– – – – – – – – – – – – – – – – – – – – – – – | |
[- – – – – – – – ? μέ εξε̂μεν καταλ]- | |
ύ̣εσθαι [τὸ]ν̣ πόλεμον ḥι̣στ̣ι̣αι̣έ̣- | |
ας χορὶς Θεβαίον· hαγεμονία- | |
ν δέ ε̂μεν το̂ πολέμο Θεβαίον καὶ̣ | |
4 | κατὰ γαν καὶ κάτ θάλατταν. |
vacat |
〚θε〛 οι 〚∶〛 {⁵θεοί ∶}⁵ πρέσβες εγ Λεον[τ]- | |
ίνον ℎοὶ τέγ χσυμμαχί- | |
αν εποέσαντο καὶ τὸν ℎ- | |
όρκον Τιμένορ Αγαθοκ- | |
5 | λέος, Σο͂σις Γλαυκίο Γέ- |
λον Εχσεκέστο, γραμμα- | |
τεὺς Θεότιμος Ταυρίσ- | |
κο· επ’ Αφσεύδος άρχοντ- | |
ος καὶ τε͂ς βολε͂ς ℎε͂ι Κρ- | |
10 | ιτιάδες εγραμμάτευε· |
έδοχσεν τε͂ι βολε͂ι καὶ | |
το͂ι δέμοι· Ακαμαντὶς ε- | |
πρυτάνευε, Χαρίας εγρ- | |
αμμάτευε, Τιμόχσενος | |
15 | επεστάτε, Καλλίας ε-νν |
ίπε· τέμ μέν χσυμμαχία- | |
ν είναι Αθεναίοις καὶ | |
Λεοντίνοις καὶ τὸν όρ̣- | |
κον δο͂ναι καὶ δέχσασ- | |
20 | [θαι· ομόσ]αι δέ Αθεναί- |
[ος τάδε· σύ]νμα[χ]οι εσόμ- | |
[εθα Λεοντ]ίν[οις αί]δ̣ιο- | |
[ι αδόλος κ]αὶ [αβλα]βο͂ς· | |
[Λεοντίνο]ς ο[μο͂ς ο]μόσ- | |
25 | [αι· σύνμαχοι εσόμ]εθα |
[Αθεναίοις αίδιοι] αδό- | |
[λος καὶ αβλαβο͂ς· π]ερὶ | |
[․ ․ ․ ․ ․ ․ 14 ․ ․ ․ ․ ․ ․ ]μπο | |
[ ․ ․ ․ ․ ․ ․ 14 ․ ․ ․ ․ ․ ․ ]ενα | |
30 | [ ․ ․ ․ ․ ․ ․ 14 ․ ․ ․ ․ ․ ․ ]δεε |
[ ․ ․ ․ ․ ․ ․ 15 ․ ․ ․ ․ ․ ․ ․ ]σθ | |
[ ․ ․ ․ ․ ․ ․ 15 ․ ․ ․ ․ ․ ․ ․ ]οπ | |
lacuna | |
[— — — ․ ․ ․ ]ι — — — | |
[— — — ․ ]εαθ — — — | |
35 | [— — — —]ιοι v — — |
36 | vacat |
[ Θ ] ε ὸ ς α γ α θ [ ό ς .] | |
Αγαθαι τύχαι καὶ επὶ σωτηρίαι· επὶ κόσμ[ων εν μέν] | |
Ἱεραπύτναι τών σὺν Ενίπαντι τώ Ερμαίω μ̣[ηνὸς] | |
Ἱμαλίω, εν δέ Πριανσιοί επὶ κόσμων τών σὺ[ν Νέωνι τώ] | |
5 | Χιμάρω καὶ μηνὸς Δρομήιω· vac. τάδε συνέθε[ντο καὶ συνευ]- |
δόκησαν αλλάλοις Ἱεραπύτνιοι καὶ Πριάνσιοι [εμμένον]- | |
τες εν ταίς προϋπαρχώσαις στάλαις ιδίαι τε [ται κειμέναι] | |
Γορτυνίοις καὶ Ἱεραπ̣υτνίοις καὶ ται κατὰ κοινὸν̣ [Γορτυνίοις] | |
καὶ Ἱεραπυτνίοις καὶ Πριανσίοις καὶ εν ται φιλίαι [καὶ συμμα]- | |
10 | χίαι καὶ όρκοις τοίς προγεγονόσι εν ταύταις τ[αίς πόλεσιν] |
καὶ επὶ ται χώραι αι εκάτεροι έχοντες καὶ κρατόν[τες τὰν συν]- | |
θήκαν έθεντο ες τὸν πάντα χρόνον· vac. Ἱεραπυτν̣[ίοις] | |
καὶ Πριανσίο<ι>ς ήμεν παρ᾿ αλλάλοις ισοπολιτείαν καὶ επιγα- | |
μίας καὶ ένκτησιν καὶ μετοχὰν καὶ θείων καὶ ανθρωπίνων | |
15 | πάντων, όσοι κα έωντι έμφυλοι παρ᾿ εκατέροις, καὶ πωλόν- |
τας καὶ ὠνωμένος καὶ δανείζοντας καὶ δανειζομένος | |
καὶ τάλλα πάντα συναλάσσοντας κυρίος ήμεν κατὰ | |
τὸς υπάρχοντας παρ᾿ εκατέροις νόμος· vac. εξέστω δέ τώι | |
τε Ἱεραπυτνίωι σπείρεν εν ται Πριανσίαι καὶ τώι Πριαν- | |
20 | σιεί εν ται Ἱεραπυτνίαι διδώσι τὰ τέλεα καθάπερ οι άλλοι |
πολίται κατὰ τὸς νόμος τὸς εκατέρη κειμένος· vac. ει δέ τί | |
κα ο Ἱεραπύτνιος υπέχθηται ες Πριανσ{ι}ὸν ἢ ο Πριανσιεὺς | |
ες Ἱεράπυτναν οτιούν, ατελέα έστω καὶ εσαγομένωι καὶ | |
εξαγομένωι αυτὰ καὶ τούτων τὸς καρπὸς καὶ κατὰ γαν | |
25 | καὶ κατὰ θάλασσαν· ων δέ κα αποδώται κατὰ θάλασσαν εώ- |
σας εξαγωγας τών υπεχθεσίμων αποδότω τὰ τέλεα | |
κατὰ τὸς νόμος τὸς εκατερή κειμένος· vac. κατὰ ταυτὰ δέ | |
καὶ εί τίς κα νέμ̣[ηι ατε]λὴς έστω· αι δέ κα σίνηται αποτεισά- | |
τω τὰ επιτίμια [ο] σι[νό]μενος κατὰ τὸς νόμος τὸς εκατερή κει- | |
30 | μένος. Πρειγήια δέ ω [κ]α χρείαν έχηι πορηίω, παρεχόντων |
οι μέν Ἱεραπύτνιοι κόσμοι τοίς Πριανσιεύσι, οι δέ Πριανσιέ<ε>ς | |
κόσμοι τοίς Ἱεραπυτνίοις· αι δέ μὴ παρισχαίεν, αποτεισάν- | |
των οι επίδαμοι τών κόσμων ται πρειγείαι στατήρας δέκα· | |
ο δέ κόσμος ο τών Ἱεραπυτνίων ερπέτω εν Πριανσιοί ες | |
35 | τὸ αρχείον καὶ εν εκκλησίαι καθήσθω μετὰ τών κόσμων, |
ὡσαύτως δέ καὶ ο τών Πριανσιέων κόσμος ερπέτω εν Ἱε- | |
ραπύτναι ες τὸ αρχείον καὶ εν εκκλησίαι καθήσθω μετὰ | |
τών κόσμων· εν δέ τοίς Hραίοις καὶ εν ταίς άλλαις εορταίς | |
οι παρατυγχάνοντες ερπόντων παρ᾿ αλλάλος ες ανδρήι- | |
40 | ον καθὼς καὶ οι άλλοι πολίται· αναγινωσκόντων δέ τὰν |
στάλαν κατ᾿ ενιαυτὸν οι τόκ᾿ αεὶ κοσμόντες παρ᾿ εκατέ- | |
ροις εν τοίς Ὑπερβώιοις καὶ προπαραγγελόντων αλλά- | |
λοις πρὸ αμεραν δέκα ή κα μέλλωντι αναγινώσκεν· | |
οποίοι δέ κα μὴ αναγνώντι ἢ μὴ παραγγήλωντι απο- | |
45 | τεισάντων οι αίτιοι τούτων στατήρας εκατόν, οι μέν |
Ἱεραπύτνιοι κόσμοι τών Πριανσιέων ται πόλει, οι δέ | |
Πριανσιέες Ἱεραπυτνίων ται πόλει· vac. αι δέ τις αδικοίη | |
τὰ συνκείμενα κοιναι διαλύων ἢ κόσμος ἢ ιδιώτας, ε- | |
ξέστω τώι βωλομένωι δικάξασθαι επὶ τώ κοινώ δι- | |
50 | καστηρίω τίμαμα επιγραψάμενον τας δίκας κατὰ τὸ |
αδίκημα ό κά τις αδικήσηι· καὶ εί κα νικάσηι, λαβέτω τὸ | |
τρίτον μέρος τας δίκας ο δικαξάμενος, τὸ δέ λοιπὸν έσ- | |
τω ταν πόλεων· αι δέ τι θεών βωλομένων έλοιμεν αγα- | |
θὸν απὸ τών πολεμίων, ἢ κοιναι εξοδούσαντες ἢ ιδίαι τι- | |
55 | νές παρ᾿ εκατέρων ἢ κατὰ γαν ἢ κατὰ θάλασσαν, λαν- |
χανόντων εκάτεροι κατὰ τὸς άνδρας τὸς έρποντας | |
καὶ τὰς δεκάτας λαμβανόντων εκάτεροι ες τὰν ιδί- | |
αν πόλιν· υπέρ δέ τών προγεγονότων παρ᾿ εκατέροις | |
αδικημάτων αφ᾿ ω τὸ κοινοδίκιον απέλιπε χρόνω, ποιη- | |
60 | σάσθων τὰν διεξαγωγὰν οι σὺν Ενίπαντι καὶ Νέωνι κό[σ]- |
μοι εν ωι κα κοιναι δόξηι δικαστηρίω αμφοτέραις ταίς πό- | |
λεσι επ᾿ αυτών κοσμόντων καὶ τὸς εγγύος καταστασάν- | |
των υπέρ τούτων αφ᾿ ας κα αμέρας α στάλα τεθήι εμ μη- | |
νί· υπέρ δέ τών ύστερον εγγινομένων αδικημάτων προ- | |
65 | δίκωι μέν χρήσθων καθὼς τὸ διάγραμμα έχει· περὶ δέ τώ |
δικαστηρίω οι επιστάμενοι κατ᾿ ενιαυτὸν παρ᾿ εκατέροις | |
κόσμοι πόλιν στανυέσθων άγ κα αμφοτέραις ταίς πόλεσ[ι] | |
[δό]ξηι εξ ας τὸ επικριτήριον τέλεται, καὶ εγγύος καθιστάν- | |
των αφ᾿ ας κα αμέρας επισταντι επὶ τὸ αρχείον εν διμήνωι, | |
70 | καὶ διεξαγόντων ταύτα επ᾿ αυτών κοσμόντων κατὰ τὸ |
δοχθέν κοιναι σύμβολον· αι δέ κα μὴ ποιήσωντι οι κόσμοι κα- | |
θὼς γέγραπται, αποτεισάτω έκαστος αυτών στατήρας | |
πεντήκοντα, οι μέν Ἱεραπύτνιοι κόσμοι Πριανσίων ται πόλει, | |
οι δέ Πριάνσιοι κόσμοι Ἱεραπυτνίων ται πόλει· αι δέ τί κα | |
75 | δόξηι αμφοτέραις ταίς πόλεσι βωλουομέναις επὶ τώι |
κοιναι συμφέροντι διορθώσασθαι, κύριον έστω τὸ διορ- | |
θωθέν· στασάντων δέ τὰς στάλας οι ενεστακότες ε- | |
κατερήι κόσμοι επ᾿ αυτών κοσμόντων, οι μέν Ἱεραπύ- | |
τνιοι εν τώι ιερώι τας Αθαναίας τας Πολιάδος καὶ οι | |
80 | Πριάνσιοι εν τώι ιερώι τας Αθαναίας τας Πολιάδος· |
οπότεροι δέ κα μὴ στάσωντι καθὼς γέγραπται απο- | |
τεισάντων τὰ αυτὰ πρόστιμα καθότι καὶ περὶ τών | |
δικαίων γέγραπται. |
fr. a | Θ ε ο ί. |
επὶ Πειθιδήμου άρχοντος επὶ τής Ερεχθείδος δευτέρας π- | |
[ρ]υτανείας· vacat | |
Μεταγειτνιώνος ενάτει ισταμένου, ενάτει τής πρυτανεί- | |
5 | ας· εκκλησία κυρία· τών προέδρων επεψήφιζεν Σώστρατος Κ- |
αλλιστράτου Ερχιεὺς καὶ συμπρόεδροι· vvv έδοξεν τώι δή- | |
μωι· vvv Χρεμωνίδης Ετεοκλέους Αιθαλίδης είπεν· επειδὴ | |
πρότερομ μέν Αθηναίοι καὶ Λακεδαιμόνιοι καὶ οι σύμμαχ- | |
οι οι εκατέρων φιλίαν καὶ συμμαχίαν κοινὴν ποιησάμενο- | |
10 | ι πρὸς εαυτοὺς πολλοὺς καὶ καλοὺς αγώνας ἠγωνίσαντο με- |
τ’ αλλήλων πρὸς τοὺς καταδουλούσθαι τὰς πόλεις επιχειρ- | |
ούντας, εξ ων εαυτοίς τε δόξαν εκτήσαντο καὶ τοίς άλλ[ο]ις | |
Ἕλλησιν παρεσκεύασαν τὴν ελευθερίαν· καὶ νύν δέ κ[α]ιρών | |
καθειληφότων ομοίων τὴν Ελλάδα πασαν διὰ το[ὺς κ]αταλύε- | |
15 | ιν επιχειρούντας τούς τε νόμους καὶ τὰς πατρίους εκάστ- |
οις πολιτείας ό τε βασιλεὺς Πτολεμαίος ακολούθως τεί τ- | |
ών προγόνων καὶ τεί τής αδελφής προ[α]ιρέσει φανερός εστ- | |
ιν σπουδάζων υπέρ τής κοινής τ[ών] Ελλήνων ελευθερίας· κ̣αὶ | |
ο δήμος ο Αθηναίων συμμαχία[ν] ποιησάμενος πρὸς αυτὸν καὶ | |
20 | τοὺς λοιποὺς Ἕλληνας εψήφισται παρακαλείν επὶ τὴν αυτὴ- |
ν προαίρεσιν· ὡσαύτως δέ καὶ Λακεδαιμόνιοι φίλοι καὶ σύμ- | |
μαχοι τού βασιλέως όντες Πτολεμαίου καὶ πρὸς τὸν δήμον τ- | |
ὸν Αθηναίων εισὶν εψηφισμένοι συμμαχίαν μετά τε Ἠλείων | |
καὶ Αχαιών καὶ Τεγεατών καὶ Μαντινέων καὶ Ὀρχομενίων κα- | |
25 | ὶ Φια[λέων] καὶ Καφυέων καὶ Κρηταέων όσοι εισὶν εν τεί συμμ- |
[αχίαι τ]εί Λακεδαιμονίων καὶ Αρέως καὶ τών άλλων συμμάχω- | |
[ν καὶ] πρέσβεις απὸ τών συνέδρων απεστάλκασιν πρὸς τὸν δή- | |
[μ]ον καὶ οι παραγεγονότες παρ’ αυτών εμφανίζουσιν τήν τε Λ- | |
ακεδαιμονίων καὶ Αρέως καὶ τών άλλων συμμάχων φιλοτιμί- | |
30 | αν, ήν έχουσιν πρὸς τὸν δήμον, καὶ τὴν περὶ τής συμμαχίας ομολ- |
ογίαν ήκουσι κομίζοντες· όπως άν ούν κοινής ομονοίας γενομ- | |
ένης τοίς Ἕλλησι πρός τε τοὺς νύν ἠδικηκότας καὶ παρεσπον- | |
δηκότας τὰς πόλεις πρόθυμοι μετὰ τού βασιλέως Πτολεμαίου | |
καὶ μετ’ αλλήλων υπάρχωσιν αγωνισταὶ καὶ τὸ λοιπὸν μεθ’ ομον– | |
35 | οίας σώιζωσιν τὰς πόλεις· vvvv αγαθεί τύχει δεδόχθαι τώ[ι δ]- |
ήμωι τὴμ μέν φιλίαν καὶ τὴν συμμαχίαν είναι Αθηναίοις κ[αὶ] | |
Λακεδαιμονίοις καὶ τοίς βασιλεύσιν τοίς Λακεδαιμον[ίων] | |
καὶ Ἠλείοις καὶ Αχαιοίς καὶ Τεγεάταις καὶ Μαντινεύσ[ιν κα]- | |
ὶ Ὀρχομενίοις καὶ Φιαλεύσιν καὶ Καφυεύσιν καὶ Κρητ[αεύσι]- | |
40 | ν όσοι εν τεί συμμαχίαι εισὶν τεί Λακεδαιμονίων κα[ὶ Αρέως] |
καὶ τοίς άλλοις συμμάχοις κυρίαν εις τὸν άπαντα [χρόνον, ήν] | |
ήκουσι κομίζοντες οι πρέσβεις· καὶ αναγράψα[ι αυτὴν τὸν γρ]- | |
αμματέα τὸν κατὰ πρυτανείαν εν στήληι χαλκ[ήι καὶ στήσαι ε]- | |
ν ακροπόλει παρὰ τὸν νεὼ τής Αθηνας τής Πο[λιάδος. ομόσαι δέ] | |
45 | [τὰ] αρχεία τοίς πρέσβεσιν τοίς παραγεγο[νόσιν παρ’ αυτών τὸ]- |
[ν όρκον τὸ]ν περὶ τής συμμαχίας κατὰ τὰ [πάτρια· v τοὺς δέ κεχε]- | |
fr. d | [ιρο]τον[ημένους] υπὸ τού δήμου πρ[έσβ]ε[ις αποπέμψαι οίτινες το]- |
[ὺς ό]ρκους απολ[ήψονται παρὰ] τ̣ώ̣[ν λοιπών Ελλήνων· vv χειροτο]- | |
[ν]ήσαι δέ καὶ συνέδρους [δύο τὸν δήμον αυτίκα μάλα εξ Αθηναίω]- | |
50 | ν απάντων οίτινες μετά τε Αρέω[ς καὶ τών απὸ τών συμμάχων α]- |
ποστελλομένων συνέδρων βουλεύσοντ̣[αι περὶ τών κοινήι συ]- | |
μφερόντων· μερίζειν δέ τοίς αιρεθείσ[ιν τοὺς επὶ τήι διοικ]- | |
ήσει εις εφόδια ού άν χρόνου αποδημώ[σιν ό τι άν διαχειροτο]- | |
νούντι δόξει τώι δήμωι· επαινέσαι δ[έ τοὺς εφόρους Λακεδαι]- | |
55 | μονίων καὶ Αρέα καὶ τοὺς συμμάχους [καὶ στεφανώσαι αυτοὺς] |
χρυσώι στεφάνωι κατὰ τὸν νόμον· επ[αινέσαι δέ καὶ τοὺς πρέσ]- | |
βεις τοὺς ήκοντας παρ’ αυτών v Θεομ[— — ca. 14 — — Λακεδα]- | |
ιμόνιον vv Αργείον Κλεινίου Ἠλείο[ν v καὶ στεφανώσαι εκάτ]- | |
ερον αυτών χρυσώι στεφάνωι κατὰ [τὸν νόμον φιλοτιμίας ένε]- | |
60 | κα καὶ ευνοίας ἧς έχουσιν περ[ί τε τοὺς άλλους συμμάχους κα]- |
ὶ τὸν δήμον τὸν Αθηναίων· είνα[ι δέ εκατέρωι αυτών καὶ άλλο αγ]- | |
αθὸν ευρέσθαι παρὰ τής βουλ[ής καὶ τού δήμου, ότου άν δοκώσιν] | |
άξιοι είναι. καλέσαι δέ αυτ[οὺς καὶ επὶ ξένια εις τὸ πρυτανεί]- | |
ον εις αύριον. αναγράψαι δέ [καὶ τόδε τὸ ψήφισμα τὸν γραμματέ]- | |
65 | α τὸν κατὰ πρυτανείαν ειστ[ήλην λιθίνην καὶ τὴν συνθήκην κα]- |
ὶ στήσαι εν ακροπόλει· εις [δέ τὴν αναγραφὴν καὶ ανάθεσιν τ]- | |
ής στήλης μερίσαι τοὺς επ[ὶ τήι διοικήσει τὸ ανάλωμα ό άν γέν]- | |
ηται. vvv σύνεδροι οίδε κ[εχειροτόνηνται· vacat ?] | |
vvvv Κάλλιππος Ελευσίν[ιος, — — — — — — — — — — —]
vacat |
|
70 | σπονδαὶ καὶ συμμαχία [Λακεδαιμονίοις καὶ τοίς συμμάχοις το]- |
ίς Λακεδαιμονίων πρὸς [Αθηναίους καὶ τοὺς συμμάχους τοὺς Αθην]- | |
αίων εις τὸν άπαντα [χρόνον. έχειν εκατέρους τὴν εαυτών ελευθέρ]- | |
ους όντας καὶ αυτον̣[όμους, πολιτείαν πολιτευομένους κατὰ] | |
τὰ πάτρια· εὰν δέ τ̣[ις ίει επὶ πολέμωι επὶ τὴν χώραν τὴν Αθην]- | |
75 | αίων ἢ τοὺς νόμο[υς καταλύει ἢ επὶ πολέμωι ίει επὶ τοὺς συμμά]- |
χους τοὺς Αθην[αίων, βοηθείν Λακεδαιμονίους καὶ τοὺς συμμάχ]- | |
ους τοὺς Λ[ακεδαιμονίων παντὶ σθένει κατὰ τὸ δυνατόν· εὰν δέ τ]- | |
ις ίει επὶ π[ολέμωι επὶ τὴν χώραν τὴν Λακεδαιμονίων ἢ τοὺς] | |
νόμους κατ[αλύει ἢ επὶ πολέμωι ίει επὶ τοὺς συμμάχους τοὺς Λ]- | |
80 | ακεδαιμ[ονίων, βοηθείν Αθηναίους καὶ τοὺς συμμάχους τοὺς Αθην]- |
[αίων παντὶ σθένει κατὰ τὸ δυνατόν·— — — — — — — — — — —] | |
fr. c | […………ca. 26 ……….]ΗΔ[…….. ca. 20 ………] |
fr. b | [……ca. 12 …..Λακεδαιμονίου]ς καὶ τοὺς συμμάχους Αθηνα[ί]- |
[οις καὶ τοίς συμμάχοις· vv ομό]σαι δέ Αθηνα[ί]ους μέν Λακεδαι- | |
85 | [μονίοις καὶ τοίς απὸ εκάστης] πόλεως τοὺς στρατηγοὺς καὶ τ- |
[ὴν βουλὴν καὶ τοὺς άλλους άρ]χοντας καὶ φυλάρχους καὶ ταξι- | |
[άρχους καὶ ιππάρχους· vv «ομ]νύω Δία Γ[ή]ν Ηλιον Άρη Αθηναν Αρε- | |
[ίαν Ποσειδώ Δήμητρα· vv ε]μ[μ]ενείν εν τεί συμμαχίαι τεί γεγ- | |
[ενημένηι· ευορκούσιν μέν] πολλ[ὰ κ]α̣γαθά, επιορκούσι δέ τανα- | |
90 | [ντία»· v Λακεδαιμονίους δέ] Αθη[να]ίοις ομόσαι κατὰ ταυτὰ τοὺ- |
[ς βασιλείς καὶ τοὺς εφόρο]υς [καὶ] τοὺς γέροντας· κατὰ ταυτὰ δ- | |
[έ ομόσαι καὶ κατὰ τὰ{τὰ}ς άλλας] πόλεις τοὺς άρχοντας. vv εὰν δ- | |
[έ δοκήι Λακεδαιμονίοις καὶ τ]οίς συμμάχοις καὶ Αθηναίοις | |
[άμεινον είναι προσθείναί τι] καὶ αφελείν περὶ τής συμμαχί- | |
95 | [ας, ό άν δοκήι αμφοτέροις, εύο]ρκον είναι. αναγράψαι δέ τὴν συ- |
[μμαχίαν εν στήλαις χαλκαί]ς καὶ στήσαι εν ιερώι όπου άν βού- | |
[λωνται.] vacat |