| fr. a | Θ ε ο ί. |
| ἐπὶ Πειθιδήμου ἄρχοντος ἐπὶ τῆς Ἐρεχθεῖδος δευτέρας π- | |
| [ρ]υτανείας· vacat | |
| Μεταγειτνιῶνος ἐνάτει ἱσταμένου, ἐνάτει τῆς πρυτανεί- | |
| 5 | ας· ἐκκλησία κυρία· τῶν προέδρων ἐπεψήφιζεν Σώστρατος Κ- |
| αλλιστράτου Ἐρχιεὺς καὶ συμπρόεδροι· vvv ἔδοξεν τῶι δή- | |
| μωι· vvv Χρεμωνίδης Ἐτεοκλέους Αἰθαλίδης εἶπεν· ἐπειδὴ | |
| πρότερομ μὲν Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι καὶ οἱ σύμμαχ- | |
| οι οἱ ἑκατέρων φιλίαν καὶ συμμαχίαν κοινὴν ποιησάμενο- | |
| 10 | ι πρὸς ἑαυτοὺς πολλοὺς καὶ καλοὺς ἀγῶνας ἠγωνίσαντο με- |
| τ’ ἀλλήλων πρὸς τοὺς καταδουλοῦσθαι τὰς πόλεις ἐπιχειρ- | |
| οῦντας, ἐξ ὧν ἑαυτοῖς τε δόξαν ἐκτήσαντο καὶ τοῖς ἄλλ[ο]ις | |
| Ἕλλησιν παρεσκεύασαν τὴν ἐλευθερίαν· καὶ νῦν δὲ κ[α]ιρῶν | |
| καθειληφότων ὁμοίων τὴν Ἑλλάδα πᾶσαν διὰ το[ὺς κ]αταλύε- | |
| 15 | ιν ἐπιχειροῦντας τούς τε νόμους καὶ τὰς πατρίους ἑκάστ- |
| οις πολιτείας ὅ τε βασιλεὺς Πτολεμαῖος ἀκολούθως τεῖ τ- | |
| ῶν προγόνων καὶ τεῖ τῆς ἀδελφῆς προ[α]ιρέσει φανερός ἐστ- | |
| ιν σπουδάζων ὑπὲρ τῆς κοινῆς τ[ῶν] Ἑλλήνων ἐλευθερίας· κ̣αὶ | |
| ὁ δῆμος ὁ Ἀθηναίων συμμαχία[ν] ποιησάμενος πρὸς αὐτὸν καὶ | |
| 20 | τοὺς λοιποὺς Ἕλληνας ἐψήφισται παρακαλεῖν ἐπὶ τὴν αὐτὴ- |
| ν προαίρεσιν· ὡσαύτως δὲ καὶ Λακεδαιμόνιοι φίλοι καὶ σύμ- | |
| μαχοι τοῦ βασιλέως ὄντες Πτολεμαίου καὶ πρὸς τὸν δῆμον τ- | |
| ὸν Ἀθηναίων εἰσὶν ἐψηφισμένοι συμμαχίαν μετά τε Ἠλείων | |
| καὶ Ἀχαιῶν καὶ Τεγεατῶν καὶ Μαντινέων καὶ Ὀρχομενίων κα- | |
| 25 | ὶ Φια[λέων] καὶ Καφυέων καὶ Κρηταέων ὅσοι εἰσὶν ἐν τεῖ συμμ- |
| [αχίαι τ]εῖ Λακεδαιμονίων καὶ Ἀρέως καὶ τῶν ἄλλων συμμάχω- | |
| [ν καὶ] πρέσβεις ἀπὸ τῶν συνέδρων ἀπεστάλκασιν πρὸς τὸν δῆ- | |
| [μ]ον καὶ οἱ παραγεγονότες παρ’ αὐτῶν ἐμφανίζουσιν τήν τε Λ- | |
| ακεδαιμονίων καὶ Ἀρέως καὶ τῶν ἄλλων συμμάχων φιλοτιμί- | |
| 30 | αν, ἣν ἔχουσιν πρὸς τὸν δῆμον, καὶ τὴν περὶ τῆς συμμαχίας ὁμολ- |
| ογίαν ἥκουσι κομίζοντες· ὅπως ἂν οὖν κοινῆς ὁμονοίας γενομ- | |
| ένης τοῖς Ἕλλησι πρός τε τοὺς νῦν ἠδικηκότας καὶ παρεσπον- | |
| δηκότας τὰς πόλεις πρόθυμοι μετὰ τοῦ βασιλέως Πτολεμαίου | |
| καὶ μετ’ ἀλλήλων ὑπάρχωσιν ἀγωνισταὶ καὶ τὸ λοιπὸν μεθ’ ὁμον– | |
| 35 | οίας σώιζωσιν τὰς πόλεις· vvvv ἀγαθεῖ τύχει δεδόχθαι τῶ[ι δ]- |
| ήμωι τὴμ μὲν φιλίαν καὶ τὴν συμμαχίαν εἶναι Ἀθηναίοις κ[αὶ] | |
| Λακεδαιμονίοις καὶ τοῖς βασιλεῦσιν τοῖς Λακεδαιμον[ίων] | |
| καὶ Ἠλείοις καὶ Ἀχαιοῖς καὶ Τεγεάταις καὶ Μαντινεῦσ[ιν κα]- | |
| ὶ Ὀρχομενίοις καὶ Φιαλεῦσιν καὶ Καφυεῦσιν καὶ Κρητ[αεῦσι]- | |
| 40 | ν ὅσοι ἐν τεῖ συμμαχίαι εἰσὶν τεῖ Λακεδαιμονίων κα[ὶ Ἀρέως] |
| καὶ τοῖς ἄλλοις συμμάχοις κυρίαν εἰς τὸν ἅπαντα [χρόνον, ἣν] | |
| ἥκουσι κομίζοντες οἱ πρέσβεις· καὶ ἀναγράψα[ι αὐτὴν τὸν γρ]- | |
| αμματέα τὸν κατὰ πρυτανείαν ἐν στήληι χαλκ[ῆι καὶ στῆσαι ἐ]- | |
| ν ἀκροπόλει παρὰ τὸν νεὼ τῆς Ἀθηνᾶς τῆς Πο[λιάδος. ὀμόσαι δὲ] | |
| 45 | [τὰ] ἀρχεῖα τοῖς πρέσβεσιν τοῖς παραγεγο[νόσιν παρ’ αὐτῶν τὸ]- |
| [ν ὅρκον τὸ]ν περὶ τῆς συμμαχίας κατὰ τὰ [πάτρια· v τοὺς δὲ κεχε]- | |
| fr. d | [ιρο]τον[ημένους] ὑπὸ τοῦ δήμου πρ[έσβ]ε[ις ἀποπέμψαι οἵτινες το]- |
| [ὺς ὅ]ρκους ἀπολ[ήψονται παρὰ] τ̣ῶ̣[ν λοιπῶν Ἑλλήνων· vv χειροτο]- | |
| [ν]ῆσαι δὲ καὶ συνέδρους [δύο τὸν δῆμον αὐτίκα μάλα ἐξ Ἀθηναίω]- | |
| 50 | ν ἁπάντων οἵτινες μετά τε Ἀρέω[ς καὶ τῶν ἀπὸ τῶν συμμάχων ἀ]- |
| ποστελλομένων συνέδρων βουλεύσοντ̣[αι περὶ τῶν κοινῆι συ]- | |
| μφερόντων· μερίζειν δὲ τοῖς αἱρεθεῖσ[ιν τοὺς ἐπὶ τῆι διοικ]- | |
| ήσει εἰς ἐφόδια οὗ ἂν χρόνου ἀποδημῶ[σιν ὅ τι ἂν διαχειροτο]- | |
| νοῦντι δόξει τῶι δήμωι· ἐπαινέσαι δ[ὲ τοὺς ἐφόρους Λακεδαι]- | |
| 55 | μονίων καὶ Ἀρέα καὶ τοὺς συμμάχους [καὶ στεφανῶσαι αὐτοὺς] |
| χρυσῶι στεφάνωι κατὰ τὸν νόμον· ἐπ[αινέσαι δὲ καὶ τοὺς πρέσ]- | |
| βεις τοὺς ἥκοντας παρ’ αὐτῶν v Θεομ[— — ca. 14 — — Λακεδα]- | |
| ιμόνιον vv Ἀργεῖον Κλεινίου Ἠλεῖο[ν v καὶ στεφανῶσαι ἑκάτ]- | |
| ερον αὐτῶν χρυσῶι στεφάνωι κατὰ [τὸν νόμον φιλοτιμίας ἕνε]- | |
| 60 | κα καὶ εὐνοίας ἧς ἔχουσιν περ[ί τε τοὺς ἄλλους συμμάχους κα]- |
| ὶ τὸν δῆμον τὸν Ἀθηναίων· εἶνα[ι δὲ ἑκατέρωι αὐτῶν καὶ ἄλλο ἀγ]- | |
| αθὸν εὑρέσθαι παρὰ τῆς βουλ[ῆς καὶ τοῦ δήμου, ὅτου ἂν δοκῶσιν] | |
| ἄξιοι εἶναι. καλέσαι δὲ αὐτ[οὺς καὶ ἐπὶ ξένια εἰς τὸ πρυτανεῖ]- | |
| ον εἰς αὔριον. ἀναγράψαι δὲ [καὶ τόδε τὸ ψήφισμα τὸν γραμματέ]- | |
| 65 | α τὸν κατὰ πρυτανείαν εἰστ[ήλην λιθίνην καὶ τὴν συνθήκην κα]- |
| ὶ στῆσαι ἐν ἀκροπόλει· εἰς [δὲ τὴν ἀναγραφὴν καὶ ἀνάθεσιν τ]- | |
| ῆς στήλης μερίσαι τοὺς ἐπ[ὶ τῆι διοικήσει τὸ ἀνάλωμα ὃ ἂν γέν]- | |
| ηται. vvv σύνεδροι οἵδε κ[εχειροτόνηνται· vacat ?] | |
| vvvv Κάλλιππος Ἐλευσίν[ιος, — — — — — — — — — — —]
vacat |
|
| 70 | σπονδαὶ καὶ συμμαχία [Λακεδαιμονίοις καὶ τοῖς συμμάχοις το]- |
| ῖς Λακεδαιμονίων πρὸς [Ἀθηναίους καὶ τοὺς συμμάχους τοὺς Ἀθην]- | |
| αίων εἰς τὸν ἅπαντα [χρόνον. ἔχειν ἑκατέρους τὴν ἑαυτῶν ἐλευθέρ]- | |
| ους ὄντας καὶ αὐτον̣[όμους, πολιτείαν πολιτευομένους κατὰ] | |
| τὰ πάτρια· ἐὰν δέ τ̣[ις ἴει ἐπὶ πολέμωι ἐπὶ τὴν χώραν τὴν Ἀθην]- | |
| 75 | αίων ἢ τοὺς νόμο[υς καταλύει ἢ ἐπὶ πολέμωι ἴει ἐπὶ τοὺς συμμά]- |
| χους τοὺς Ἀθην[αίων, βοηθεῖν Λακεδαιμονίους καὶ τοὺς συμμάχ]- | |
| ους τοὺς Λ[ακεδαιμονίων παντὶ σθένει κατὰ τὸ δυνατόν· ἐὰν δέ τ]- | |
| ις ἴει ἐπὶ π[ολέμωι ἐπὶ τὴν χώραν τὴν Λακεδαιμονίων ἢ τοὺς] | |
| νόμους κατ[αλύει ἢ ἐπὶ πολέμωι ἴει ἐπὶ τοὺς συμμάχους τοὺς Λ]- | |
| 80 | ακεδαιμ[ονίων, βοηθεῖν Ἀθηναίους καὶ τοὺς συμμάχους τοὺς Ἀθην]- |
| [αίων παντὶ σθένει κατὰ τὸ δυνατόν·— — — — — — — — — — —] | |
| fr. c | […………ca. 26 ……….]ΗΔ[…….. ca. 20 ………] |
| fr. b | [……ca. 12 …..Λακεδαιμονίου]ς καὶ τοὺς συμμάχους Ἀθηνα[ί]- |
| [οις καὶ τοῖς συμμάχοις· vv ὀμό]σαι δὲ Ἀθηνα[ί]ους μὲν Λακεδαι- | |
| 85 | [μονίοις καὶ τοῖς ἀπὸ ἑκάστης] πόλεως τοὺς στρατηγοὺς καὶ τ- |
| [ὴν βουλὴν καὶ τοὺς ἄλλους ἄρ]χοντας καὶ φυλάρχους καὶ ταξι- | |
| [άρχους καὶ ἱππάρχους· vv «ὀμ]νύω Δία Γ[ῆ]ν Ἥλιον Ἄρη Ἀθηνᾶν Ἀρε- | |
| [ίαν Ποσειδῶ Δήμητρα· vv ἐ]μ[μ]ενεῖν ἐν τεῖ συμμαχίαι τεῖ γεγ- | |
| [ενημένηι· εὐορκοῦσιν μὲν] πολλ[ὰ κ]ἀ̣γαθά, ἐπιορκοῦσι δὲ τἀνα- | |
| 90 | [ντία»· v Λακεδαιμονίους δὲ] Ἀθη[να]ίοις ὀμόσαι κατὰ ταὐτὰ τοὺ- |
| [ς βασιλεῖς καὶ τοὺς ἐφόρο]υς [καὶ] τοὺς γέροντας· κατὰ ταὐτὰ δ- | |
| [ὲ ὀμόσαι καὶ κατὰ τὰ{τὰ}ς ἄλλας] πόλεις τοὺς ἄρχοντας. vv ἐὰν δ- | |
| [ὲ δοκῆι Λακεδαιμονίοις καὶ τ]οῖς συμμάχοις καὶ Ἀθηναίοις | |
| [ἄμεινον εἶναι προσθεῖναί τι] καὶ ἀφελεῖν περὶ τῆς συμμαχί- | |
| 95 | [ας, ὃ ἂν δοκῆι ἀμφοτέροις, εὔο]ρκον εἶναι. ἀναγράψαι δὲ τὴν συ- |
| [μμαχίαν ἐν στήλαις χαλκαῖ]ς καὶ στῆσαι ἐν ἱερῶι ὅπου ἂν βού- | |
| [λωνται.] vacat |
EDITIONS OF THE TEXT
IG II2 686+687 add. pp. 644-645; Syll.3 434/5; Staatsverträge III 476; Σ. Ανεζίρη in Λαγογιάννη-Γεωργακαράκου — Μπουραζέλης 2007: 121-125; IG II3 912; Σ. Ανεζίρη in Ανθολόγιο 29-38: Ε2.
The edition of the text was based on Ανθολόγιο 29-38: Ε2.
FURTHER BIBLIOGRAPHY
Wilhelm 1892: 193-194 (welding of the fragments a, b, c); Smith 1914 (welding of the fragment d); Ferguson 1911: 175-177; Hauben 1983: 114-119; Burstein 1985: 77-80 no 56; Henry 1983: 320 note 16; Knoepfler 1985: 245 note 7, 248 note 18 (SEG XXXV 89; BE 1987: no 254); Henry 1989: 275; Erskine 1990: 90-95; Piejko 1991: 135 (SEG XLI 52); Habicht 1995: 147-153; Brodersen, HGI III 323; Dreyer 1999: 244-249, 300-301, 331-341; Βielman 2002: 73-79 no 12; Bagnall – Derow 2004: 38-41 no 19; Austin 2006: 130-133 no 61; Οliver 2007: 127-131; Grieb 2008: 88-89; Paschidis 2008: 162-170; Osborne 2012: 163-165.
Sophia Aneziri