| front side (recto) | |
| Σωκράτῃ καὶ Διδύμῳ τῷ καὶ Τυράννῳ | |
| γραμματεῦσι μητροπόλεως | |
| παρὰ Ἰσχυρᾶτος τοῦ Πρωτᾶ τοῦ Μύσθου | |
| [μ]ητρὸς Τασουχαρίου τῆς Διδᾶ ἀπ[ὸ ἀ]μ- | |
| 5 | φόδου Ἑρμουθιακῆς καὶ τῆς τούτου γυ- |
| ναικὸς Θαισαρίου τῆς Ἀμμωνίου [τ]οῦ | |
| Μύσθου μητρὸς Θαισᾶτος ἀπὸ τοῦ αὐτοῦ | |
| ἀμφόδου Ἑρμουθιακῆς. ἀπογραφόμεθα | |
| τὸν γεννηθέντα ἡμεῖν ἐξ ἀλλήλων υἱὸν | |
| 10 | Ἰσχυρᾶ[ν] καὶ ὄντα εἰς τὸ ἐνεστὸς ιδ (ἔτος) Ἀντωνείνο(υ) |
| Κα[ί]σαρος τοῦ κυρίου (ἔτους) α. διὸ ἐπιδίδωμ[ι] τὸ | |
| τῆς ἐπιγενήσεως ὑπόμνημα. | |
| [Ἰσχυρ]ᾶς (ἐτῶν) μδ ἄσημος. | |
| Θαισάριον (ἐτῶν) κδ ἄσημος. | |
| 15 | ἔγραψ[ε]ν ὑπὲρ αὐτῶν Ἀμμώνιος νομογ(ράφος). |
EDITIONS OF THE TEXT
P.Fayum 28· Sel.Pap. II 309· C.Pap.Hengstl 25· Μ. Μαλούτα in Ανθολόγιο 301-305: Π9.
FURTHER BIBLIOGRAPHY
P.Oxy. LXXIV 4993-4995 (introduction).
Myrto Malouta