Επὶ στεφανηφόρου Τιβερίου Πανκρατίδου τού | |
Διοφάντου —— μηνὸς —— Κουρεώνος Σεβαστ[η·] | |
έδοξεν τη βουλη καὶ τω δήμω, γνώμη στρα- | |
τηγών καὶ τού γραμματέως τού δήμου κα[ὶ] | |
5 | αρχιερέως τών πατρίων θεών καὶ τών Σε- |
βαστών Παμμένους τού Διοκλέους· | |
επ<ε>ὶ Τιβέριος Κλαύδιος Σεβαστού απελεύ- | |
θερος Τύραννος, πολείτης ημέτερος, ανὴ[ρ] | |
δεδοκιμασμένος τοίς θείοις κριτηρίοις | |
10 | τών Σεβαστών επί τε τη τέχνη τής ιατρι- |
κής καὶ τη κοσμιότητι τών ἠθών, παραγενόμενος | |
ις τὴν πατρίδα ανάλογον πεποίηται τὴν επιδη- | |
μίαν τη περὶ εαυτὸν εν πασι σεμνότητι, προσ- | |
ενεχθεὶς φ[ι]λανθρώπως πασι τοίς πολείταις | |
15 | ὡς μηδένα υφ’ αυτού παρὰ τὴν αξίαν τού καθ’ ε̣- |
αυτὸν μεγέθους επιβεβαρήσθαι, εφ’ οίς η βουλὴ | |
καὶ ο δήμος αποδεχόμενο[ι] τὸν άνδρα προσ- | |
ήκον ήγηνται τιμήσαι αυτόν· δεδόχθαι τη | |
βουλη καὶ τω δήμω τετιμήσθαι Τιβέριον Κλαύ- | |
20 | διον Σεβαστού απελεύθερον Τύραννον καὶ |
είναι εν αποδοχη τω δήμω, δεδόσθαι τε αυ- | |
τω ατέλειαν πάντων <δέ> τών τελών ων κατεσ- | |
κεύακε εργαστηρίων επὶ τής χώρας ἧς | |
κώμη Καδυίη. |
Έτους σμα΄, μη(νὸς) Πανήμου β΄· | |
Μεγάλη Άρτεμις Αναει- | |
τις καὶ Μὶς Τιαμου· επὶ | |
Ιουκούνδος εγένετο εν | |
5 | διαθέσι μανικη καὶ υπὸ πάν- |
των διεφημίσθη ὡς υπὸ | |
Τατίας τής πενθερας αυ- | |
τού φάρμακον αυτω δεδόσ- | |
θαι, η δέ Τατιὰς επέστησεν | |
10 | σκήπτρον καὶ αρὰς έθηκεν |
εν τω ναω ὡς ικανοποιού- | |
σα περὶ τού πεφημίσθαι αυ- | |
τὴν εν συνειδήσι τοιαύτη, | |
οι θεοὶ αυτὴν εποίησαν εν | |
15 | κολάσει, ήν ου διέφυγεν· ο- |
μοίως καὶ Σωκράτης ο υιὸς | |
αυτής παράγων τὴν ίσοδον | |
τὴν ις τὸ άλσος απάγουσαν | |
δρέπανον κρατών αμπελοτό- | |
20 | μον, εκ τής χειρὸς έπεσεν |
αυτω επὶ τὸν πόδα καὶ ού- | |
τως μονημέρω κολάσει α- | |
πηλλάγη. Μεγάλοι ούν οι θε- | |
οὶ οι εν Αζιττοις· επεζήτησαν | |
25 | λυθήναι τὸ σκήπτρον καὶ τὰς |
αρὰς τὰς γενομένας εν τω | |
ναω· ἃ έλυσαν τὰ Ιοκούνδου | |
καὶ Μοσχίου, έγγονοι δέ τής | |
Τατίας, Σωκράτεια καὶ Μοσχας | |
30 | καὶ Ιουκούνδος καὶ Μενεκρά- |
της κατὰ πάντα εξειλασάμενοι | |
τοὺς θεοὺς, καὶ απὸ νοίν ευλογού- | |
μεν στηλλογραφήσαντες τὰς δυ- | |
νάμις τών θεών. |
αγαθήι τύχηι, ι̣ε̣ρ̣ονομούντος | |
Δημητρίου, μηνὸς Θαργηλιώνος | |
δευτέραι, Αλέξων Δάμωνος εί- | |
πεν· νόμον είναι Γαμβρειώταις | |
5 | τὰς πενθούσας έχειν φαιὰν εσθή- |
τα μὴ κατερρυπωμένην· χρήσθαι | |
δέ καὶ τοὺς άνδρας καὶ τοὺς παίδας | |
τοὺς πενθούντας εσθήτι φαιαι, | |
εὰμ μὴ βούλωνται λευκήι· επιτε- | |
10 | λείν δέ τὰ νόμιμα τοίς αποιχομέ- |
νοις έσχατον εν τρισὶ μησίν, τώι δέ | |
τετάρτωι λύειν τὰ πένθη τοὺς άν- | |
δρας, τὰς δέ γυναίκας τώι πέμπτωι, | |
καὶ εξανίστασθαι εκ τής κηδείας | |
15 | καὶ εκπορεύεσθαι τὰς γυναίκας |
τὰς εξόδους τὰς εν τώι νόμωι γε- | |
γραμμένας επάναγκον· τὸν δέ γυ- | |
ναικονόμον τὸν υπὸ τού δήμου αι- | |
ρούμενον τοίς αγνισμοίς τοίς πρὸ | |
20 | τών Θεσμοφορίων επεύχεσθαι τοίς εμ- |
μένουσιν καὶ ταίς πειθομέναις τώι- | |
δε τώι νόμωι εύ είναι καὶ τών υπαρχόν- | |
των αγαθών όνησιν, τοίς δέ μὴ πειθο- | |
μένοις μηδέ ταίς εμμενούσαις τα- | |
25 | ναντία· καὶ μὴ όσιον αυταίς είναι, ὡς |
ασεβούσαις, θύειν μηθενὶ θεών επὶ δέ- | |
κα έτη· τὸν δέ μετὰ Δημήτριον | |
στεφανηφόρον ταμίαν αιρεθέντα | |
αναγράψαι τόνδε τὸν νόμον εις δύο | |
30 | στήλας καὶ αναθείναι τὴμ μέν |
μίαν πρὸ τών θυρών τού Θεσμοφο- | |
ρίου, τὴν δέ πρὸ τού νεὼ τής Αρτέ- | |
μιδος τής Λοχίας· ανενεγκάτω | |
δέ ο ταμίας τὸ ανάλωμα τὸ γε- | |
35 | νόμενον εις τὰστήλας τώι |
πρώτωι λογιστηρίωι. |
(Face Α)
υπέρ βασιλέως Αριαρά- | |
θους Επιφανούς Ατηζωας | |
Δρυηνου γυμνασιαρχήσας | |
καὶ αγωνοθετήσας Ερμη | |
5 | καὶ Hρακλεί α[να]γραφὴν γυ- |
μνασίαρχων [τών] απὸ τού | |
ε’ έτους· [ v. Ατηζ]ωας Δρυη- | |
νου, [ . . . . . . ] Hρακλείδου |
(Face Β)
Αθήναιος Hγ[
[ – – – η βουλὴ καὶ ο δήμος ετίμησαν – – ] | |
[ (τὸν δείνα) Hρακλείδου καὶ (τὸν δείνα)] | |
[Hρ]α̣κλείδου τὸν καὶ Ση[ …., τών πρώ-] | |
[τ]ων φίλων βασιλέως Αριοβαρ[ζάνου] | |
5 | [Φ]ιλορωμαίου καὶ μάλιστα πιστευομ̣[έ-] |
νων καὶ τιμωμένων παρ’ αυτώι, γέ̣γ[ο]ν̣ό- | |
τας δέ καὶ επ[ὶ] τής πόλεως καὶ [τοὺς α-] | |
δ̣ελφοὺς τοὺς κοινοὺς ευεργέ[τας α-] | |
ρετής ένεκεν καὶ ευνοίας, ἧς έχο[ντες] | |
10 | διατελούσι είς τε τοὺς βασιλείς |
[κ]αὶ τὸν δήμον, οι δέ ανδριάντες | |
[αυτών ανέ]σθησαν τιμη δημοσία. |