– – – – – – – – – – – – – – – – – – – – – – –
[- – – – – – – – ? μέ εξε̂μεν καταλ]-
ύ̣εσθαι [τὸ]ν̣ πόλεμον ḥι̣στ̣ι̣αι̣έ̣-
ας χορὶς Θεβαίον· hαγεμονία-
ν δέ ε̂μεν το̂ πολέμο Θεβαίον καὶ̣
4 κατὰ γαν καὶ κάτ θάλατταν.
                              vacat

 

〚θε〛 οι 〚∶〛 {⁵θεοί ∶}⁵ πρέσβες εγ Λεον[τ]-
ίνον ℎοὶ τέγ χσυμμαχί-
αν εποέσαντο καὶ τὸν ℎ-
όρκον Τιμένορ Αγαθοκ-
5 λέος, Σο͂σις Γλαυκίο Γέ-
λον Εχσεκέστο, γραμμα-
τεὺς Θεότιμος Ταυρίσ-
κο· επ’ Αφσεύδος άρχοντ-
ος καὶ τε͂ς βολε͂ς ℎε͂ι Κρ-
10 ιτιάδες εγραμμάτευε·
έδοχσεν τε͂ι βολε͂ι καὶ
το͂ι δέμοι· Ακαμαντὶς ε-
πρυτάνευε, Χαρίας εγρ-
αμμάτευε, Τιμόχσενος
15 επεστάτε, Καλλίας ε-νν
ίπε· τέμ μέν χσυμμαχία-
ν είναι Αθεναίοις καὶ
Λεοντίνοις καὶ τὸν όρ̣-
κον δο͂ναι καὶ δέχσασ-
20 [θαι· ομόσ]αι δέ Αθεναί-
[ος τάδε· σύ]νμα[χ]οι εσόμ-
[εθα Λεοντ]ίν[οις αί]δ̣ιο-
[ι αδόλος κ]αὶ [αβλα]βο͂ς·
[Λεοντίνο]ς ο[μο͂ς ο]μόσ-
25 [αι· σύνμαχοι εσόμ]εθα
[Αθεναίοις αίδιοι] αδό-
[λος καὶ αβλαβο͂ς· π]ερὶ
[․ ․ ․ ․ ․ ․ 14 ․ ․ ․ ․ ․ ․ ]μπο
[ ․ ․ ․ ․ ․ ․ 14 ․ ․ ․ ․ ․ ․ ]ενα
30 [ ․ ․ ․ ․ ․ ․ 14 ․ ․ ․ ․ ․ ․ ]δεε
[ ․ ․ ․ ․ ․ ․ 15 ․ ․ ․ ․ ․ ․ ․ ]σθ
[ ․ ․ ․ ․ ․ ․ 15 ․ ․ ․ ․ ․ ․ ․ ]οπ
        lacuna
[— — — ․ ․ ․ ]ι — — —
[— — — ․ ]εαθ — — —
35 [— — — —]ιοι v — —
36          vacat
[ Θ ] ε  ὸ  ς   α  γ  α  θ  [  ό  ς  .]
Αγαθαι τύχαι καὶ επὶ σωτηρίαι· επὶ κόσμ[ων εν μέν]
Ἱεραπύτναι τών σὺν Ενίπαντι τώ Ερμαίω μ̣[ηνὸς]
Ἱμαλίω, εν δέ Πριανσιοί επὶ κόσμων τών σὺ[ν Νέωνι τώ]
5 Χιμάρω καὶ μηνὸς Δρομήιω· vac. τάδε συνέθε[ντο καὶ συνευ]-
δόκησαν αλλάλοις Ἱεραπύτνιοι καὶ Πριάνσιοι [εμμένον]-
τες εν ταίς προϋπαρχώσαις στάλαις ιδίαι τε [ται κειμέναι]
Γορτυνίοις καὶ Ἱεραπ̣υτνίοις καὶ ται κατὰ κοινὸν̣ [Γορτυνίοις]
καὶ Ἱεραπυτνίοις καὶ Πριανσίοις καὶ εν ται φιλίαι [καὶ συμμα]-
10 χίαι καὶ όρκοις τοίς προγεγονόσι εν ταύταις τ[αίς πόλεσιν]
καὶ επὶ ται χώραι αι εκάτεροι έχοντες καὶ κρατόν[τες τὰν συν]-
θήκαν έθεντο ες τὸν πάντα χρόνον· vac. Ἱεραπυτν̣[ίοις]
καὶ Πριανσίο<ι>ς ήμεν παρ᾿ αλλάλοις ισοπολιτείαν καὶ επιγα-
μίας καὶ ένκτησιν καὶ μετοχὰν καὶ θείων καὶ ανθρωπίνων
15 πάντων, όσοι κα έωντι έμφυλοι παρ᾿ εκατέροις, καὶ πωλόν-
τας καὶ ὠνωμένος καὶ δανείζοντας καὶ δανειζομένος
καὶ τάλλα πάντα συναλάσσοντας κυρίος ήμεν κατὰ
τὸς υπάρχοντας παρ᾿ εκατέροις νόμος· vac. εξέστω δέ τώι
τε Ἱεραπυτνίωι σπείρεν εν ται Πριανσίαι καὶ τώι Πριαν-
20 σιεί εν ται Ἱεραπυτνίαι διδώσι τὰ τέλεα καθάπερ οι άλλοι
πολίται κατὰ τὸς νόμος τὸς εκατέρη κειμένος· vac. ει δέ τί
κα ο Ἱεραπύτνιος υπέχθηται ες Πριανσ{ι}ὸν ἢ ο Πριανσιεὺς
ες Ἱεράπυτναν οτιούν, ατελέα έστω καὶ εσαγομένωι καὶ
εξαγομένωι αυτὰ καὶ τούτων τὸς καρπὸς καὶ κατὰ γαν
25 καὶ κατὰ θάλασσαν· ων δέ κα αποδώται κατὰ θάλασσαν εώ-
σας εξαγωγας τών υπεχθεσίμων αποδότω τὰ τέλεα
κατὰ τὸς νόμος τὸς εκατερή κειμένος· vac. κατὰ ταυτὰ δέ
καὶ εί τίς κα νέμ̣[ηι ατε]λὴς έστω· αι δέ κα σίνηται αποτεισά-
τω τὰ επιτίμια [ο] σι[νό]μενος κατὰ τὸς νόμος τὸς εκατερή κει-
30 μένος. Πρειγήια δέ ω [κ]α χρείαν έχηι πορηίω, παρεχόντων
οι μέν Ἱεραπύτνιοι κόσμοι τοίς Πριανσιεύσι, οι δέ Πριανσιέ<ε>ς
κόσμοι τοίς Ἱεραπυτνίοις· αι δέ μὴ παρισχαίεν, αποτεισάν-
των οι επίδαμοι τών κόσμων ται πρειγείαι στατήρας δέκα·
ο δέ κόσμος ο τών Ἱεραπυτνίων ερπέτω εν Πριανσιοί ες
35 τὸ αρχείον καὶ εν εκκλησίαι καθήσθω μετὰ τών κόσμων,
ὡσαύτως δέ καὶ ο τών Πριανσιέων κόσμος ερπέτω εν Ἱε-
ραπύτναι ες τὸ αρχείον καὶ εν εκκλησίαι καθήσθω μετὰ
τών κόσμων· εν δέ τοίς Hραίοις καὶ εν ταίς άλλαις εορταίς
οι παρατυγχάνοντες ερπόντων παρ᾿ αλλάλος ες ανδρήι-
40 ον καθὼς καὶ οι άλλοι πολίται· αναγινωσκόντων δέ τὰν
στάλαν κατ᾿ ενιαυτὸν οι τόκ᾿ αεὶ κοσμόντες παρ᾿ εκατέ-
ροις εν τοίς Ὑπερβώιοις καὶ προπαραγγελόντων αλλά-
λοις πρὸ αμεραν δέκα ή κα μέλλωντι αναγινώσκεν·
οποίοι δέ κα μὴ αναγνώντι ἢ μὴ παραγγήλωντι απο-
45 τεισάντων οι αίτιοι τούτων στατήρας εκατόν, οι μέν
Ἱεραπύτνιοι κόσμοι τών Πριανσιέων ται πόλει, οι δέ
Πριανσιέες Ἱεραπυτνίων ται πόλει· vac. αι δέ τις αδικοίη
τὰ συνκείμενα κοιναι διαλύων ἢ κόσμος ἢ ιδιώτας, ε-
ξέστω τώι βωλομένωι δικάξασθαι επὶ τώ κοινώ δι-
50 καστηρίω τίμαμα επιγραψάμενον τας δίκας κατὰ τὸ
αδίκημα ό κά τις αδικήσηι· καὶ εί κα νικάσηι, λαβέτω τὸ
τρίτον μέρος τας δίκας ο δικαξάμενος, τὸ δέ λοιπὸν έσ-
τω ταν πόλεων· αι δέ τι θεών βωλομένων έλοιμεν αγα-
θὸν απὸ τών πολεμίων, ἢ κοιναι εξοδούσαντες ἢ ιδίαι τι-
55 νές παρ᾿ εκατέρων ἢ κατὰ γαν ἢ κατὰ θάλασσαν, λαν-
χανόντων εκάτεροι κατὰ τὸς άνδρας τὸς έρποντας
καὶ τὰς δεκάτας λαμβανόντων εκάτεροι ες τὰν ιδί-
αν πόλιν· υπέρ δέ τών προγεγονότων παρ᾿ εκατέροις
αδικημάτων αφ᾿ ω τὸ κοινοδίκιον απέλιπε χρόνω, ποιη-
60 σάσθων τὰν διεξαγωγὰν οι σὺν Ενίπαντι καὶ Νέωνι κό[σ]-
μοι εν ωι κα κοιναι δόξηι δικαστηρίω αμφοτέραις ταίς πό-
λεσι επ᾿ αυτών κοσμόντων καὶ τὸς εγγύος καταστασάν-
των υπέρ τούτων αφ᾿ ας κα αμέρας α στάλα τεθήι εμ μη-
νί· υπέρ δέ τών ύστερον εγγινομένων αδικημάτων προ-
65 δίκωι μέν χρήσθων καθὼς τὸ διάγραμμα έχει· περὶ δέ τώ
δικαστηρίω οι επιστάμενοι κατ᾿ ενιαυτὸν παρ᾿ εκατέροις
κόσμοι πόλιν στανυέσθων άγ κα αμφοτέραις ταίς πόλεσ[ι]
[δό]ξηι εξ ας τὸ επικριτήριον τέλεται, καὶ εγγύος καθιστάν-
των αφ᾿ ας κα αμέρας επισταντι επὶ τὸ αρχείον εν διμήνωι,
70 καὶ διεξαγόντων ταύτα επ᾿ αυτών κοσμόντων κατὰ τὸ
δοχθέν κοιναι σύμβολον· αι δέ κα μὴ ποιήσωντι οι κόσμοι κα-
θὼς γέγραπται, αποτεισάτω έκαστος αυτών στατήρας
πεντήκοντα, οι μέν Ἱεραπύτνιοι κόσμοι Πριανσίων ται πόλει,
οι δέ Πριάνσιοι κόσμοι Ἱεραπυτνίων ται πόλει· αι δέ τί κα
75 δόξηι αμφοτέραις ταίς πόλεσι βωλουομέναις επὶ τώι
κοιναι συμφέροντι διορθώσασθαι, κύριον έστω τὸ διορ-
θωθέν· στασάντων δέ τὰς στάλας οι ενεστακότες ε-
κατερήι κόσμοι επ᾿ αυτών κοσμόντων, οι μέν Ἱεραπύ-
τνιοι εν τώι ιερώι τας Αθαναίας τας Πολιάδος καὶ οι
80 Πριάνσιοι εν τώι ιερώι τας Αθαναίας τας Πολιάδος·
οπότεροι δέ κα μὴ στάσωντι καθὼς γέγραπται απο-
τεισάντων τὰ αυτὰ πρόστιμα καθότι καὶ περὶ τών
δικαίων γέγραπται.

 

fr. a Θ               ε                ο               ί.
επὶ Πειθιδήμου άρχοντος επὶ τής Ερεχθείδος δευτέρας π-
[ρ]υτανείας·                         vacat
Μεταγειτνιώνος ενάτει ισταμένου, ενάτει τής πρυτανεί-
5 ας· εκκλησία κυρία· τών προέδρων επεψήφιζεν Σώστρατος Κ-
αλλιστράτου Ερχιεὺς καὶ συμπρόεδροι· vvv έδοξεν τώι δή-
μωι· vvv Χρεμωνίδης Ετεοκλέους Αιθαλίδης είπεν· επειδὴ
πρότερομ μέν Αθηναίοι καὶ Λακεδαιμόνιοι καὶ οι σύμμαχ-
οι οι εκατέρων φιλίαν καὶ συμμαχίαν κοινὴν ποιησάμενο-
10 ι πρὸς εαυτοὺς πολλοὺς καὶ καλοὺς αγώνας ἠγωνίσαντο με-
τ’ αλλήλων πρὸς τοὺς καταδουλούσθαι τὰς πόλεις επιχειρ-
ούντας, εξ ων εαυτοίς τε δόξαν εκτήσαντο καὶ τοίς άλλ[ο]ις
Ἕλλησιν παρεσκεύασαν τὴν ελευθερίαν· καὶ νύν δέ κ[α]ιρών
καθειληφότων ομοίων τὴν Ελλάδα πασαν διὰ το[ὺς κ]αταλύε-
15 ιν επιχειρούντας τούς τε νόμους καὶ τὰς πατρίους εκάστ-
οις πολιτείας ό τε βασιλεὺς Πτολεμαίος ακολούθως τεί τ-
ών προγόνων καὶ τεί τής αδελφής προ[α]ιρέσει φανερός εστ-
ιν σπουδάζων υπέρ τής κοινής τ[ών] Ελλήνων ελευθερίας· κ̣αὶ
ο δήμος ο Αθηναίων συμμαχία[ν] ποιησάμενος πρὸς αυτὸν καὶ
20 τοὺς λοιποὺς Ἕλληνας εψήφισται παρακαλείν επὶ τὴν αυτὴ-
ν προαίρεσιν· ὡσαύτως δέ καὶ Λακεδαιμόνιοι φίλοι καὶ σύμ-
μαχοι τού βασιλέως όντες Πτολεμαίου καὶ πρὸς τὸν δήμον τ-
ὸν Αθηναίων εισὶν εψηφισμένοι συμμαχίαν μετά τε Ἠλείων
καὶ Αχαιών καὶ Τεγεατών καὶ Μαντινέων καὶ Ὀρχομενίων κα-
25 ὶ Φια[λέων] καὶ Καφυέων καὶ Κρηταέων όσοι εισὶν εν τεί συμμ-
[αχίαι τ]εί Λακεδαιμονίων καὶ Αρέως καὶ τών άλλων συμμάχω-
[ν καὶ] πρέσβεις απὸ τών συνέδρων απεστάλκασιν πρὸς τὸν δή-
[μ]ον καὶ οι παραγεγονότες παρ’ αυτών εμφανίζουσιν τήν τε Λ-
ακεδαιμονίων καὶ Αρέως καὶ τών άλλων συμμάχων φιλοτιμί-
30 αν, ήν έχουσιν πρὸς τὸν δήμον, καὶ τὴν περὶ τής συμμαχίας ομολ-
ογίαν ήκουσι κομίζοντες· όπως άν ούν κοινής ομονοίας γενομ-
ένης τοίς Ἕλλησι πρός τε τοὺς νύν ἠδικηκότας καὶ παρεσπον-
δηκότας τὰς πόλεις πρόθυμοι μετὰ τού βασιλέως Πτολεμαίου
καὶ μετ’ αλλήλων υπάρχωσιν αγωνισταὶ καὶ τὸ λοιπὸν μεθ’ ομον
35 οίας σώιζωσιν τὰς πόλεις· vvvv αγαθεί τύχει δεδόχθαι τώ[ι δ]-
ήμωι τὴμ μέν φιλίαν καὶ τὴν συμμαχίαν είναι Αθηναίοις κ[αὶ]
Λακεδαιμονίοις καὶ τοίς βασιλεύσιν τοίς Λακεδαιμον[ίων]
καὶ Ἠλείοις καὶ Αχαιοίς καὶ Τεγεάταις καὶ Μαντινεύσ[ιν κα]-
Ὀρχομενίοις καὶ Φιαλεύσιν καὶ Καφυεύσιν καὶ Κρητ[αεύσι]-
40 ν όσοι εν τεί συμμαχίαι εισὶν τεί Λακεδαιμονίων κα[ὶ Αρέως]
καὶ τοίς άλλοις συμμάχοις κυρίαν εις τὸν άπαντα [χρόνον, ήν]
ήκουσι κομίζοντες οι πρέσβεις· καὶ αναγράψα[ι αυτὴν τὸν γρ]-
αμματέα τὸν κατὰ πρυτανείαν εν στήληι χαλκ[ήι καὶ στήσαι ε]-
ν ακροπόλει παρὰ τὸν νεὼ τής Αθηνας τής Πο[λιάδος. ομόσαι δέ]
45 [τὰ] αρχεία τοίς πρέσβεσιν τοίς παραγεγο[νόσιν παρ’ αυτών τὸ]-
[ν όρκον τὸ]ν περὶ τής συμμαχίας κατὰ τὰ [πάτρια· v τοὺς δέ κεχε]-
fr. d [ιρο]τον[ημένους] υπὸ τού δήμου πρ[έσβ]ε[ις αποπέμψαι οίτινες το]-
[ὺς ό]ρκους απολ[ήψονται παρὰ] τ̣ώ̣[ν λοιπών Ελλήνων· vv χειροτο]-
[ν]ήσαι δέ καὶ συνέδρους [δύο τὸν δήμον αυτίκα μάλα εξ Αθηναίω]-
50 ν απάντων οίτινες μετά τε Αρέω[ς καὶ τών απὸ τών συμμάχων α]-
ποστελλομένων συνέδρων βουλεύσοντ̣[αι περὶ τών κοινήι συ]-
μφερόντων· μερίζειν δέ τοίς αιρεθείσ[ιν τοὺς επὶ τήι διοικ]-
ήσει εις εφόδια ού άν χρόνου αποδημώ[σιν ό τι άν διαχειροτο]-
νούντι δόξει τώι δήμωι· επαινέσαι δ[έ τοὺς εφόρους Λακεδαι]-
55 μονίων καὶ Αρέα καὶ τοὺς συμμάχους [καὶ στεφανώσαι αυτοὺς]
χρυσώι στεφάνωι κατὰ τὸν νόμον· επ[αινέσαι δέ καὶ τοὺς πρέσ]-
βεις τοὺς ήκοντας παρ’ αυτών v Θεομ[— — ca. 14 — — Λακεδα]-
ιμόνιον vv Αργείον Κλεινίου Ἠλείο[ν v καὶ στεφανώσαι εκάτ]-
ερον αυτών χρυσώι στεφάνωι κατὰ [τὸν νόμον φιλοτιμίας ένε]-
60 κα καὶ ευνοίας ἧς έχουσιν περ[ί τε τοὺς άλλους συμμάχους κα]-
ὶ τὸν δήμον τὸν Αθηναίων· είνα[ι δέ εκατέρωι αυτών καὶ άλλο αγ]-
αθὸν ευρέσθαι παρὰ τής βουλ[ής καὶ τού δήμου, ότου άν δοκώσιν]
άξιοι είναι. καλέσαι δέ αυτ[οὺς καὶ επὶ ξένια εις τὸ πρυτανεί]-
ον εις αύριον. αναγράψαι δέ [καὶ τόδε τὸ ψήφισμα τὸν γραμματέ]-
65 α τὸν κατὰ πρυτανείαν ειστ[ήλην λιθίνην καὶ τὴν συνθήκην κα]-
ὶ στήσαι εν ακροπόλει· εις [δέ τὴν αναγραφὴν καὶ ανάθεσιν τ]-
ής στήλης μερίσαι τοὺς επ[ὶ τήι διοικήσει τὸ ανάλωμα ό άν γέν]-
ηται. vvv σύνεδροι οίδε κ[εχειροτόνηνται·  vacat  ?]
  vvvv Κάλλιππος Ελευσίν[ιος, — — — — — — — — — — —]

vacat

70 σπονδαὶ καὶ συμμαχία [Λακεδαιμονίοις καὶ τοίς συμμάχοις το]-
ίς Λακεδαιμονίων πρὸς [Αθηναίους καὶ τοὺς συμμάχους τοὺς Αθην]-
αίων εις τὸν άπαντα [χρόνον. έχειν εκατέρους τὴν εαυτών ελευθέρ]-
ους όντας καὶ αυτον̣[όμους, πολιτείαν πολιτευομένους κατὰ]
τὰ πάτρια· εὰν δέ τ̣[ις ίει επὶ πολέμωι επὶ τὴν χώραν τὴν Αθην]-
75 αίων ἢ τοὺς νόμο[υς καταλύει ἢ επὶ πολέμωι ίει επὶ τοὺς συμμά]-
χους τοὺς Αθην[αίων, βοηθείν Λακεδαιμονίους καὶ τοὺς συμμάχ]-
ους τοὺς Λ[ακεδαιμονίων παντὶ σθένει κατὰ τὸ δυνατόν· εὰν δέ τ]-
ις ίει επὶ π[ολέμωι επὶ τὴν χώραν τὴν Λακεδαιμονίων ἢ τοὺς]
νόμους κατ[αλύει ἢ επὶ πολέμωι ίει επὶ τοὺς συμμάχους τοὺς Λ]-
80 ακεδαιμ[ονίων, βοηθείν Αθηναίους καὶ τοὺς συμμάχους τοὺς Αθην]-
[αίων παντὶ σθένει κατὰ τὸ δυνατόν·— — — — — — — — — — —]
fr. c […………ca. 26 ……….]ΗΔ[…….. ca. 20 ………]
fr. b [……ca. 12 …..Λακεδαιμονίου]ς καὶ τοὺς συμμάχους Αθηνα[ί]-
[οις καὶ τοίς συμμάχοις· vv ομό]σαι δέ Αθηνα[ί]ους μέν Λακεδαι-
85 [μονίοις καὶ τοίς απὸ εκάστης] πόλεως τοὺς στρατηγοὺς καὶ τ-
[ὴν βουλὴν καὶ τοὺς άλλους άρ]χοντας καὶ φυλάρχους καὶ ταξι-
[άρχους καὶ ιππάρχους· vv «ομ]νύω Δία Γ[ή]ν Ηλιον Άρη Αθηναν Αρε-
[ίαν Ποσειδώ Δήμητρα· vv ε]μ[μ]ενείν εν τεί συμμαχίαι τεί γεγ-
[ενημένηι· ευορκούσιν μέν] πολλ[ὰ κ]α̣γαθά, επιορκούσι δέ τανα-
90 [ντία»· v Λακεδαιμονίους δέ] Αθη[να]ίοις ομόσαι κατὰ ταυτὰ τοὺ-
[ς βασιλείς καὶ τοὺς εφόρο]υς [καὶ] τοὺς γέροντας· κατὰ ταυτὰ δ-
[έ ομόσαι καὶ κατὰ τὰ{τὰ}ς άλλας] πόλεις τοὺς άρχοντας. vv εὰν δ-
[έ δοκήι Λακεδαιμονίοις καὶ τ]οίς συμμάχοις καὶ Αθηναίοις
[άμεινον είναι προσθείναί τι] καὶ αφελείν περὶ τής συμμαχί-
95 [ας, ό άν δοκήι αμφοτέροις, εύο]ρκον είναι. αναγράψαι δέ τὴν συ-
[μμαχίαν εν στήλαις χαλκαί]ς καὶ στήσαι εν ιερώι όπου άν βού-
[λωνται.]                                           vacat