οίδε επέδοσαν εις τὸ ανάθημα ό ανέθηκεν | |
η βουλὴ η επ᾿ Ευθυκρίτου άρχοντος· | |
βουλευταί· | |
col. I | Φιλόστρατος Αχαρνε(ύς) |
5 | Ευθυκράτης Αφιδ[[γ]]ναί(ος) |
Χαιρέστρατος Ῥαμνού(σιος) | |
Ουλίας Στειριεύ(ς) | |
[Φ]άλανθος εκ Κερα(μέων) | |
Ευκράτης Λαμπρεύ(ς) | |
10 | Λυκõργος Μελιτε(ύς) |
Καλλισθένης Τρινεμ(εύς) | |
Ευετίων Σφήττιο(ς) | |
Ένπεδος Οιήθε(ν) | |
Θεοκρίνης Ὑβάδης | |
15 | Φιλοκράτης Αιξωνεύ(ς) |
Πρωτοκλής Κηφισιεύ(ς) | |
Βούλις Θοραιεύ(ς) | |
col. II | Δημήτριος Αφ<ι>δναίο(ς) |
Αμεινίας Αγρυλήθε(ν) | |
20 | Αν̣τίδοτος Συπαλήττι(ος) |
Θεόδωρος Παλληνεύ(ς) | |
Επιγήθης Εροιάδη(ς) | |
Νίκανδρος Μαραθώνι(ος) | |
Λυσίθεος Ευ<ω>νυμ(εύς) | |
25 | ταμίας· |
Σωτιά̣δης Αχαρνεύ(ς) | |
γραμματεύς· | |
Σωκράτης Παιονίδ(ης) | |
Πυθόδηλος Ἁγνούσιο(ς) | |
vacat | |
30 | οίδε εκ τών άλλων επέδοσαν· |
col. I | |
Φανόδημος Θυμαιτά(δης) | |
Δημάδης Παιανιεύ(ς) | |
Πολύε̣υκτος Σφήττιο(ς) | |
Ευ[– –6–7– – Κ]ολλυτε(ύς) | |
35 | [Κ]ηφι̣σοφών Χολαργε(ύς) |
col. II | |
Αριστείδης Ἕρμ̣[ει(ος)] | |
Φείδιππος Μ[υρρινού(σιος)?] | |
Καλλιτέλη[ς – – – –] | |
Καλλικ– – – – – – – | |
40 | Αριστίω[ν – – – – –] |
vacat 0,022 | |
Καλλισθ̣ένης Χαρ<μύλ>ου Τρινεμεὺς [είπεν]· | |
[ε]πειδὴ Ευθ̣υκράτης Αφιδ[ν]αίος καὶ Φιλ[όστρατος] | |
[Α]χαρνεὺς καὶ Χαιρέστρατος Ῥαμνούσι[ος αεὶ] | |
[δ]ιατελούσιν φιλοτιμούμε<ν>οι πρὸς τὴν βο[υλὴν] | |
45 | [κ]αὶ τού αναθήματος τού εν Ανφιαράου τή[ι βου]– |
[λ]εί συνεπεμελήθησαν καλώς καὶ φιλοτίμω[ς], | |
[δ]εδόχθαι τήι βουλεί· επαινέσαι Ευθυκράτην̣ | |
Δρακοντί<δ>ου Αφιγναίον, Φιλόστρατον Φιλίνο[υ] | |
Αχαρνέα, Χαιρέστρατον Χαιρεδήμου Ῥαμνού– | |
50 | σιον, καὶ στεφανώσαι έκαστον αυτών χρυσώι |
στεφάνωι απὸ :𐅅: δραχμών, επὰν τὰς ευθ̣ύνας | |
δώσιν, όπως άν καὶ οι άλλοι φιλοτιμώνται πρὸς | |
τὴν βουλὴν ειδότες, ότι χάριτας αυτοίς η βουλὴ | |
απο[δ]ώσει τὰς αξίας εκάστωι, ων άν ευ<ε>ργετή– | |
55 | σωσιν· αναγράψαι δέ τόδε τὸ ψήφισμα τὸν γραμ– |
ματέα τής βουλής εν στήλει λιθίνει καὶ στήσ[αι] | |
εν τώι ιερώι τού Αμφιαράου. |
– – – – – – – – – – – – – – – – – – – – – – – | |
[- – – – – – – – ? μέ εξε̂μεν καταλ]- | |
ύ̣εσθαι [τὸ]ν̣ πόλεμον ḥι̣στ̣ι̣αι̣έ̣- | |
ας χορὶς Θεβαίον· hαγεμονία- | |
ν δέ ε̂μεν το̂ πολέμο Θεβαίον καὶ̣ | |
4 | κατὰ γαν καὶ κάτ θάλατταν. |
vacat |
1 | Ξενοκράτης, |
Θεόπομπος, | |
Μνασίλαος. | |
vacat | |
4 | ανίκα τὸ Σπάρτας εκράτει δόρυ, τηνάκις είλεν |
5 | Ξεινοκράτης κλάρωι Ζηνὶ τροπαία φέρειν |
ου τὸν απ’ Ευρώτα δείσας στόλον ουδέ Λάκαιναν | |
ασπίδα. “Θηβαίοι κρείσσονες εν πολέμωι” | |
καρύσσει Λεύκτροις νικαφόρα δουρὶ τροπαία, | |
ουδ’ Επαμεινώνδα δεύτεροι εδράμομεν. |
[θ]εο[ί]. | |
επὶ Νικοκλέους άρχοντος επὶ τής Αιαντίδος δωδ- | |
εκάτης πρυτανείας, εί Νίκων Θεοδώρου Πλωθεὺς [ε]- | |
γραμμάτευεν· Σκιροφοριώνος δεκάτει υστέραι, μ- | |
5 | [ι]αι καὶ εικοστεί τής πρυτανείας· εκκλησία· τών π- |
ροέδρων επεψήφιζεν Επικράτης Διοκλέους Αχαρ- | |
νεὺς καὶ συνπρόεδροι· έδοξεν τεί βουλεί καὶ τώ[ι] | |
δήμωι· Ευφίλητος Αριστείδου Κηφισιεὺς είπεν. [ε]- | |
[π]ειδὴ Νίκανδρος Αντιφάνους Ιλιεὺς καὶ Πολύζ[η]- | |
10 | [λ]ος Απολλοφάνους Εφέσιος διατετελέκασιν εν [π]- |
αντὶ τώι καιρώι εύνους όντες τώι δήμωι τώι Αθην- | |
αίων καὶ κατοικούντες Αθήνησιν εις πολλὰ τών [σ]- | |
[υ]μφερόντων τώι δήμωι χρήσιμοι γεγόνασιν είς τ- | |
[ε] τὴν οικοδομίαν τών νεωσοίκων καὶ τής σκευοθή- | |
15 | [κ]ης εισφέροντες τὰς εισφορὰς καθ’ έκαστον τὸν ε- |
[ν]ιαυτὸν τὰς εις τὰ δέκα τάλαντα καλώς καὶ προθύ- | |
[μ]ως απὸ Θεμιστοκλέους άρχοντος μέχρι Κηφισοδ- | |
[ώρ]ου, καὶ επὶ τού Ελληνικού πολέμου εις τὰς ναύς | |
[τὰς] μετ’ Ευε[τί]ωνος εκπλευσάσας είς τε τὴν πρώτη- | |
20 | [ν εξέτ]ασιν καλώς καὶ φιλοτίμως συνεπεμελήθησ- |
[αν, όπως] άν εκπλεύσωσιν καὶ πάλιν [α]πὸ τής ναυμαχ- | |
[ίας κατα]πλευσασών τών νεών τής ․ ․ ․ Λ ․ ․ τής εξα ․ | |
․ ․ ․ 8 ․ ․ ․ ․ παρανγείλασιν ․ ․ ․ ․ ․ ․ ․ ․ 18 ․ ․ ․ ․ ․ ․ ․ ․ | |
․ ․ αν τούς τε β[ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ 25 ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ εστ]- | |
25 | [ε]φάνωσαν μετὰ τών άλ[λων? ․ ]μ ․ ․ ․ ․ ․ ․ ․ 17 ․ ․ ․ ․ ․ ․ ․ ․ |
[ ․ ?λα]βόντες τοὺ[ς] Ευετ[ίωνο]ς Ι[ ․ ․ ․ ․ ․ ․ ․ 16 ․ ․ ․ ․ ․ ․ ․ εστ]- | |
[εφ]άνωσαν δέ κοινή̣[ι] με[τὰ τ]ών ․ ․ ․ ․ ․ ․ ․ 16 ․ ․ ․ ․ ․ ․ ․ | |
χρυσώι στεφάνωι απὸ [ΔΔΔ δ]ρα[χμών· καὶ ότε Αθηναί]- | |
[οι έ]θεντο τὰς επιδόσει[ς ε]ις [τὴν παρασκευὴν τού] | |
30 | [π]ολέμου καὶ τὴν σωτηρία[ν] τής π[όλεως επέδωκαν α]- |
[μ]φότεροι ∶Χ δραχμάς· καὶ επὶ [Κοροίβου άρχοντος] | |
παρακαλέσαντος αυτοὺς Hγη[σίου τού στρατηγού] | |
[κ]αὶ αξιώσαντος μετὰ τών άλλ[ω]ν [σ]υνδ[ι]ακι[νδυνεύ]- | |
[σα]ι καὶ συνεποικοδομήσαι τοὺς πύργους [τού νοτ]- | |
35 | [ί]ου τείχους τοὺς αποδειχθέντας αυτοί[ς καλώς κ]- |
[αὶ] φιλοτίμως τὸ μέρος τὸ επιβ̣άλλον αυτοίς [επ?]ωι- | |
[κ]οδόμησαν· συνεστράτευνται δέ καὶ τὰς στρα[τε]ί- | |
[ας] πάσας τάς τε ναυτικὰς καὶ τὰς πεζὰς τὰ όπλ[α με]- | |
[τὰ] τού δήμου τιθέμενοι καλώς καὶ φιλοτίμω[ς] εκ τ- | |
40 | [ώ]ν ιδίων καὶ όσα πώποτε αυτοίς υπὸ τού δήμου [προ]- |
[σ]ετάχθη άπαντα καλώς καὶ φιλοτίμως πεποιή[κασ]- | |
[ιν]· όπως άν ούν άπασιν ήι φανερὸν ότι η βουλὴ καὶ ο | |
[δ]ήμος ο Αθηναίων επίσταται χάριτας αποδιδόνα- | |
[ι κ]αταξίας τοίς φιλοτιμουμένοις ει[ς] εα[υτ]ὸ[ν, αγ]- | |
45 | [αθ]ήι τύχηι, δεδόχθαι τεί βουλεί τοὺς προέδρους |
[οἳ] άν λάχωσιν προεδρεύειν εν τώ[ι] δ[ήμωι] εις τὴ[ν π]- | |
[ρώ]τ[η]ν εκκλησία[ν] χρηματίσαι περὶ αυ[τ]ώ[ν κ]αθὰ [αυ]- | |
[τοὶ β]ο[ύλ]ονται, γνώμην δέ συμβάλλεσθαι [τής βουλ]- | |
[ής ε]ι[ς] τὸν δήμον ότι δοκεί τεί βουλεί, επα[ινέσαι] | |
50 | [Νίκα]νδρον Αντιφάνους Ιλιέα καὶ Πολύ[ζηλ]ον [Απο]- |
[λλοφ]άνους Εφέσιον καὶ στεφανώσαι θαλλού [στεφ]- | |
άν[ω]ι εκάτερον αυτών· είναι δέ αυτοίς κα[ὶ ι]σ[οτέλ]- | |
[ειαν] παρὰ τού δήμου καὶ αυτοίς καὶ τοίς εγγ[όνοι]- | |
[ς αυτ]ώ[ν] καὶ γής καὶ οικίας ένκτησιν καὶ τὰ[ς εισφ]- | |
55 | [ορὰς] αυτοὺς εισφέρειν μετ’ Αθηναίων καὶ [τὰς στρ]- |
[ατε]ίας στρατεύεσθαι όταν καὶ Αθηναίοι [στρατε]- | |
[ύων]τα[ι]· επιμελείσθαι δέ αυτ[ών] καὶ [τὴν β]ουλ[ὴν τὴ]- | |
[ν] αεὶ βουλεύουσαν καὶ τοὺς στρατηγούς, όπως άν | |
[μ]ηδ’ υφ’ ενὸς αδικώνται· καὶ είναι αυτοίς πρόσοδο- | |
60 | [ν] πρὸς τὴν βουλὴν καὶ τὸν δήμον όταν δέωνται. ανα- |
[γ]ράψαι δέ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν κατ- | |
[ὰ] πρυτανείαν εν στήληι λιθίνηι καὶ στήσαι εν ακρ- | |
[οπόλει, ει]ς [δέ] τὴν αναγραφὴν τής στήλης δούναι | |
[τὸν τα]μίαν τού δήμου [∶Δ]ΔΔΔ[∶] δραχμὰς εκ τών εις τὰ | |
65 | [κατὰ ψηφίσμα]τα αναλισκομένων τώι δήμωι. |
fragmenta duarum coronarum oleaginearum |
[θεοί]. | |
έδοξ[εν] τήι̣ βουλήι καὶ τώι δήμωι· | |
Θεμισ[τοκλ]ή̣ς̣ Ν̣εοκλέ̣ους Φρεάρριος είπεν· | |
τὴ[μ] μέ̣ν̣ πό[λιν παρ]ακ̣α̣τ[αθέ]σθαι τήι Αθηναι τήι Αθηνώ- | |
5 | μ [μεδεο]ύ[σηι] κ[αὶ τοίς άλλ]οις θε̣οίς ά̣πα̣σιν φυλάττει- |
ν κ̣α̣[ὶ] α̣μ̣[ύνειν τὸμ βά]ρ̣β̣α̣ρ̣[ο]ν υπέρ τής χώρας· Αθηναίου- | |
[ς δ’ άπ]α̣[ντας καὶ τοὺς ξένο]υ̣ς τοὺς οικούντας Αθήνησι | |
[τὰ τέκ]ν[α καὶ τὰς γυναίκ]α̣ς̣ ε̣[ις] Τροιζήνα καταθέσθαι | |
τ̣[ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ 20 ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ] τού̣ α̣ρχηγέτου τής χώρας· τ- | |
10 | [οὺς δέ πρεσβύτας καὶ τὰ] κτήματα εις Σαλαμίνα καταθ- |
έ[σ]θ[αι· τοὺς δέ ταμίας καὶ τ]ὰς ιερέας εν τήι ακροπόλε- | |
[ι μένειν φυλάττοντας τὰ τώ]ν̣ θ̣εών· τοὺς δέ άλλους Αθη- | |
[ναίους άπαντας καὶ τοὺς ξέ]νο̣υς τοὺς ηβώντας εισβαί- | |
νειν ε̣[ις τὰς ετοιμασθ]ε̣[ί]σ̣[α]ς̣ διακοσίας ναύς καὶ αμύ- | |
15 | νεσ[θαι] τ[ὸμ βάρβαρον υπέρ τή]ς ελευθερίας τής τε εαυ- |
τώ̣ν [καὶ τών άλλων Ελλήνων] μετὰ Λακεδαιμονίων καὶ Κο- | |
ρ̣ι̣ν̣[θίων καὶ Αιγινητών] κ̣α̣ὶ τών άλλων τώμ βουλομένω- | |
[ν] κ̣οινω[νήσειν τού κινδύνο]υ· καταστήσαι δέ καὶ τριη̣- | |
[ρ]ά̣[ρχους διακοσίους ένα επὶ] τὴν ναύν εκάστην τοὺς [σ]- | |
20 | τρατη[γ]οὺ[ς αρχομένους τ]ήι αύριον ημέραι εκ τών κ[εκ]- |
τ̣η̣μ̣έ̣ν̣[ω]ν̣ γ̣[ήν] τ̣[ε κ]α̣ὶ̣ [οικί]αν Αθ[ή]νησι καὶ οίς άμ παίδ[ες] | |
ωσ̣ι γνή[σιοι μὴ πρεσβυτέρο]υς πεντήκοντα ετών κα̣[ὶ ε]- | |
πικλ[ηρώσαι αυτ]ο̣ί̣ς [τ]ὰς να̣ύς· vv καταλέξαι δέ καὶ επ̣[ι]- | |
βάτας [δ]έκα̣ [εφ’ εκάστη]ν ναύν εκ τών υπέρ είκοσιν έτη [γ]- | |
25 | εγονότω[ν μέχρι τριά]κο̣ντα ετών καὶ τοξότας τέτταρ- |
ας· δια[κληρώσαι δέ κ]α̣ὶ̣ [τ]ὰ̣ς̣ υ̣πηρεσίας επὶ τὰς ναύς ότ- | |
αμπερ κ[αὶ τοὺς τριηράρ]χους επικληρώσιν· αναγράψα- | |
ι δέ κα̣[ὶ τοὺς άλλους κατὰ] ναύ̣ν̣ τοὺς στρατηγοὺς εις λ- | |
ευκώ[ματα, τοὺς μέν Α]θ̣η̣ν̣α̣ί̣ο̣υ̣ς εκ τών ληξιαρχικών γρ- | |
30 | αμματεί̣[ων, τοὺς] δ̣έ̣ ξ[έν]ους εκ τών απογεγραμμένων πα̣- |
[ρ]ὰ̣ τ̣ώι [πολε]μ̣[άρχ]ω̣[ι]· ανα̣γράφειν δέ νέμοντας κατὰ τάξ- | |
ει[ς ε]ις διακοσία[ς] α̣[ν]ὰ̣ εκατὸν αριθμὸν καὶ επιγράψα- | |
ι τ̣ή̣ι̣ [τάξ]ει̣ ε̣κ̣ά̣στηι τής τρι̣ήρους τούνομα καὶ τού τρι- | |
η̣ράρχου καὶ τ̣ή̣ς̣ υ̣πηρε[σί]ας, όπως άν ειδώσιν εις οποί- | |
35 | αν τριήρη ε[μ]βήσεται η [τ]άξις ε[κ]άστη· επειδὰν δέ νεμη- |
θ̣ώσ̣ιν άπα[σ]αι αι τάξεις καὶ επικληρωθώσι ταίς τριή- | |
ρεσ̣ι, πλ̣η̣ρούν α̣[π]άσας̣ τὰς διακοσίας ναύς τὴμ βουλὴν | |
καὶ τ̣[ο]ὺ̣σ̣τρατηγ̣οὺ[ς θύ]σαντας αρεστήριον τώι Διὶ τώι | |
Παγκρατεί καὶ τήι Αθηναι {καὶ}(?) τήι Νίκηι καὶ τώι Ποσει- | |
40 | δώνι τώι Ασφα[λ]είωι· vv επειδὰν δέ πεπληρωμέναι ωσιν |
αι νήες̣, τα[ί]ς μέν εκατὸν αυτών βοηθείν επὶ τὸ Αρτεμίσ- | |
[ι]ο̣ν τ̣ὸ̣ Ευβοϊκόν, ταίς δέ εκατὸν αυτών περὶ τὴν Σαλαμ- | |
ίνα καὶ τὴν άλλην Αττικὴν ναυλοχείν καὶ φυλάττειν | |
τὴν χώρ̣α̣ν· όπως δ’ άν καὶ ομονοούντες άπαντες Αθηναίοι | |
45 | α̣μ̣ύ̣νωνται τὸμ βάρβαρον, τοὺς μέν μεθεστηκότας τὰ [δ]- |
[έκα] έτη απιέναι εις Σαλαμίνα καὶ μένειν αυτοὺς̣ ε̣[κε]- | |
[ί έως άν τι τώι δήμ]ω̣ι δόξηι περὶ αυτών· τοὺς δέ [ατίμου]- | |
[ς — — — — — — — — — —] reliquiae incertae — — — — — — — |
επὶ Ναυσινίκο άρχοντος. | |
vacat 0.088 | |
2 | Καλλίβιος ⋮ Κηφισοφώντος |
Παιανιεὺς ⋮ εγραμμάτευεν. | |
vacat 0.19 | |
4 | επὶ τής Ἱπποθωντίδο[ς εβδ]όμης πρυτα- |
5 | νείας· έδοξεν τήι βολ[ήι κα]ὶ τώι δήμω- |
ι, Χαρίνος Αθμον[εὺς επ]εστάτει· | |
Αριστοτέλης εί[πεν· τύχ]ηι αγαθήι τήι Α- | |
θηναίων καὶ τ[ώ]ν [συμμ]άχων τών Αθηναίω- | |
ν όπως άν Λακεδ[αιμό]νιοι εώσι τὸς Ἕλλη- | |
10 | νας ελευθέ[ρ]ος [καὶ] αυτονόμος ησυχίαν |
άγειν τὴ[ν χώραν] έχοντας εμ βεβαίωι τὴ- | |
[ν εαυτών ․ ․ 6 ․ ․ ․ ]ικ[ ․ ․ ]οσ[ ․ ․ 5 ․ ․ ]ηι[ ․ ․ ․ ]αι | |
[ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ 30 ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ]α | |
[ ․ ․ ․ ․ 11 ․ ․ ․ ․ ․ ]απ[ ․ ․ ]σ[ ․ ․ ]ε[ ․ ]σ[ ․ ․ 6 ․ ․ ․ ]ωσ[ ․ ]ν | |
15 | [ ․ ․ 5 ․ ․ εψηφί]σθαι τώι δήμωι· εάν τις βόλ- |
[ηται τών Ελ]λήνων ἢ τών βαρβάρων τών εν | |
[ἠπείρωι εν]οικόντων ἢ τών νησιωτών, όσ- | |
[οι μὴ βασι]λέως εισίν, Αθηναίων σύμμαχ- | |
[ος είναι κ]αὶ τών συμμάχων, εξείναι αυ[τ]- | |
20 | ώ[ι ελευθέρ]ωι όντι καὶ αυτονόμωι, πολι- |
τ[ευομέν]ωι πολιτείαν ήν άν βόληται μή- | |
τε [φρορ]ὰν εισδεχομένωι μήτε άρχοντα | |
υπο[δεχ]ομένωι μήτε φόρον φέροντι, επὶ | |
δέ τ[οίς] αυτοίς εφ οίσπερ Χίοι καὶ Θηβαί- | |
25 | οι κα[ὶ] οι άλλοι σύμμαχοι τοίς δέ ποιησ- |
σαμέν[οι]ς συμμαχίαν πρὸς Αθηναίος καὶ | |
τὸς συμ[μ]άχος αφείναι τὸν δήμον τὰ εγκ- | |
τήματα όποσ άν τυγχάνηι όντα ἢ ίδια ἢ [δ]- | |
ημόσια Αθ[η]ναίων εν τήι χ[ώραι τών ποιο]- | |
30 | μένων τὴν συμμαχίαν κ[αὶ περὶ τούτων π]- |
ίστιν δο͂ναι α[υτοίς. εὰν δέ τωι τ]υγχάν[η]- | |
ι τών πόλεων [τών ποιομένων] τὴν συμμαχ- | |
ίαν πρὸς Αθην[αίος σ]τήλαι ὀ͂σαι Αθήνησ- | |
ι ανεπιτήδειο[ι, τ]ὴμ βολὴν τὴν αεὶ βολε- | |
35 | ύοσαν κυρίαν ε[ίν]αι καθαιρείν· απὸ δέ Ν- |
αυσινίκο άρχον[τ]ος μὴ εξείναι μήτε ιδ- | |
ίαι μήτε δημοσ[ί]αι Αθηναίων μηθενὶ εγ- | |
κτήσασθαι εν τ[α]ίς τών συμμάχων χώραι- | |
ς μήτε οικίαν μήτε χωρίον μήτε πριαμέ- | |
40 | νωι μήτε υποθεμ̣ένωι μήτε άλλωι τρόπω- |
ι μηθενί· εὰν δέ τις ὠνήται ἢ κταται ἢ τι- | |
θήται τρόπωι οτωιο͂ν, εξείναι τώι βολο- | |
μένωι τών συμμάχων φήναι πρὸς τὸς συν- | |
έδρος τών συμμάχων· οι δέ σύνεδροι απο- | |
45 | [δ]όμενοι αποδόντων [τὸ μέν ή]μυσυ τώ[ι] φήναντι, τὸ δέ ά- |
[λλο κοι]νὸν [έσ]τω τών συ[μμά]χων· εὰν δέ τι- | |
ς ί[ηι] επὶ πολέμωι επὶ τ[ὸ]ς ποιησαμένος | |
τὴν συμμαχίαν ἢ κατὰ γ[ὴ]ν ἢ κατὰ θάλαττ- | |
αν, βοηθείν Αθηναίος καὶ τὸς συμμάχος | |
50 | τούτοις, καὶ κατὰ γὴν καὶ κατὰ θάλαττα- |
ν παντὶ σθένει κατὰ τὸ δυνατὸν. εὰν δέ τ- | |
ις είπηι ἢ επιψηφίσηι ἢ άρχων ἢ ιδιώτη- | |
ς παρὰ τόδε τὸ ψήφισμα ὡς λύειν τι δεί τ- | |
ών εν τώιδε τώι ψηφίσματι ειρημέν[ων ύ]- | |
55 | παρχέτω μ[έν] αυτώι ατίμωι είναι καὶ [τὰ] |
[χρ]ήμα[τα αυ]το͂ δημόσια έστω καὶ τής θ[εο͂] | |
[τ]ὸ επιδ[έκα]τον καὶ κρινέσθω εν Αθην[αί]- | |
[ο]ις καὶ τ[οίς] συμμάχοις ὡς διαλύων τὴν | |
συμμαχία[ν, ζ]ημιόντων δέ αυτὸν θανάτω- | |
60 | ι ἢ φυγήι ὁ͂[περ] Αθηναίοι καὶ οι σύμμαχο- |
ι κρατο͂σι[ν· εὰν] δέ θανάτο τιμηθήι, μὴ τα- | |
φήτω εν τή[ι Αττι]κήι [μ]ηδέ εν τήι τών συμ- | |
μάχων. τὸ δ[έ ψήφι]σμα τόδε ο γραμματεὺς | |
ο τής βολή[ς αναγρ]αψάτω εν στήληι λιθί- | |
65 | νηι καὶ καταθέ[τω] παρὰ τὸν Δία τὸν Ελευ- |
θέριον· τὸ δέ αρ[γύ]ριον δο͂ναι εις τὴν αν- | |
αγραφὴν τής στ[ήλη]ς εξήκοντα δραχμὰς | |
εκ τών δέκα ταλ[άν]των τὸς ταμίας τής θε- | |
ο͂. εις δέ τὴν στήλην ταύτην αναγρά- | |
70 | φειν τών τε ουσ[ώ]ν πόλεων συμμαχίδων τ- |
ὰ ονόματα καὶ ήτις άν άλλη σύμμαχος γί- | |
<γ>νηται ταύτα μέν αναγράψαι, ελέσθαι δ- | |
έ τὸν δήμον πρέσβεις τρείς αυτίκα μάλ- | |
[α] εις Θήβας, [ο]ίτινες πείσοσι Θηβαίοις ό- | |
75 | [τ]ι άν δύνω[ν]ται αγαθὸν. οίδε ηιρέθησαν |
[Α]ριστοτέλης Μαραθώνιος, v Πύρρανδρο- | |
ς Αναφλύσ[τ]ιος, Θρασύβολος Κολλυτεύς. | |
Αθηναίων πόλεις αίδε σύμμαχοι· | |
Χίοι Τενέδιοι Θηβαίοι | |
80 | Μυτιλη[ν]αίοι Χαλκιδής |
[Μ]ηθυ[μν]αίοι Ερετριής | |
Ρόδιοι Ποιήσσιοι Αρεθόσιοι | |
Βυζάντιοι Καρύστιοι | |
Περίνθιοι Ἴκιοι | |
85 | Πεπαρήθιοι Παλλ[— —] |
Σκιάθιοι | |
Μαρωνίται | |
Διής | |
Πάρ[ι]οι Ο[— — —] | |
90 | Αθηνίται Π[— — —] |
Αριστοτέλης είπε· [— — — — — — επει]- | |
δὰν πρώτο[ν — — — — — — — — — —] | |
εκόντες π[ρο]σχωρώσι [— — — — — — εψη]- | |
φισμένα τώι δήμωι καὶ τ[— — — — — — —] | |
95 | νήσων εις τὴν συμμ[αχίαν — — — — — —] |
τοίς τών εψηφι[σμένων — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — —] |
Αριστερή όψη
[Πυρ]ραίων | |
[ο δ]ήμος | |
[Αβδη]ρίται | |
100 | [Θάσι]οι |
[Χαλκι]δής | |
απὸ [Θράικης] | |
Αίνιοι | |
Σαμοθραικ[ες] | |
105 | Δικαιοπολίται |
Ακαρνανες | |
Κεφαλλήνων | |
Πρώννοι | |
Αλκέτας | |
110 | Νεοπτόλεμος |
[Ιάσω]ν | |
Άνδριοι | |
[Τ]ήνιοι | |
[Εσ]τιαιής | |
115 | Μυ[κ]όνιοι |
Αντισσαίοι | |
Ερέσιοι | |
Αστραιούσιοι | |
Κείων | |
120 | Ιουλιήται |
Καρθαιε͂ς | |
Κορήσιοι | |
Ελαιόσιοι | |
Αμόργιοι | |
125 | Σηλυμβριανο[ί] |
Σίφνιοι | |
Σικινήται | |
Διε͂ς | |
απὸ Θράικης | |
130 | Νεοπολίται |
Ζακυν[θ]ίων | |
ο δήμος | |
ο εν τώι Νήλλ- | |
ωι |
1 | Δεξίλεως Λυσανίο Θορίκιος. |
εγένετο επὶ Τεισάνδρο άρχοντος, | |
απέθανε επ’ Ευβολίδο | |
εγ Κορίνθωι τών πέντε ιππέων. |
[θ]εοί· | |
επὶ Νικοκράτους άρχοντ- | |
ος, επὶ τής Αιγείδος πρώτ- | |
ης πρυτανείας· τών προέδ- | |
5 | ρων επεψήφιζεν Θεόφιλο- |
ς Φηγούσιος· έδοξεν τήι β- | |
ουλεί· Αντίδοτος Απολλο- | |
δώρου Συπαλήττιος είπε- | |
ν· περὶ ων λέγουσιν οι Κιτ- | |
10 | ιείς περὶ τής ιδρύσειως |
τήι Αφροδίτηι τού ιερού, | |
εψηφίσθαι τεί βουλεί το- | |
ὺς προέδρους, οἳ άν λάχωσ- | |
ι προεδρεύειν εις τὴν πρ- | |
15 | ώτην εκκλησίαν, προσαγα- |
γείν αυτοὺς καὶ χρηματί- | |
σαι, γνώμην δέ ξυνβάλλεσ- | |
θαι τής βουλής εις τὸν δή- | |
μον, ότι δοκεί τήι βουλεί | |
20 | ακούσαντα τὸν δήμον τών |
Κιτιείων περὶ τής ιδρύσ- | |
ειως τού ιερού καὶ άλλου | |
Αθηναίων τού βουλομένο- | |
υ βουλεύσασθαι, ό τι άν αυ- | |
25 | τώι δοκεί άριστον είναι. |
επὶ Νικοκράτους άρχοντ- | |
ος, επὶ τής Πανδιονίδος δ- | |
ευτέρας πρυτανείας· τών | |
προέδρων επεψήφιζεν Φα- | |
30 | νόστρατος Φιλαίδης· έδο- |
ξεν τώι δήμωι· Λυκο͂ργος Λ- | |
υκόφρονος Βουτάδης είπ- | |
εν· περὶ ων οι ένποροι οι Κ- | |
ιτιείς έδοξαν έννομα ικ- | |
35 | ετεύειν αιτούντες τὸν δ- |
ήμον χωρίου ένκτησιν, εν | |
ωι ιδρύσονται ιερὸν Αφρ- | |
οδίτης, δεδόχθαι τώι δήμ- | |
ωι· δούναι τοίς εμπόροις | |
40 | τών Κιτιέων ένκτησιν χ[ω]- |
ρίου, εν ωι ιδρύσονται τὸ | |
ιερὸν τής Αφροδίτης, καθ- | |
άπερ καὶ οι Αιγύπτιοι τὸ | |
τής Ἴσιδος ιερὸν ίδρυντ- | |
45 | αι. |
Αλεξάνδρου τού Αλεξάνδρου βασιλεύοντος έτει εβδόμωι Πτολεμαίου σατραπεύοντος έτει τεσσαρε- | |
σκαιδεκάτωι μηνὸς Δίου. Συγγραφὴ συνοικισίας Hρακλείδου καὶ Δημητρίας. Λαμβάνει Hρακλείδης | |
Δημητρίαν Κώιαν γυναίκα γνησίαν παρὰ τού πατρὸς Λεπτίνου Κώιου καὶ τής μητρὸς Φιλωτίδος ελεύθερος | |
ελευθέραν προσφερομένην ειματισμὸν καὶ κόσμον (δραχμών) (χιλίων), παρεχέτω δέ Hρακλείδης Δημητρίαι | |
5 | όσα προσήκει γυναικὶ ελευθέραι πάντα, είναι δέ ημας κατὰ ταυτὸ όπου άν δοκήι άριστον είναι βουλευομένοις κοινήι |
βουλήι Λεπτίνηι καὶ Hρακλείδηι. Ειὰν δέ τι κακοτεχνούσα αλίσκηται επὶ αισχύνηι τού ανδρὸς Hρακλείδου Δημητρία, | |
στερέσθω ωμ προσηνέγκατο πάντων, επιδειξάτω δέ Hρακλείδης ότι άν εγκαλήι Δημητρίαι εναντίον ανδρών τριών, | |
οὓς άν δοκιμάζωσιν αμφότεροι. Μὴ εξέστω δέ Hρακλείδηι γυναίκα άλλην επεισάγεσθαι εφ’ ύβρει Δημητρίας μηδέ | |
τεκνοποιείσθαι εξ άλλης γυναικὸς μηδέ κακοτεχνείν μηδέν παρευρέσει μηδεμιαι Hρακλείδην εις Δημητρίαν· | |
10 | ειὰν δέ τι ποιών τούτων αλίσκηται Hρακλείδης καὶ επιδείξηι Δημητρία εναντίον ανδρών τριών, οὓς άν δοκιμάζωσιν |
αμφότεροι, αποδότω Hρακλείδης Δημητρίαι τὴμ φερνὴν ήν προσηνέγκατο (δραχμὰς) (χιλίας) καὶ προσαποτεισάτω αργυρί- | |
ου Αλεξανδρείου (δραχμὰς) (χιλίας). H δέ πραξις έστω καθάπερ εγ δίκης κατὰ νόμον τέλος εχούσης Δημητρίαι καὶ τοίς μετὰ | |
Δημητρίας πράσσουσιν έκ τε αυτού Hρακλείδου καὶ τών Hρακλείδου πάντων καὶ εγγαίων καὶ ναυτικών. H δέ συγγραφὴ | |
ήδε κυρία έστω πάντηι πάντως ὡς εκεί τού συναλλάγματος γεγενημένου, όπου άν επεγφέρηι Hρακλείδης κατὰ | |
15 | Δημητρίας ἢ Δημητρία τε καὶ τοὶ μετὰ Δημητρίας πράσσοντες επεγφέρωσιν κατὰ Hρακλείδου. Κύριοι δέ έστωσαν Hρακλεί- |
δης καὶ Δημητρία καὶ τὰς συγγραφὰς αυτοὶ τὰς αυτών φυλάσσοντες καὶ επεγφέροντες κατ΄ αλλήλων. Μάρτυρες | |
Κλέων Γελώιος, Αντικράτης Τημνίτης, Λύσις Τημνίτης, Διονύσιος Τημνίτης, Αριστόμαχος Κυρηναίος, Αριστόδικος | |
Κώιος. |