Decree of Chremonides and treaty of alliance between Athens and the Lakedaimonians

No: Ε7

Reference to the file: S. Aneziri, "Nautilos E7: Decree of Chremonides and treaty of alliance between Athens and the Lakedaimonians." in Nautilos. Selection of Ancient Greek Inscriptions and Papyri, online from 2023, withdrawal date XX. URL: https://nautilos.arch.uoa.gr/en/exhibits/exhibit-1-9/

  • No
    Ε7
  • Title
    Decree of Chremonides and treaty of alliance between Athens and the Lakedaimonians
  • fr. a Θ               ε                ο               ί.
    ἐπὶ Πειθιδήμου ἄρχοντος ἐπὶ τῆς Ἐρεχθεῖδος δευτέρας π-
    [ρ]υτανείας·                         vacat
    Μεταγειτνιῶνος ἐνάτει ἱσταμένου, ἐνάτει τῆς πρυτανεί-
    5 ας· ἐκκλησία κυρία· τῶν προέδρων ἐπεψήφιζεν Σώστρατος Κ-
    αλλιστράτου Ἐρχιεὺς καὶ συμπρόεδροι· vvv ἔδοξεν τῶι δή-
    μωι· vvv Χρεμωνίδης Ἐτεοκλέους Αἰθαλίδης εἶπεν· ἐπειδὴ
    πρότερομ μὲν Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι καὶ οἱ σύμμαχ-
    οι οἱ ἑκατέρων φιλίαν καὶ συμμαχίαν κοινὴν ποιησάμενο-
    10 ι πρὸς ἑαυτοὺς πολλοὺς καὶ καλοὺς ἀγῶνας ἠγωνίσαντο με-
    τ’ ἀλλήλων πρὸς τοὺς καταδουλοῦσθαι τὰς πόλεις ἐπιχειρ-
    οῦντας, ἐξ ὧν ἑαυτοῖς τε δόξαν ἐκτήσαντο καὶ τοῖς ἄλλ[ο]ις
    Ἕλλησιν παρεσκεύασαν τὴν ἐλευθερίαν· καὶ νῦν δὲ κ[α]ιρῶν
    καθειληφότων ὁμοίων τὴν Ἑλλάδα πᾶσαν διὰ το[ὺς κ]αταλύε-
    15 ιν ἐπιχειροῦντας τούς τε νόμους καὶ τὰς πατρίους ἑκάστ-
    οις πολιτείας ὅ τε βασιλεὺς Πτολεμαῖος ἀκολούθως τεῖ τ-
    ῶν προγόνων καὶ τεῖ τῆς ἀδελφῆς προ[α]ιρέσει φανερός ἐστ-
    ιν σπουδάζων ὑπὲρ τῆς κοινῆς τ[ῶν] Ἑλλήνων ἐλευθερίας· κ̣αὶ
    ὁ δῆμος ὁ Ἀθηναίων συμμαχία[ν] ποιησάμενος πρὸς αὐτὸν καὶ
    20 τοὺς λοιποὺς Ἕλληνας ἐψήφισται παρακαλεῖν ἐπὶ τὴν αὐτὴ-
    ν προαίρεσιν· ὡσαύτως δὲ καὶ Λακεδαιμόνιοι φίλοι καὶ σύμ-
    μαχοι τοῦ βασιλέως ὄντες Πτολεμαίου καὶ πρὸς τὸν δῆμον τ-
    ὸν Ἀθηναίων εἰσὶν ἐψηφισμένοι συμμαχίαν μετά τε Ἠλείων
    καὶ Ἀχαιῶν καὶ Τεγεατῶν καὶ Μαντινέων καὶ Ὀρχομενίων κα-
    25 ὶ Φια[λέων] καὶ Καφυέων καὶ Κρηταέων ὅσοι εἰσὶν ἐν τεῖ συμμ-
    [αχίαι τ]εῖ Λακεδαιμονίων καὶ Ἀρέως καὶ τῶν ἄλλων συμμάχω-
    [ν καὶ] πρέσβεις ἀπὸ τῶν συνέδρων ἀπεστάλκασιν πρὸς τὸν δῆ-
    [μ]ον καὶ οἱ παραγεγονότες παρ’ αὐτῶν ἐμφανίζουσιν τήν τε Λ-
    ακεδαιμονίων καὶ Ἀρέως καὶ τῶν ἄλλων συμμάχων φιλοτιμί-
    30 αν, ἣν ἔχουσιν πρὸς τὸν δῆμον, καὶ τὴν περὶ τῆς συμμαχίας ὁμολ-
    ογίαν ἥκουσι κομίζοντες· ὅπως ἂν οὖν κοινῆς ὁμονοίας γενομ-
    ένης τοῖς Ἕλλησι πρός τε τοὺς νῦν ἠδικηκότας καὶ παρεσπον-
    δηκότας τὰς πόλεις πρόθυμοι μετὰ τοῦ βασιλέως Πτολεμαίου
    καὶ μετ’ ἀλλήλων ὑπάρχωσιν ἀγωνισταὶ καὶ τὸ λοιπὸν μεθ’ ὁμον
    35 οίας σώιζωσιν τὰς πόλεις· vvvv ἀγαθεῖ τύχει δεδόχθαι τῶ[ι δ]-
    ήμωι τὴμ μὲν φιλίαν καὶ τὴν συμμαχίαν εἶναι Ἀθηναίοις κ[αὶ]
    Λακεδαιμονίοις καὶ τοῖς βασιλεῦσιν τοῖς Λακεδαιμον[ίων]
    καὶ Ἠλείοις καὶ Ἀχαιοῖς καὶ Τεγεάταις καὶ Μαντινεῦσ[ιν κα]-
    Ὀρχομενίοις καὶ Φιαλεῦσιν καὶ Καφυεῦσιν καὶ Κρητ[αεῦσι]-
    40 ν ὅσοι ἐν τεῖ συμμαχίαι εἰσὶν τεῖ Λακεδαιμονίων κα[ὶ Ἀρέως]
    καὶ τοῖς ἄλλοις συμμάχοις κυρίαν εἰς τὸν ἅπαντα [χρόνον, ἣν]
    ἥκουσι κομίζοντες οἱ πρέσβεις· καὶ ἀναγράψα[ι αὐτὴν τὸν γρ]-
    αμματέα τὸν κατὰ πρυτανείαν ἐν στήληι χαλκ[ῆι καὶ στῆσαι ἐ]-
    ν ἀκροπόλει παρὰ τὸν νεὼ τῆς Ἀθηνᾶς τῆς Πο[λιάδος. ὀμόσαι δὲ]
    45 [τὰ] ἀρχεῖα τοῖς πρέσβεσιν τοῖς παραγεγο[νόσιν παρ’ αὐτῶν τὸ]-
    [ν ὅρκον τὸ]ν περὶ τῆς συμμαχίας κατὰ τὰ [πάτρια· v τοὺς δὲ κεχε]-
    fr. d [ιρο]τον[ημένους] ὑπὸ τοῦ δήμου πρ[έσβ]ε[ις ἀποπέμψαι οἵτινες το]-
    [ὺς ὅ]ρκους ἀπολ[ήψονται παρὰ] τ̣ῶ̣[ν λοιπῶν Ἑλλήνων· vv χειροτο]-
    [ν]ῆσαι δὲ καὶ συνέδρους [δύο τὸν δῆμον αὐτίκα μάλα ἐξ Ἀθηναίω]-
    50 ν ἁπάντων οἵτινες μετά τε Ἀρέω[ς καὶ τῶν ἀπὸ τῶν συμμάχων ἀ]-
    ποστελλομένων συνέδρων βουλεύσοντ̣[αι περὶ τῶν κοινῆι συ]-
    μφερόντων· μερίζειν δὲ τοῖς αἱρεθεῖσ[ιν τοὺς ἐπὶ τῆι διοικ]-
    ήσει εἰς ἐφόδια οὗ ἂν χρόνου ἀποδημῶ[σιν ὅ τι ἂν διαχειροτο]-
    νοῦντι δόξει τῶι δήμωι· ἐπαινέσαι δ[ὲ τοὺς ἐφόρους Λακεδαι]-
    55 μονίων καὶ Ἀρέα καὶ τοὺς συμμάχους [καὶ στεφανῶσαι αὐτοὺς]
    χρυσῶι στεφάνωι κατὰ τὸν νόμον· ἐπ[αινέσαι δὲ καὶ τοὺς πρέσ]-
    βεις τοὺς ἥκοντας παρ’ αὐτῶν v Θεομ[— — ca. 14 — — Λακεδα]-
    ιμόνιον vv Ἀργεῖον Κλεινίου Ἠλεῖο[ν v καὶ στεφανῶσαι ἑκάτ]-
    ερον αὐτῶν χρυσῶι στεφάνωι κατὰ [τὸν νόμον φιλοτιμίας ἕνε]-
    60 κα καὶ εὐνοίας ἧς ἔχουσιν περ[ί τε τοὺς ἄλλους συμμάχους κα]-
    ὶ τὸν δῆμον τὸν Ἀθηναίων· εἶνα[ι δὲ ἑκατέρωι αὐτῶν καὶ ἄλλο ἀγ]-
    αθὸν εὑρέσθαι παρὰ τῆς βουλ[ῆς καὶ τοῦ δήμου, ὅτου ἂν δοκῶσιν]
    ἄξιοι εἶναι. καλέσαι δὲ αὐτ[οὺς καὶ ἐπὶ ξένια εἰς τὸ πρυτανεῖ]-
    ον εἰς αὔριον. ἀναγράψαι δὲ [καὶ τόδε τὸ ψήφισμα τὸν γραμματέ]-
    65 α τὸν κατὰ πρυτανείαν εἰστ[ήλην λιθίνην καὶ τὴν συνθήκην κα]-
    ὶ στῆσαι ἐν ἀκροπόλει· εἰς [δὲ τὴν ἀναγραφὴν καὶ ἀνάθεσιν τ]-
    ῆς στήλης μερίσαι τοὺς ἐπ[ὶ τῆι διοικήσει τὸ ἀνάλωμα ὃ ἂν γέν]-
    ηται. vvv σύνεδροι οἵδε κ[εχειροτόνηνται·  vacat  ?]
      vvvv Κάλλιππος Ἐλευσίν[ιος, — — — — — — — — — — —]

    vacat

    70 σπονδαὶ καὶ συμμαχία [Λακεδαιμονίοις καὶ τοῖς συμμάχοις το]-
    ῖς Λακεδαιμονίων πρὸς [Ἀθηναίους καὶ τοὺς συμμάχους τοὺς Ἀθην]-
    αίων εἰς τὸν ἅπαντα [χρόνον. ἔχειν ἑκατέρους τὴν ἑαυτῶν ἐλευθέρ]-
    ους ὄντας καὶ αὐτον̣[όμους, πολιτείαν πολιτευομένους κατὰ]
    τὰ πάτρια· ἐὰν δέ τ̣[ις ἴει ἐπὶ πολέμωι ἐπὶ τὴν χώραν τὴν Ἀθην]-
    75 αίων ἢ τοὺς νόμο[υς καταλύει ἢ ἐπὶ πολέμωι ἴει ἐπὶ τοὺς συμμά]-
    χους τοὺς Ἀθην[αίων, βοηθεῖν Λακεδαιμονίους καὶ τοὺς συμμάχ]-
    ους τοὺς Λ[ακεδαιμονίων παντὶ σθένει κατὰ τὸ δυνατόν· ἐὰν δέ τ]-
    ις ἴει ἐπὶ π[ολέμωι ἐπὶ τὴν χώραν τὴν Λακεδαιμονίων ἢ τοὺς]
    νόμους κατ[αλύει ἢ ἐπὶ πολέμωι ἴει ἐπὶ τοὺς συμμάχους τοὺς Λ]-
    80 ακεδαιμ[ονίων, βοηθεῖν Ἀθηναίους καὶ τοὺς συμμάχους τοὺς Ἀθην]-
    [αίων παντὶ σθένει κατὰ τὸ δυνατόν·— — — — — — — — — — —]
    fr. c […………ca. 26 ……….]ΗΔ[…….. ca. 20 ………]
    fr. b [……ca. 12 …..Λακεδαιμονίου]ς καὶ τοὺς συμμάχους Ἀθηνα[ί]-
    [οις καὶ τοῖς συμμάχοις· vv ὀμό]σαι δὲ Ἀθηνα[ί]ους μὲν Λακεδαι-
    85 [μονίοις καὶ τοῖς ἀπὸ ἑκάστης] πόλεως τοὺς στρατηγοὺς καὶ τ-
    [ὴν βουλὴν καὶ τοὺς ἄλλους ἄρ]χοντας καὶ φυλάρχους καὶ ταξι-
    [άρχους καὶ ἱππάρχους· vv «ὀμ]νύω Δία Γ[ῆ]ν Ἥλιον Ἄρη Ἀθηνᾶν Ἀρε-
    [ίαν Ποσειδῶ Δήμητρα· vv ἐ]μ[μ]ενεῖν ἐν τεῖ συμμαχίαι τεῖ γεγ-
    [ενημένηι· εὐορκοῦσιν μὲν] πολλ[ὰ κ]ἀ̣γαθά, ἐπιορκοῦσι δὲ τἀνα-
    90 [ντία»· v Λακεδαιμονίους δὲ] Ἀθη[να]ίοις ὀμόσαι κατὰ ταὐτὰ τοὺ-
    [ς βασιλεῖς καὶ τοὺς ἐφόρο]υς [καὶ] τοὺς γέροντας· κατὰ ταὐτὰ δ-
    [ὲ ὀμόσαι καὶ κατὰ τὰ{τὰ}ς ἄλλας] πόλεις τοὺς ἄρχοντας. vv ἐὰν δ-
    [ὲ δοκῆι Λακεδαιμονίοις καὶ τ]οῖς συμμάχοις καὶ Ἀθηναίοις
    [ἄμεινον εἶναι προσθεῖναί τι] καὶ ἀφελεῖν περὶ τῆς συμμαχί-
    95 [ας, ὃ ἂν δοκῆι ἀμφοτέροις, εὔο]ρκον εἶναι. ἀναγράψαι δὲ τὴν συ-
    [μμαχίαν ἐν στήλαις χαλκαῖ]ς καὶ στῆσαι ἐν ἱερῶι ὅπου ἂν βού-
    [λωνται.]                                           vacat

     

  • EDITIONS OF THE TEXT

    IG II2 686+687 add. pp. 644-645; Syll.3 434/5; Staatsverträge III 476; Σ. Ανεζίρη in Λαγογιάννη-Γεωργακαράκου — Μπουραζέλης 2007: 121-125; IG II3 912; Σ. Ανεζίρη in Ανθολόγιο 29-38: Ε2.

    The edition of the text was based on Ανθολόγιο 29-38: Ε2.

    FURTHER BIBLIOGRAPHY

    Wilhelm 1892: 193-194 (welding of the fragments a, b, c); Smith 1914 (welding of the fragment d); Ferguson 1911: 175-177; Hauben 1983: 114-119; Burstein 1985: 77-80 no 56; Henry 1983: 320 note 16; Knoepfler 1985: 245 note 7, 248 note 18 (SEG XXXV 89; BE 1987: no 254); Henry 1989: 275; Erskine 1990: 90-95; Piejko 1991: 135 (SEG XLI 52); Habicht 1995: 147-153; Brodersen, HGI III 323; Dreyer 1999: 244-249, 300-301, 331-341; Βielman 2002: 73-79 no 12; Bagnall – Derow 2004: 38-41 no 19; Austin 2006: 130-133 no 61; Οliver 2007: 127-131; Grieb 2008: 88-89; Paschidis 2008: 162-170; Osborne 2012: 163-165.

  • Sophia Aneziri

  • Registered on
    May 29, 2022
  • Updated on
    March 22, 2024