1 |
άρχοντος Θεοξένο[υ] τού Φιλαιτώλου, μη[ν]ὸς δ[έ] |
|
Δαιδαφορίου, βουλευόντων Ε[πι]νίκου [τού Νικο]- |
|
στράτου, Σατύρου τού Ζωΐλ[ο]υ· χεὶρ Θεοφίλου το[ύ Ευαμέ]- |
|
ρου υπέρ Νικόμαχον Ευδίκου παρόντα καὶ κελεύ[ον]- |
5 |
τα γράψαι υπέρ αυτόν· απέδοτο Νικόμαχος καὶ Νεικ[ὼ] |
|
τω Απόλλωνι τω Πυθίω επ’ ελευθερία σώματα, οίς ονόματα |
|
[Ζ]ωπύρα καὶ τὰ εξ αυτής Παράμον<ον> καὶ Κλέωνα καὶ Ζώπυρον, |
|
[τε]ιμας αργυρίου έκαστον αυτών μ[να]ν τ[εσσά]ρων σ[υ]νευα- |
|
[ρεσ]τέοντος αυτοίς κα<ὶ> τού υιού αυτών Διονυσίου· καὶ τὰν τε[ι]- |
10 |
[μὰν] απέχομεν πασαν. βεβαιωτὴρ κατασταθεὶς υπ’ [αυτών] |
|
κατὰ τοὺς νόμους τας πόλιος Λυ<σ>ίμαχος Νικ<ά>νορος, κα[θ]ὼς επίστευσα<ν> τω θεω τὰν ὠνὰν Ζωπύρα καὶ Παράμο- |
|
νος καὶ Κλέων καὶ Ζώπ<υ>ρος, εφ’ ᾧτε ελεύθεροι είμεν καὶ ανέπαφοι απὸ πάντω<ν> τὸν πάντα βίον. |
|
παραμεινάτωσαν δέ Παράμονος καὶ Κλέων καὶ Ζώπυρος Διονυσίω τὸν τας ζωας αυτού χρόνον |
|
ποιούντες τὸ επιτασσόμενον παν τὸ δυνατόν. ει δέ μὴ ποιέοι[σ]αν, εξουσίαν εχέτω Διονύσιος επι- |
15 |
τειμέων τρόπω ᾧ κα θέλη, πλὰν μὴ πολέων. ει δέ τι πάθοι Διονύσιος τών κατ’ άνθρωπον απο- |
|
λιπὼν τέκνα γνήσια, δότωσαν οι εν τη παραμονη έκαστος δηνάρια εξήκοντα. Ζωπύρα δέ εξουσίαν |
|
εχέτω ποιείν ά κα θέλη, μηδενὶ μηδέν προσήκουσα. ει δέ τις εφάπτοιτο τών προγεγραμμένων σωμ[ά]- |
|
των επὶ κ<α>τα<δ>ουλισμω, βεβαίην παρεχόντω <τω> θεω τὰν ὠνὰν οί τε αποδόμενοι καὶ ο βεβαιω- |
|
τὴρ καὶ οι ιερείς τού Απόλλωνος· ομοίως δέ καὶ ο παρατυχὼν κύριος έστω συλέων καὶ αφαι- |
20 |
ρείμενος εν ελευθερίαν, αζάμιος ὢν καὶ [α]νυπόδικος πάσας δίκας καὶ ζαμίας. εθέμεθα |
|
δέ τὰς ὠνὰς διὰ τού γραμματέως τής πόλεως Μελισσίωνος τού Λαιάδα —— εις τὰ δημό- |
|
σια τής πόλεως γράμματα, τὰν δέ ετέραν ενχαράξας εν τω θεάτρω. χεὶρ Λυσιμάχου τού Νικά- |
|
νορος. γέγονα βεβαιωτὴρ επὶ τὰν προγεγραμ<μ>έναν ὠνὰν κατασταθεὶς υπὸ Νικο- |
|
μάχου τού Ευδίκου. χεὶρ Διονυσίου. συνευαρεστώ τη Παρ<αμ>όνο<υ κ>α<ὶ> τών προγεγραμ<μ>ένων ὠ- |
25 |
ναν. μάρτυρες οί τε ιερείς τού Απόλλωνο[ς] Διονύσιος Αστοξένου, Δάμων Πολεμάρχου· καὶ |
|
ιδιώται Αρχίας Αντιγένους, Νικάνωρ Λυσιμάχου, Εύανδρος Μεγάρτα. |