| [δαμι]οργού δέ Καιρογένευς Λευ[κ]αθέου. | |
| Αυτοκράτωρ Καίσαρ θεού υιὸς Σεβαστὸς αρχιερεὺς | |
| ύπατος τὸ δωδέκατον αποδεδειγμένος | |
| καὶ δημαρχικής εξουσίας τὸ οκτωικαιδέκατον | |
| 5 | Κνιδίων άρχουσι βουλήι δήμωι χαίρειν· οι πρέσ- |
| βεις υμών Διονύσιος β καὶ Διονύσιος β τού Διονυ- | |
| σίου ενέτυχον εν Ῥώμη μοι καὶ τὸ ψήφισμα αποδόντες | |
| κατηγόρησαν Ευβούλου μέν τού Αναξανδρίδα τεθνει- | |
| ώτος ήδηι, Τρυφέρας δέ τής γυναικὸς αυτού παρούσης | |
| 10 | περὶ τού θανάτου τού Ευβούλου τού Χρυσίππου. vac. εγὼι |
| δέ εξετάσαι προστάξας Γάλλωι Ασινίωι τώι εμώι φίλωι | |
| τών οικετών τοὺς ενφερομένους τήι αιτία διὰ βα- | |
| σάνων έγνων Φιλείνον τὸν Χρυσίππου τρείς νύ- | |
| κτας συνεχώς επεληλυθότα τήι οικία τήι Ευβού- | |
| 15 | λου καὶ Τρυφέρας μεθ’ ύβρεως καὶ τρόπωι τινὶ πολι- |
| ορκίας, τήι τρίτηι δέ συνεπηιγμένον καὶ τὸν αδελ- | |
| φὸν Εύβουλον, τοὺς δέ τής οικίας δεσπότας Εύβου- | |
| λον καὶ Τρυφέραν, ὡς ούτε χρηματίζοντες πρὸς | |
| τὸν Φιλείνον ούτε αντιφραττόμενοι ταίς προσ- | |
| 20 | βολαίς ασφαλείας εν τήι εαυτών οικίαι τυχείν ἠδύναν- |
| το, προστεταχχότας ενὶ τών οικετών ουκ αποκτεί- | |
| ναι, ὡς ίσως άν τις υπ’ οργής ου[κ] αδίκου προήχθηι, αλ- | |
| λὰ ανείρξαι κατασκεδάσαντα τὰ κόπρια αυτών· τὸν | |
| δέ οικέτην σὺν τοίς καταχεομένοις είτε εκόντα | |
| 25 | είτε άκοντα –αυτὸς μέν γὰρ ενέμεινεν αρνούμενο[ς]- |
| αφείναι τὴν γάστραν, τὸν Εύβουλον υποπεσείν δικαιό- | |
| τερον άν σωθέντα ταιδελφού. πέπονφα δέ υμείν καὶ α[υ]- | |
| [τ]ὰς τὰς ανακρίσεις. vac. εθαύμαζον δ’ άν, πώς εις τόσον | |
| έδεισαν τὴν παρ’ υμείν εξετασίαν τών δούλων οι φ[εύ]- | |
| 30 | γοντες τὴν δίκην, ει μή μοι σφόδρα αυτοίς εδόξ[ατε] |
| χαλεποὶ γεγονέναι καὶ πρὸς τὰ εναντία μισοπόνη[ροι], | |
| μὴ κατὰ τών αξίων παν οτιούν παθείν, vac. επ’ αλλο[τρίαν] | |
| οικίαν νύκτωρ μεθ’ ύβρεως καὶ βίας τρὶς επεληλυ[θό]- | |
| των καὶ τὴν κοινὴν απάντων υμών ασφάλειαν [αναι]- | |
| 35 | ρούντων αγανακτούντες, αλλὰ κατὰ τών καὶ ην[ικ’ ἠ]- |
| μύνοντο ἠτυχηκότων, ἠδικηκότων δέ ουδ’ έστ[ιν ό τι]. | |
| αλλὰ νύν ορθώς άν μοι δοκείτε ποιήσαι τήι εμήι [περὶ τού]- | |
| των γνώιμηι προνοήσαντες καὶ τὰ εν τοίς δημ[οσίοις] | |
| υμών ομολογείν γράμματα. έρρωσθε. |