| (1st hand) | |
| ὁ[μ]ο[λ]ογοῦσιν ἀλλή[λ]οις Τρύφων Διονυ[σίου] | |
| τοῦ Τρύφωνος μητρὸς [Θ]αμούν[ιο]ς τῆ[ς] | |
| Ὀννώφριος καὶ Πτολεμαῖο[ς] Παυσιρίωνος | |
| τοῦ Πτολεμαίου μητρὸς Ὠφελοῦτος τῆς | |
| 5 | Θέωνος γέρδιος, ἀμφότεροι τῶν ἀπʼ Ὀξυ- |
| ρύγχων πόλεως, ὁ μὲν Τρύφων ἐγδεδόσ- | |
| θαι τῷ Πτολεμαίῳ τὸν ἑαυτοῦ υἱὸν Θοῶ- | |
| νιν μητρὸς Σαραεῦτος τῆς Ἀπίωνος οὐδέ- | |
| πω ὄντα τῶν ἐτῶν ἐπὶ χρόνον ἐνιαυτὸν | |
| 10 | ἕνα ἀπὸ τῆς ἐνεστώσης ἡμέρας, διακονοῦ(ν)- |
| τα καὶ ποιο[ῦ]ντα πάντα τὰ ἐπιτασσόμε- | |
| να αὐτῷ ὑπὸ τοῦ Πτολεμαίου κατὰ τὴν | |
| γερδιακὴν τέχνην πᾶσαν, <ὁ δὲ Πτολεμαῖος κατʼ αὐτὸν ἐκδιδάξειν τὸν παῖδα | |
| κατὰ τὴν γερδιακὴν τέχνην> ὧς καὶ αὐτὸς | |
| ἐπισται, τοῦ παιδὸς τρεφομένου καὶ ἱμα- | |
| 15 | τισζομένου ἐπὶ τὸν ὅλον χρόνον ὑπὸ |
| τοῦ πατρὸς Τρύφωνος πρὸς ὃν καὶ εἶναι | |
| τὰ δημόσια πάντα τοῦ παιδός, ἐφʼ ᾧ | |
| δώσει αὐτῷ κατὰ μῆνα ὁ Πτολεμαῖος | |
| εἰς λόγον διατροφῆς δραχμὰς πέντε | |
| 20 | καὶ ἐπὶ συνκλεισμῷ τοῦ ὅλου χρόνου |
| εἰς λόγον ἱματισμοῦ δραχμὰς δέκα δύο, | |
| οὐκ ἐξόντος τῷ Τρύφωνι ἀποσπᾶν τὸν | |
| παῖδα ἀπὸ τοῦ Πτολεμαίου μέχρι τοῦ | |
| τὸν χρόνον πληρωθῆναι, ὅσας δʼ ἐὰν ἐν | |
| 25 | τούτῳ ἀτακτήσῃ ἡμέρας ἐπὶ τὰς |
| ἴσας αὐτὸν παρέξεται [με]τὰ τὸν χρό- | |
| νον ἢ ἀ̣[πο]τεισάτω ἑκάσ[τ]ης ἡμέρας | |
| ἀργυρίου [δρ]αχμὴν μίαν , [τ]οῦ δʼ ἀποσπα- | |
| θῆναι ἐντὸς τοῦ χρόν[ου] ἐπίτειμον | |
| 30 | δραχμὰς ἑκατὸν καὶ εἰς τὸ δημόσιον |
| τὰς ἴσας. ἐὰν δὲ καὶ αὐτὸ[ς ὁ] Πτολεμαῖος | |
| μὴ ἐγδιδάξῃ τὸν παῖ[δ]α ἔνοχος | |
| ἔστω τοῖς ἴσοις ἐπιτε[ί]μοις. κυρία | |
| ἡ διδασκαλική. (ἔτους) ιγ Νέ[ρ]ωνος Κλαυδίου | |
| 35 | Καίσαρος Σεβαστοῦ Γερμανικοῦ |
| Αὐτοκράτορος, μηνὸς Σεβαστοῦ κα. | |
| —— | |
| (2nd hand) | |
| Πτολεμαῖος [Πα]υσιρίωνος | |
| τοῦ Πτολεμαίου μητρὸς Ὠφε- | |
| λοῦτος τῆς Θέωνος ἕκαστα | |
| 40 | ποιήσω ἐν τῷ ἐνιαυτῷ ἑνί . |
| Ζωίλος Ὥρου τοῦ Ζωίλου μητρὸς | |
| Διεῦτος τῆς Σω̣κέ̣ω̣ς̣ ἔγραψα | |
| ὑπὲρ αὐτοῦ μὴ ἰδότος γράμματα. | |
| ἔτους τρισκαιδεκάτου Νέρωνος Κλαυδίου Καίσαρος | |
| 45 | Σεβαστοῦ Γερμανικοῦ |
| Αὐτοκράτο[ρο]ς, μη(νὸς) Σεβαστοῦ κα. | |
EDITIONS OF THE TEXT
P.Oxy. ΙΙ 275· P.Lond. ΙΙΙ 794 descr.· W.Chr. 324· Sel.Pap. Ι 13· Jur.Pap. 42.
FURTHER BIBLIOGRAPHY
Westermann 1914: 295-315· Herrmann 1957-1958: 119-139.
Nikolaos Kolveris