αν Αθ[ή]νησι καὶ οίς άμ παίδ[ες] | |
ωσ̣ι γνή[σιοι μὴ πρεσβυτέρο]υς πεντήκοντα ετών κα̣[ὶ ε]- | |
πικλ[ηρώσαι αυτ]ο̣ί̣ς [τ]ὰς να̣ύς· vv καταλέξαι δέ καὶ επ̣[ι]- | |
βάτας [δ]έκα̣ [εφ’ εκάστη]ν ναύν εκ τών υπέρ είκοσιν έτη [γ]- | |
25 | εγονότω[ν μέχρι τριά]κο̣ντα ετών καὶ τοξότας τέτταρ- |
ας· δια[κληρώσαι δέ κ]α̣ὶ̣ [τ]ὰ̣ς̣ υ̣πηρεσίας επὶ τὰς ναύς ότ- | |
αμπερ κ[αὶ τοὺς τριηράρ]χους επικληρώσιν· αναγράψα- | |
ι δέ κα̣[ὶ τοὺς άλλους κατὰ] ναύ̣ν̣ τοὺς στρατηγοὺς εις λ- | |
ευκώ[ματα, τοὺς μέν Α]θ̣η̣ν̣α̣ί̣ο̣υ̣ς εκ τών ληξιαρχικών γρ- | |
30 | αμματεί̣[ων, τοὺς] δ̣έ̣ ξ[έν]ους εκ τών απογεγραμμένων πα̣- |
[ρ]ὰ̣ τ̣ώι [πολε]μ̣[άρχ]ω̣[ι]· ανα̣γράφειν δέ νέμοντας κατὰ τάξ- | |
ει[ς ε]ις διακοσία[ς] α̣[ν]ὰ̣ εκατὸν αριθμὸν καὶ επιγράψα- | |
ι τ̣ή̣ι̣ [τάξ]ει̣ ε̣κ̣ά̣στηι τής τρι̣ήρους τούνομα καὶ τού τρι- | |
η̣ράρχου καὶ τ̣ή̣ς̣ υ̣πηρε[σί]ας, όπως άν ειδώσιν εις οποί- | |
35 | αν τριήρη ε[μ]βήσεται η [τ]άξις ε[κ]άστη· επειδὰν δέ νεμη- |
θ̣ώσ̣ιν άπα[σ]αι αι τάξεις καὶ επικληρωθώσι ταίς τριή- | |
ρεσ̣ι, πλ̣η̣ρούν α̣[π]άσας̣ τὰς διακοσίας ναύς τὴμ βουλὴν | |
καὶ τ̣[ο]ὺ̣σ̣τρατηγ̣οὺ[ς θύ]σαντας αρεστήριον τώι Διὶ τώι | |
Παγκρατεί καὶ τήι Αθηναι {καὶ}(?) τήι Νίκηι καὶ τώι Ποσει- | |
40 | δώνι τώι Ασφα[λ]είωι· vv επειδὰν δέ πεπληρωμέναι ωσιν |
αι νήες̣, τα[ί]ς μέν εκατὸν αυτών βοηθείν επὶ τὸ Αρτεμίσ- | |
[ι]ο̣ν τ̣ὸ̣ Ευβοϊκόν, ταίς δέ εκατὸν αυτών περὶ τὴν Σαλαμ- | |
ίνα καὶ τὴν άλλην Αττικὴν ναυλοχείν καὶ φυλάττειν | |
τὴν χώρ̣α̣ν· όπως δ’ άν καὶ ομονοούντες άπαντες Αθηναίοι | |
45 | α̣μ̣ύ̣νωνται τὸμ βάρβαρον, τοὺς μέν μεθεστηκότας τὰ [δ]- |
[έκα] έτη απιέναι εις Σαλαμίνα καὶ μένειν αυτοὺς̣ ε̣[κε]- | |
[ί έως άν τι τώι δήμ]ω̣ι δόξηι περὶ αυτών· τοὺς δέ [ατίμου]- | |
[ς — — — — — — — — — —] reliquiae incertae — — — — — — — |
[- – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – -] | |
TE τὰν πόλιν απὸ τώ̣ν ΚΡ̣Ι̣Τ̣[- – – – τὰ δ]αμόσια συνφυ̣[λάσ]- | |
σειν τὰ απὸ προγόνων παραδ̣[εδ]ομένα α[υτα καὶ τὰ δίκαια οφ]είλοντα τηρείσθαι τ̣[ω] | |
τε δάμω τω Ῥωμαίων καὶ Σεβαστω Καίσαρι· περὶ [δέ τούτων έχοντος] τὰν πλείσταν φροντ[ί]- | |
δα Επινίκου τού γραμματέος τών συνέδρων [υ]πέρ̣ [τας πόλιο]ς περὶ τών συμφερόν- | |
5 | των, καθὼς καὶ παρ’ όλον τὸν ενιαυτὸν ποιείται, είνεκεν̣ [του ε]πισκευασθήμεν τὰ δα- |
μόσια καὶ παρακαλούντος τοὺς διὰ παντὸς ποιούντας τὰ [δί]καια ται πόλει Ἕλλανάς | |
τε καὶ Ῥωμαίους τοὺς εν αυτα κατοικούντας καὶ εν τω παρόντ[ι] υπολανβάνοντας τὸ | |
κοινα ασθενές αυτας κατ’ άνδρα υπεχομένους καὶ κατὰ δύναμιν εκ̣πληρούν τὸ βέλ- | |
τιστον επανγελλομένους εις τὰν επισκευὰν αυτας, εις άν υπέ[σχ]οντο, vacat | |
10 | Τείσαρχος Διονυσίου εις τὰν επισκευὰν τού αρχαίου γυμνασίου υποσχόμε[νος] δει- |
νάρια πεντακόσια επεσκεύασε τάν τε ολυμπικὰν στοὰν καὶ τὰν μέσαν vacat | |
Κράτων Αρχεδάμου τὰν γινομέναν αυτω έξοδον εις τὸ γυμνάσιον εις ξύλα δεινάρια – – – | |
ακόσια καὶ τὰ γινόμενα αυτω εν τω μετὰ Φιλόστρατον ενιαυτω εις εναγισμὸν Αριστομέ- | |
νει ταύρου δεινάρια εβδομήκοντα· vacat | |
15 | Τυχαμένης Δορκωνίδα δεινάρια τριακόσια· |
Λεύκιος Βέννιος Γλύκων δεινάρια χίλια· | |
Τείμαρχος Θέωνος δεινάρια διακόσια· | |
Πόπλιος Ουαλέριος Άνδρων δεινάρια τριακόσια· | |
Νικήρατος Θέωνος τὸ βουλείον καὶ τὰν ποτ’ αυτω στοὰν επισκευάσειν εκ τού ιδίου βίου· | |
20 | Καλλίας Απολλώνιου τὰν παντόπωλιν στοὰν ὡσαύτως επισκευάσειν· |
Μαρκος Αντώνιος Πρόκλος δεινάρια εκατόν· | |
Ευάμερος Φιλοκράτεος δεινάρια διακόσια· | |
Πόπλιος Λικήϊος δεινάρια εκατόν· | |
Πόπλιος Λικίνιος Κέλερ δεινάρια εκατόν· | |
25 | Πόπλιος Φλαμίνιος δεινάρια εκατόν· |
Τιβέριος Κλαύδιος Βουκκίων δεινάρια διακόσια πεντήκοντα· | |
Διονύσιος Αριστομένεος υπέρ Πλεισταρχίαν τὰν ματέρα δεινάρια πεντακόσια εις τὰν επι- | |
σκευὰν τού ναού τας Δάματρος καὶ τας στοας τας λεγομένας Νικαίου· | |
Διογένης Διογένεος υπέρ Διογένη καὶ Φιλωνίδαν καὶ Φιλόξενον δεινάρια εκατὸν πεντήκοντα· | |
30 | Τίτος Νίννιος Φιλιππίων δεινάρια πεντήκοντα· |
[Α]σκλάπων καὶ Ξενοκράτης οι Τιμοκράτεος δεινάρια εκατόν· | |
Νικηφόρος Σωτηρίδα μετὰ Σωτηρίδα τού υιού δεινάρια εκατόν· | |
Δομέτιος τὸν ναὸν επισκευάσειν τού Hρακλέος καὶ Ερμού εν γυμνασίω· Μηνας καὶ Λεύκιος Σάλβιος οι Ζωπύρου επισκευάσειν εν ᾧ | |
τὸ κρεοπώλιόν εστι καὶ τὰν ποτ’ αυτω στοὰν απὸ δειναρίων τριακοσίων· | |
35 | Λύσων Νικίππου τὸ λογείον τού δεικτηρίου. |
Καὶ συμβουλευόντων επαινείν αυτοὺς εφ’ ᾇ έσχηκαν υπέρ τας πόλιος φροντίδος εις τὸν δαμον | |
τών Ῥωμαίων καὶ ποτὶ τὸν Σεβαστὸν ευνοία, έδοξε τοίς συνέδροις επαινέσαι τοὺς επανγελ[λο]- | |
μένους επὶ πασι τοίς προγεγραμμένοις· όπως δέ ή διάδηλος α δεδομένα υπ’ αυτών τα πόλει χάρις | |
αναθείτω παρὰ τὸ Σεβαστείον Επίνικος ο γραμματεὺς τών συνέδρων εκ τών τας πόλιος εισόδων χαρά- | |
40 | ξαι εις στάλαν λιθίναν καθὼς έκαστος υπέσχετο καὶ ότι επὶ γραμματέος συνέδρων Επινίκου· ὡσ- |
αύτως δέ καθ’ έκαστον αναθημάτων τελεσθησομένων γινέσθω επιγραφὰ ότι υπέσχετο επὶ γραμ- | |
ματέως συνέδρων Επινίκου. |
Επὶ θεοκόλου Λέωνος, γραμματέ- | |
ος τού συνεδρίου Στρατοκλέος. | |
Κόιντος Φάβιος Κοΐντου Μάξιμος ανθύπατος Ῥωμαίων Δυμαί- | |
ων τοίς άρχουσι καὶ συνέδροις καὶ τήι πόλει χαίρειν· τών περὶ | |
5 | Κυλλάνιον συνέδρων εμφανισάντων μοι περὶ τών συντελε- |
σθέντων παρ’ υμίν αδικημάτων, λέγω δέ υπέρ τής εμπρήσε- | |
ως καὶ φθορας τών αρχ<εί>ων καὶ τών δημοσίων γραμμάτων, ων εγε- | |
γόνει αρχηγὸς τής όλης συγχύσεως Σώσος Ταυρομένεος ο | |
καὶ τοὺς νόμους γράψας υπεναντίους τήι αποδοθείσηι τοίς | |
10 | [Α]χαιοίς υπὸ Ῥωμαίων πολιτ[εία]ι, περὶ ων τὰ κατὰ μέρος διή[λ]θο- |
[μεν εν Πά]τραις μετὰ τού παρόντ̣[ο]ς συμβουλίου· επεὶ ούν οι διαπρα- | |
[ξά]μενοι ταύτα εφαίνοντό μοι τής χειρίστης κ[ατασ]τάσεως | |
[κ]αὶ ταραχής κα[τασκευὴν] π̣οιούμενοι̣ [τοίς Έλλησι πασ]ι̣ν· ου μό– | |
ν[ον γὰρ] τής πρ[ὸ]ς αλλήλου[ς] ασυναλλ[α]ξ[ία]ς̣ καὶ χρε[ωκοπίας οι]- | |
15 | [κεί]α̣ αλλὰ καὶ [τ]ή̣ς αποδεδομένης κατὰ [κ]οινὸν τοίς Ἕλλη[σιν ε]- |
λευθερίας αλλότρια καὶ τή[ς] ημετέ[ρα]ς προαιρέσεως· εγ[ὼ πα]- | |
ρασχομένων τών κατηγόρων αληθινὰς αποδείξεις Σώ- | |
σον μέν τὸν γεγονότα αρχηγὸν̣ [τ]ών πραχθέντων καὶ νο- | |
μογραφήσαντα επὶ καταλύσει τής αποδοθείσης πολιτεί- | |
20 | [α]ς κρίνας ένοχον είναι θανάτωι πα[ρ]εχώρισα, ομοίως δέ καὶ |
[…]μίσκον Εχεσθένεος τών δαμιοργών τὸν συμπράξαντα | |
[τοί]ς εμπρήσασι τὰ αρχεία καὶ τὰ δημόσια γράμματα, επεὶ καὶ | |
[αυτὸς] ὡμολόγησεν· Τιμόθεον δέ Νικέα τὸμ μετὰ τού Σώσου | |
[γεγονό]τα νομογράφον, επεὶ έλασσον εφαίνετο ἠδικηκώς, ε- | |
25 | [πέταξα] προάγειν εις Ῥώμην ορκίσας, εφ’ [ω]ι τήι νουμηνίαι τού εν- |
[άτου μηνὸ]ς έστα[ι] εκεί καὶ εμφανίσας τ[ώι ε]π̣ὶ τών ξένων στρατη- | |
[γώι …].ΑΝ̣[.. π]ρότερον επάν̣εισ[ιν ει]ς οίκον, εὰ̣[ν μ]ὴ ΑΥ̣[…] | |
[- – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – -] |
Γραμματέως συνέδρων Φιλοξενίδα τού επὶ Θεοδώ̣[ρου] | |
δόγμα· | |
Επεὶ Πόπλιος Kορνήλιος Σκειπίων ο ταμίας καὶ αντιστράταγος ανυ- | |
περβλήτω χρώμενος ευνοία τα εις τὸν Σεβαστὸν καὶ τὸν οίκον αυ- | |
5 | τού πάντα μίαν τε μεγίσταν καὶ τιμιωτάταν ευχὰν πεποιημένος, |
εις άπαν αβλαβή τούτον φυλάσσεσθαι, ὡς απὸ τών καθ’ έκαστον εαυτού | |
επιδείκνυται έργων, ετέλεσε μέν τὰ Kαισάρεια μηδέν μήτε δαπάνας | |
μήτε φιλοτιμίας ενλείπων μηδέ τας υπέρ ταν διὰ τού Σεβαστού θυσιαν | |
ευχαριστίας ποτὶ τοὺς θεοὺς άμα καὶ τὰς πλείστας τών κατὰ τὰν επα- ρχείαν πό- | |
10 | λεων σὺν εαυτω τὸ αυτὸ τούτο ποιείν κατασκευασάμενος· επιγνοὺς δέ καὶ Γάιον |
τὸν υιὸν τού Σεβαστού τὸν υπέρ τας ανθρώπων πάντων σωτηρίας τοίς βαρβάροις μα- | |
χόμενον υγιαίνειν τε καὶ κινδύνους εκφυγόντα αντιτετιμωρήσθαι τοὺς πολε- | |
μίους, υπερχαρὴς ὢν επὶ ταίς αρίσταις ανγελίαις, στεφαναφορείν τε πάντοις δι- | |
έταξε καὶ θύειν, απράγμονας όντας καὶ αταράχους, αυτός τε βουθυτών περὶ | |
15 | τας Γαΐου σωτηρίας καὶ θέαις επεδαψιλεύσατο ποικίλαις, ὡς έριν μέν γείνε- |
σθαι τὰ γενόμενα τών γεγονότων, τὸ δέ σεμνὸν αυτού δι’ ίσου φυλαχ- θήμεν, εφιλο- | |
τιμήθη δέ καὶ διαλιπὼν απὸ ταν Kαίσαρος αμεραν αμέρας δύο τὰν αρχὰν ταν | |
υπέρ Γαΐου θυσιαν ποιήσασθαι απὸ τας αμέρας εν ᾇ τὸ πρώτον ύπατος απεδεί- | |
χθη· διετάξατο δέ αμίν καὶ καθ’ έκαστον ενιαυτὸν τὰν αμέραν ταύταν
μετὰ |
|
20 | θυσιαν καὶ στεφαναφορίας διάγειν όσοις δυνάμεθα ιλαρώτατα καὶ [. . . . .]τατα, |
έδοξε τοίς συνέδροις πρὸ δέκα πέντε καλανδών [- – – – – – – – – – – – – – – – – – – -] |