| 1 | δακρυόεν τόδε σῆμα, καὶ εἰ κενὸν ἠρίον ἧσται, |
| Φαρνάκου αὐθαίμου τ’ αἰπὺ Μύρωνος ὁμοῦ, | |
| τῆς Πάπου γενεᾶς οἰκτρᾶς, ξένοι, οὕς Ἀμισηνοὺ[ς] | |
| ναυαγοὺς Βορέου χεῖμ’ ἀποσεισαμένους | |
| 5 | ἀγροίκων ξιφέεσσι Σεριφιὰς ὤλεσε νῆσος, |
| ἀμφὶ βαρυζήλου τέρμα βαλοῦσα τύχης. | |
| Πρῶτος δ’ ἐν Ῥήνης κόλποις στηλώσαθ’ ἑταίρων | |
| τύμβον ἐπ’ ἀστήνοις μνημόσυνον στεναχᾶν. |
Mε βάση τη μορφή των γραμμάτων και την προσωπογραφία.