Αγαθήι τύχη τής βουλής καὶ τού δήμου τού Αθηναίων· επὶ Λυ- | |
σάνδρου τού Απολήξιδος άρχοντος, επὶ τής Πανδιονίδος | |
δωδεκάτης πρυτανείας, ή Γάϊος Γαΐου Ἁλαιεὺς εγραμμά- | |
τευεν· Σκιροφοριώνος ογδόηι μετ’ ικάδας, τρίτηι καὶ εικοστη | |
5 | τής πρυτανείας· βουλὴ εν βουλευτηρίωι· τών προέδρων |
επεψήφιζεν Θεάνγελος Θεανγέλου Αιθαλίδης καὶ συν- | |
πρόεδροι· έδοξεν τη βουλη· Μενίσκος Φιλοκλέους Κολωι- | |
νήθεν είπεν· v επειδὴ πρόσοδον ποιησάμενος πρὸς τὴν | |
βουλὴν ο ειληχὼς ιερεὺς Ασκληπιού καὶ Ὑγιείας εις τὸν με- | |
10 | τὰ Λύσανδρον άρχοντα ενιαυτὸν Διοκλής Διοκλέους Κηφι- |
σιεὺς νεώτερος ενφανίζει τὰ θυρώματα διεφθάρθαι τής πρό- | |
τερον ούσης εις τὸ ιερὸν εισόδου, ομοίως δέ καὶ τὴ̣ν οπίσω | |
τού προπύλου στέγην, έτι δέ καὶ τὸν ναὸν τού αρχαίου〚ου〛 αφι- | |
δρύματος τού τε Ασκληπιού καὶ τής Ὑγιείας καὶ διὰ τούτο παρα- | |
15 | καλεί τὴν βουλὴν επιχωρήσαι εατώι κατασκευάσαντι εκ τών |
ιδίων θυρώσαι τὸ αρχαίον πρόπυλον, στεγάσαι δέ καὶ τού | |
προπύλου τὸ οπίσωι μέρος καὶ τὸν ναὸν τὸν απέναντι τή[ς] | |
εισόδου χάριν τού τὴν αρχαίαν αποδοθήναι τώι ιερω τάξιν· vv αγαθη | |
τύχη δεδόχθαι τη βουλήι επικεχωρήσθαι Διοκλήι Διοκλέους Κηφι- | |
20 | σιεί νεωτέρωι ποιήσασθαι τὴν ανάθεσιν τών θυρωμάτων |
καὶ στεγάσαι τού προπύλου τὸ οπίσωι μέρος, κατασκευάσα[ι] | |
δέ καὶ τὸν αρχαίον (ναὸν) καθάπερ παρακαλεί καὶ ποιήσασθαι τὴν επ[ι]- | |
γραφὴν επὶ μέν τών θυρών καὶ τής στέγης τήνδε· vv Διοκλή[ς] | |
Διοκλέους Κηφισιεὺς νεώτερος ιερεὺς γενόμενος εν τώι ε- | |
25 | πὶ Λυσιάδου άρχοντος ενιαυτώι τὰ θυρώματα καὶ τὴν οπίσωι |
τού προπύλου στέγην Ασκληπιώι καὶ Ὑγιεία καὶ τώι δήμωι | |
ανέθηκεν· επὶ δέ τού ναού ομοίως· Διοκλής Διοκλέους Κη- | |
φισιεὺς νεώιτερος ιερεὺς γενόμενος εν τώι επὶ Λυσιάδου | |
άρχοντος ενιαυτώι τὸν ναὸν κατασκευάσας εκ τών ιδί- | |
30 | ων Ασκληπιώι καὶ Ὑγιεία καὶ τώι (δήμωι) ανέθηκεν· ίνα τούτων συν- |
τελουμένων ευσεβώς μέ̣ν̣ η βουλὴι τὰ πρὸς τὸ θείον έχη[ι], | |
γίνωνται δέ καί έτεροι ζηλωιταὶ τών ομοίων. |
[- – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – -] | |
TE τὰν πόλιν απὸ τώ̣ν ΚΡ̣Ι̣Τ̣[- – – – τὰ δ]αμόσια συνφυ̣[λάσ]- | |
σειν τὰ απὸ προγόνων παραδ̣[εδ]ομένα α[υτα καὶ τὰ δίκαια οφ]είλοντα τηρείσθαι τ̣[ω] | |
τε δάμω τω Ῥωμαίων καὶ Σεβαστω Καίσαρι· περὶ [δέ τούτων έχοντος] τὰν πλείσταν φροντ[ί]- | |
δα Επινίκου τού γραμματέος τών συνέδρων [υ]πέρ̣ [τας πόλιο]ς περὶ τών συμφερόν- | |
5 | των, καθὼς καὶ παρ’ όλον τὸν ενιαυτὸν ποιείται, είνεκεν̣ [του ε]πισκευασθήμεν τὰ δα- |
μόσια καὶ παρακαλούντος τοὺς διὰ παντὸς ποιούντας τὰ [δί]καια ται πόλει Ἕλλανάς | |
τε καὶ Ῥωμαίους τοὺς εν αυτα κατοικούντας καὶ εν τω παρόντ[ι] υπολανβάνοντας τὸ | |
κοινα ασθενές αυτας κατ’ άνδρα υπεχομένους καὶ κατὰ δύναμιν εκ̣πληρούν τὸ βέλ- | |
τιστον επανγελλομένους εις τὰν επισκευὰν αυτας, εις άν υπέ[σχ]οντο, vacat | |
10 | Τείσαρχος Διονυσίου εις τὰν επισκευὰν τού αρχαίου γυμνασίου υποσχόμε[νος] δει- |
νάρια πεντακόσια επεσκεύασε τάν τε ολυμπικὰν στοὰν καὶ τὰν μέσαν vacat | |
Κράτων Αρχεδάμου τὰν γινομέναν αυτω έξοδον εις τὸ γυμνάσιον εις ξύλα δεινάρια – – – | |
ακόσια καὶ τὰ γινόμενα αυτω εν τω μετὰ Φιλόστρατον ενιαυτω εις εναγισμὸν Αριστομέ- | |
νει ταύρου δεινάρια εβδομήκοντα· vacat | |
15 | Τυχαμένης Δορκωνίδα δεινάρια τριακόσια· |
Λεύκιος Βέννιος Γλύκων δεινάρια χίλια· | |
Τείμαρχος Θέωνος δεινάρια διακόσια· | |
Πόπλιος Ουαλέριος Άνδρων δεινάρια τριακόσια· | |
Νικήρατος Θέωνος τὸ βουλείον καὶ τὰν ποτ’ αυτω στοὰν επισκευάσειν εκ τού ιδίου βίου· | |
20 | Καλλίας Απολλώνιου τὰν παντόπωλιν στοὰν ὡσαύτως επισκευάσειν· |
Μαρκος Αντώνιος Πρόκλος δεινάρια εκατόν· | |
Ευάμερος Φιλοκράτεος δεινάρια διακόσια· | |
Πόπλιος Λικήϊος δεινάρια εκατόν· | |
Πόπλιος Λικίνιος Κέλερ δεινάρια εκατόν· | |
25 | Πόπλιος Φλαμίνιος δεινάρια εκατόν· |
Τιβέριος Κλαύδιος Βουκκίων δεινάρια διακόσια πεντήκοντα· | |
Διονύσιος Αριστομένεος υπέρ Πλεισταρχίαν τὰν ματέρα δεινάρια πεντακόσια εις τὰν επι- | |
σκευὰν τού ναού τας Δάματρος καὶ τας στοας τας λεγομένας Νικαίου· | |
Διογένης Διογένεος υπέρ Διογένη καὶ Φιλωνίδαν καὶ Φιλόξενον δεινάρια εκατὸν πεντήκοντα· | |
30 | Τίτος Νίννιος Φιλιππίων δεινάρια πεντήκοντα· |
[Α]σκλάπων καὶ Ξενοκράτης οι Τιμοκράτεος δεινάρια εκατόν· | |
Νικηφόρος Σωτηρίδα μετὰ Σωτηρίδα τού υιού δεινάρια εκατόν· | |
Δομέτιος τὸν ναὸν επισκευάσειν τού Hρακλέος καὶ Ερμού εν γυμνασίω· Μηνας καὶ Λεύκιος Σάλβιος οι Ζωπύρου επισκευάσειν εν ᾧ | |
τὸ κρεοπώλιόν εστι καὶ τὰν ποτ’ αυτω στοὰν απὸ δειναρίων τριακοσίων· | |
35 | Λύσων Νικίππου τὸ λογείον τού δεικτηρίου. |
Καὶ συμβουλευόντων επαινείν αυτοὺς εφ’ ᾇ έσχηκαν υπέρ τας πόλιος φροντίδος εις τὸν δαμον | |
τών Ῥωμαίων καὶ ποτὶ τὸν Σεβαστὸν ευνοία, έδοξε τοίς συνέδροις επαινέσαι τοὺς επανγελ[λο]- | |
μένους επὶ πασι τοίς προγεγραμμένοις· όπως δέ ή διάδηλος α δεδομένα υπ’ αυτών τα πόλει χάρις | |
αναθείτω παρὰ τὸ Σεβαστείον Επίνικος ο γραμματεὺς τών συνέδρων εκ τών τας πόλιος εισόδων χαρά- | |
40 | ξαι εις στάλαν λιθίναν καθὼς έκαστος υπέσχετο καὶ ότι επὶ γραμματέος συνέδρων Επινίκου· ὡσ- |
αύτως δέ καθ’ έκαστον αναθημάτων τελεσθησομένων γινέσθω επιγραφὰ ότι υπέσχετο επὶ γραμ- | |
ματέως συνέδρων Επινίκου. |
(3rd hand) έλ(αβον) (έτους) ιθ δ Μεχ(εὶρ) κ̣ϛ | |
(1st hand) [. . . .]ωι | |
σ̣υνκεχωρήκαμ̣[εν] Π̣ ̣ ̣ ̣ιωι Κασιώ̣[τη]ι καὶ τοίς τούτου κληρονόμοις | |
κατʼ ενιαυτὸν εξάγειν πυρού αρτάβ[ας] μυρίας καὶ εισάγειν οίνου κεράμια | |
5 | Κ̣ωα πεντακισχείλια μηδέν υπὸ [μ]η̣δενὸς π̣ρ̣ασσομένωι τέλος |
[μ]ηδ΄ άλην καθόλου δαπάνην· επ[ικε]χωρήκαμεν δέ καὶ ων έχει κατ̣ὰ̣ | |
τὴν χώρ̣α̣ν̣ εδαφών πάντων ατ̣[έλει]α̣[ν ε]φ΄ ω· ουδέν ούτε εις τὴν διοί- | |
κησιν ούτε εις τὸν ίδιον ημών κα[. . .]ων λόγον καθ΄ οντινούν τρόπον | |
πραχθήσεται επὶ τὸν αεὶ χρόνον· ε[ίναι] δέ καὶ τοὺς γεωργούντας αυτώι | |
10 | πάντας ανεπάφους καὶ ατελείς μ[ηδ]έν υπ?ὸ? μ?η?δενὸς πρασσομέν[ο]υς̣ |
μηδ΄ εν ταίς κατὰ καιρὸν γεινομέν[αις ε]πιγραφαίς εν τοίς νομοίς συνεισ- | |
φόρους μηδέ λαϊκὰς ἢ στρατηγικ?[ὰς] πρασσομένους δαπάνας· τά τε | |
πρὸς τὴν? κατασπορὰν κτήνη κα[ὶ τ]ὰ? πρὸς τὴν τ?ών πυρών καταγωγὴν | |
υποζύγια καὶ πλοία κατ?ὰ τὸν αυτ[ὸν] τ̣ρόπον ανέπαφα καὶ ατελή καὶ | |
15 | ανενγ̣άρευτα είναι. γραφήτωι ού[ν oί]ς καθήκει, ίν΄ ειδότες |
κατακολουθώσι. | |
(2nd hand) γινέσθωι. |
Καλλίμαχος | |
ο συγγενὴς καὶ επ̣ι̣- | |
στράτηγος καὶ στρα- | |
τηγὸς τής Ινδικής | |
5 | καὶ Ερυθρας θαλάσσης |
ήκω πρὸς τὴν κ[υ]ρίαν Ἶσιν | |
καὶ πεπόηκα τὸ προσκύνημα | |
τού κυρίου βασιλέως θεού νέου | |
Διον(ύσ)ου Φιλοπάτορος | |
10 | Φ̣ι̣λ̣αδέλφου |
(έτους) ιθ´, Παχὼν θ´. |
A | B | Γ | |
Γναίω Πονπ[η-] | [Θ]εω Δ[ιΐ Ελευθε-] | Ποτάμωνι | |
ίω, Γναίω υιω, | ρίω φιλοπάτριδι | Λεσβώνακτο[ς] | |
Mεγάλω, αυτο- | Θεοφάνη τω σω- | τω ευεργέτα | |
κράτορι, τω ευ- | τήρι καὶ ευεργέ- | καὶ σωτήρος | |
5 | εργέτα καὶ σω- | τα καὶ κτίστα δευ- | καὶ κτίστα τας |
τήρι καὶ κτίστα. | τέρω τας πατρίδος. | πόλιος. |
[δαμι]οργού δέ Καιρογένευς Λευ[κ]αθέου. | |
Αυτοκράτωρ Καίσαρ θεού υιὸς Σεβαστὸς αρχιερεὺς | |
ύπατος τὸ δωδέκατον αποδεδειγμένος | |
καὶ δημαρχικής εξουσίας τὸ οκτωικαιδέκατον | |
5 | Κνιδίων άρχουσι βουλήι δήμωι χαίρειν· οι πρέσ- |
βεις υμών Διονύσιος β καὶ Διονύσιος β τού Διονυ- | |
σίου ενέτυχον εν Ῥώμη μοι καὶ τὸ ψήφισμα αποδόντες | |
κατηγόρησαν Ευβούλου μέν τού Αναξανδρίδα τεθνει- | |
ώτος ήδηι, Τρυφέρας δέ τής γυναικὸς αυτού παρούσης | |
10 | περὶ τού θανάτου τού Ευβούλου τού Χρυσίππου. vac. εγὼι |
δέ εξετάσαι προστάξας Γάλλωι Ασινίωι τώι εμώι φίλωι | |
τών οικετών τοὺς ενφερομένους τήι αιτία διὰ βα- | |
σάνων έγνων Φιλείνον τὸν Χρυσίππου τρείς νύ- | |
κτας συνεχώς επεληλυθότα τήι οικία τήι Ευβού- | |
15 | λου καὶ Τρυφέρας μεθ’ ύβρεως καὶ τρόπωι τινὶ πολι- |
ορκίας, τήι τρίτηι δέ συνεπηιγμένον καὶ τὸν αδελ- | |
φὸν Εύβουλον, τοὺς δέ τής οικίας δεσπότας Εύβου- | |
λον καὶ Τρυφέραν, ὡς ούτε χρηματίζοντες πρὸς | |
τὸν Φιλείνον ούτε αντιφραττόμενοι ταίς προσ- | |
20 | βολαίς ασφαλείας εν τήι εαυτών οικίαι τυχείν ἠδύναν- |
το, προστεταχχότας ενὶ τών οικετών ουκ αποκτεί- | |
ναι, ὡς ίσως άν τις υπ’ οργής ου[κ] αδίκου προήχθηι, αλ- | |
λὰ ανείρξαι κατασκεδάσαντα τὰ κόπρια αυτών· τὸν | |
δέ οικέτην σὺν τοίς καταχεομένοις είτε εκόντα | |
25 | είτε άκοντα –αυτὸς μέν γὰρ ενέμεινεν αρνούμενο[ς]- |
αφείναι τὴν γάστραν, τὸν Εύβουλον υποπεσείν δικαιό- | |
τερον άν σωθέντα ταιδελφού. πέπονφα δέ υμείν καὶ α[υ]- | |
[τ]ὰς τὰς ανακρίσεις. vac. εθαύμαζον δ’ άν, πώς εις τόσον | |
έδεισαν τὴν παρ’ υμείν εξετασίαν τών δούλων οι φ[εύ]- | |
30 | γοντες τὴν δίκην, ει μή μοι σφόδρα αυτοίς εδόξ[ατε] |
χαλεποὶ γεγονέναι καὶ πρὸς τὰ εναντία μισοπόνη[ροι], | |
μὴ κατὰ τών αξίων παν οτιούν παθείν, vac. επ’ αλλο[τρίαν] | |
οικίαν νύκτωρ μεθ’ ύβρεως καὶ βίας τρὶς επεληλυ[θό]- | |
των καὶ τὴν κοινὴν απάντων υμών ασφάλειαν [αναι]- | |
35 | ρούντων αγανακτούντες, αλλὰ κατὰ τών καὶ ην[ικ’ ἠ]- |
μύνοντο ἠτυχηκότων, ἠδικηκότων δέ ουδ’ έστ[ιν ό τι]. | |
αλλὰ νύν ορθώς άν μοι δοκείτε ποιήσαι τήι εμήι [περὶ τού]- | |
των γνώιμηι προνοήσαντες καὶ τὰ εν τοίς δημ[οσίοις] | |
υμών ομολογείν γράμματα. έρρωσθε. |
Βασιλεύοντος Μιθραδάτου Ευπάτορος. έτους ισ’, | |
Φαναγοριτών η βουλὴ καὶ ο δήμος τοὺς απὸ ξέ- | |
νης στρατιώτας επολιτογράφησαν διὰ τὸ εκ χρό- | |
νων ικανών συνστρατεύσασθαι καὶ πεποιηκέναι | |
5 | παν τὸ δίκαιον καὶ εν τοίς λοιποίς πασι φιλικώς καὶ ευ- |
νόως εσχηκέναι πρὸς τὴν εαυτών πόλιν∙ καὶ έδω- | |
καν αυτοίς τὰ φιλάνθρωπα ταύτα εφ᾿ ᾧ πολιτι- | |
κὸν τὸ γεινόμενον μὴ διδώσι μηδ᾿ επισκήνωσιν | |
μηδ᾿ επίθεσιν καὶ ανείσφοροι πάντων καὶ αλε[ι]- | |
10 | τούργητοι παντὸς πράγματος πλὴν πα̣[νδή]- |
μου στρατείας∙ έστω δέ αυτοίς έκ̣π̣[λους] | |
και είσπλους. |
[ – – – η βουλὴ καὶ ο δήμος ετίμησαν – – ] | |
[ (τὸν δείνα) Hρακλείδου καὶ (τὸν δείνα)] | |
[Hρ]α̣κλείδου τὸν καὶ Ση[ …., τών πρώ-] | |
[τ]ων φίλων βασιλέως Αριοβαρ[ζάνου] | |
5 | [Φ]ιλορωμαίου καὶ μάλιστα πιστευομ̣[έ-] |
νων καὶ τιμωμένων παρ’ αυτώι, γέ̣γ[ο]ν̣ό- | |
τας δέ καὶ επ[ὶ] τής πόλεως καὶ [τοὺς α-] | |
δ̣ελφοὺς τοὺς κοινοὺς ευεργέ[τας α-] | |
ρετής ένεκεν καὶ ευνοίας, ἧς έχο[ντες] | |
10 | διατελούσι είς τε τοὺς βασιλείς |
[κ]αὶ τὸν δήμον, οι δέ ανδριάντες | |
[αυτών ανέ]σθησαν τιμη δημοσία. |
Γραμματέως συνέδρων Φιλοξενίδα τού επὶ Θεοδώ̣[ρου] | |
δόγμα· | |
Επεὶ Πόπλιος Kορνήλιος Σκειπίων ο ταμίας καὶ αντιστράταγος ανυ- | |
περβλήτω χρώμενος ευνοία τα εις τὸν Σεβαστὸν καὶ τὸν οίκον αυ- | |
5 | τού πάντα μίαν τε μεγίσταν καὶ τιμιωτάταν ευχὰν πεποιημένος, |
εις άπαν αβλαβή τούτον φυλάσσεσθαι, ὡς απὸ τών καθ’ έκαστον εαυτού | |
επιδείκνυται έργων, ετέλεσε μέν τὰ Kαισάρεια μηδέν μήτε δαπάνας | |
μήτε φιλοτιμίας ενλείπων μηδέ τας υπέρ ταν διὰ τού Σεβαστού θυσιαν | |
ευχαριστίας ποτὶ τοὺς θεοὺς άμα καὶ τὰς πλείστας τών κατὰ τὰν επα- ρχείαν πό- | |
10 | λεων σὺν εαυτω τὸ αυτὸ τούτο ποιείν κατασκευασάμενος· επιγνοὺς δέ καὶ Γάιον |
τὸν υιὸν τού Σεβαστού τὸν υπέρ τας ανθρώπων πάντων σωτηρίας τοίς βαρβάροις μα- | |
χόμενον υγιαίνειν τε καὶ κινδύνους εκφυγόντα αντιτετιμωρήσθαι τοὺς πολε- | |
μίους, υπερχαρὴς ὢν επὶ ταίς αρίσταις ανγελίαις, στεφαναφορείν τε πάντοις δι- | |
έταξε καὶ θύειν, απράγμονας όντας καὶ αταράχους, αυτός τε βουθυτών περὶ | |
15 | τας Γαΐου σωτηρίας καὶ θέαις επεδαψιλεύσατο ποικίλαις, ὡς έριν μέν γείνε- |
σθαι τὰ γενόμενα τών γεγονότων, τὸ δέ σεμνὸν αυτού δι’ ίσου φυλαχ- θήμεν, εφιλο- | |
τιμήθη δέ καὶ διαλιπὼν απὸ ταν Kαίσαρος αμεραν αμέρας δύο τὰν αρχὰν ταν | |
υπέρ Γαΐου θυσιαν ποιήσασθαι απὸ τας αμέρας εν ᾇ τὸ πρώτον ύπατος απεδεί- | |
χθη· διετάξατο δέ αμίν καὶ καθ’ έκαστον ενιαυτὸν τὰν αμέραν ταύταν
μετὰ |
|
20 | θυσιαν καὶ στεφαναφορίας διάγειν όσοις δυνάμεθα ιλαρώτατα καὶ [. . . . .]τατα, |
έδοξε τοίς συνέδροις πρὸ δέκα πέντε καλανδών [- – – – – – – – – – – – – – – – – – – -] |