| 1 | άρχοντος Θεοξένο[υ] τού Φιλαιτώλου, μη[ν]ὸς δ[έ] |
| Δαιδαφορίου, βουλευόντων Ε[πι]νίκου [τού Νικο]- | |
| στράτου, Σατύρου τού Ζωΐλ[ο]υ· χεὶρ Θεοφίλου το[ύ Ευαμέ]- | |
| ρου υπέρ Νικόμαχον Ευδίκου παρόντα καὶ κελεύ[ον]- | |
| 5 | τα γράψαι υπέρ αυτόν· απέδοτο Νικόμαχος καὶ Νεικ[ὼ] |
| τω Απόλλωνι τω Πυθίω επ’ ελευθερία σώματα, οίς ονόματα | |
| [Ζ]ωπύρα καὶ τὰ εξ αυτής Παράμον<ον> καὶ Κλέωνα καὶ Ζώπυρον, | |
| [τε]ιμας αργυρίου έκαστον αυτών μ[να]ν τ[εσσά]ρων σ[υ]νευα- | |
| [ρεσ]τέοντος αυτοίς κα<ὶ> τού υιού αυτών Διονυσίου· καὶ τὰν τε[ι]- | |
| 10 | [μὰν] απέχομεν πασαν. βεβαιωτὴρ κατασταθεὶς υπ’ [αυτών] |
| κατὰ τοὺς νόμους τας πόλιος Λυ<σ>ίμαχος Νικ<ά>νορος, κα[θ]ὼς επίστευσα<ν> τω θεω τὰν ὠνὰν Ζωπύρα καὶ Παράμο- | |
| νος καὶ Κλέων καὶ Ζώπ<υ>ρος, εφ’ ᾧτε ελεύθεροι είμεν καὶ ανέπαφοι απὸ πάντω<ν> τὸν πάντα βίον. | |
| παραμεινάτωσαν δέ Παράμονος καὶ Κλέων καὶ Ζώπυρος Διονυσίω τὸν τας ζωας αυτού χρόνον | |
| ποιούντες τὸ επιτασσόμενον παν τὸ δυνατόν. ει δέ μὴ ποιέοι[σ]αν, εξουσίαν εχέτω Διονύσιος επι- | |
| 15 | τειμέων τρόπω ᾧ κα θέλη, πλὰν μὴ πολέων. ει δέ τι πάθοι Διονύσιος τών κατ’ άνθρωπον απο- |
| λιπὼν τέκνα γνήσια, δότωσαν οι εν τη παραμονη έκαστος δηνάρια εξήκοντα. Ζωπύρα δέ εξουσίαν | |
| εχέτω ποιείν ά κα θέλη, μηδενὶ μηδέν προσήκουσα. ει δέ τις εφάπτοιτο τών προγεγραμμένων σωμ[ά]- | |
| των επὶ κ<α>τα<δ>ουλισμω, βεβαίην παρεχόντω <τω> θεω τὰν ὠνὰν οί τε αποδόμενοι καὶ ο βεβαιω- | |
| τὴρ καὶ οι ιερείς τού Απόλλωνος· ομοίως δέ καὶ ο παρατυχὼν κύριος έστω συλέων καὶ αφαι- | |
| 20 | ρείμενος εν ελευθερίαν, αζάμιος ὢν καὶ [α]νυπόδικος πάσας δίκας καὶ ζαμίας. εθέμεθα |
| δέ τὰς ὠνὰς διὰ τού γραμματέως τής πόλεως Μελισσίωνος τού Λαιάδα —— εις τὰ δημό- | |
| σια τής πόλεως γράμματα, τὰν δέ ετέραν ενχαράξας εν τω θεάτρω. χεὶρ Λυσιμάχου τού Νικά- | |
| νορος. γέγονα βεβαιωτὴρ επὶ τὰν προγεγραμ<μ>έναν ὠνὰν κατασταθεὶς υπὸ Νικο- | |
| μάχου τού Ευδίκου. χεὶρ Διονυσίου. συνευαρεστώ τη Παρ<αμ>όνο<υ κ>α<ὶ> τών προγεγραμ<μ>ένων ὠ- | |
| 25 | ναν. μάρτυρες οί τε ιερείς τού Απόλλωνο[ς] Διονύσιος Αστοξένου, Δάμων Πολεμάρχου· καὶ |
| ιδιώται Αρχίας Αντιγένους, Νικάνωρ Λυσιμάχου, Εύανδρος Μεγάρτα. |