Έτους σμα΄, μη(νὸς) Πανήμου β΄· | |
Μεγάλη Άρτεμις Αναει- | |
τις καὶ Μὶς Τιαμου· επὶ | |
Ιουκούνδος εγένετο εν | |
5 | διαθέσι μανικη καὶ υπὸ πάν- |
των διεφημίσθη ὡς υπὸ | |
Τατίας τής πενθερας αυ- | |
τού φάρμακον αυτω δεδόσ- | |
θαι, η δέ Τατιὰς επέστησεν | |
10 | σκήπτρον καὶ αρὰς έθηκεν |
εν τω ναω ὡς ικανοποιού- | |
σα περὶ τού πεφημίσθαι αυ- | |
τὴν εν συνειδήσι τοιαύτη, | |
οι θεοὶ αυτὴν εποίησαν εν | |
15 | κολάσει, ήν ου διέφυγεν· ο- |
μοίως καὶ Σωκράτης ο υιὸς | |
αυτής παράγων τὴν ίσοδον | |
τὴν ις τὸ άλσος απάγουσαν | |
δρέπανον κρατών αμπελοτό- | |
20 | μον, εκ τής χειρὸς έπεσεν |
αυτω επὶ τὸν πόδα καὶ ού- | |
τως μονημέρω κολάσει α- | |
πηλλάγη. Μεγάλοι ούν οι θε- | |
οὶ οι εν Αζιττοις· επεζήτησαν | |
25 | λυθήναι τὸ σκήπτρον καὶ τὰς |
αρὰς τὰς γενομένας εν τω | |
ναω· ἃ έλυσαν τὰ Ιοκούνδου | |
καὶ Μοσχίου, έγγονοι δέ τής | |
Τατίας, Σωκράτεια καὶ Μοσχας | |
30 | καὶ Ιουκούνδος καὶ Μενεκρά- |
της κατὰ πάντα εξειλασάμενοι | |
τοὺς θεοὺς, καὶ απὸ νοίν ευλογού- | |
μεν στηλλογραφήσαντες τὰς δυ- | |
νάμις τών θεών. |