(1st column)
Παγκράτει αρχισωματοφύλακι καὶ πρὸς τήι συντάξει | |
παρʼ Αντιμάχου τού Αριστομήδου Μακεδόνος [τώ]ν Απολλωνίου | |
τής γ ιπ(παρχίας) (εκατονταρούρου) καὶ παρʼ Hρακλείδου Αρίστωνος | |
Θραικός, | |
τής αυτής ιππαρχίας, ορφανού, μετὰ προστάτιδος | |
5 | τής ούσης αυτού απὸ συγγραφής συνοικισίου τής αυ- |
τού μητρὸς Θαίδος τής Απολλωνίου. επαπορούντ̣ω̣ν̣ | |
τών παρὰ τού προγεγραμμένου ορφανού καὶ τής μ̣η̣τ̣ρ̣[ὸς επὶ] | |
τοίς ορίοις ού έτι πρότερον τυγχάνει παραδεδειχὼς | |
ο προγεγραμμένος Αντίμαχος κλήρου (αρουρών) μ περί τε | |
10 | Κερκεσούχα καὶ Άρεως κώμην τής Πολ̣[έ]μ̣ονος |
μερίδος, ανθʼ ού ἠλλάξατο πρὸς αυτὸν ο τού Hρακλείδου | |
πατὴρ Αρίστων περὶ Βούβαστον τής Hρακλείδ̣ο̣υ̣ | |
μερίδος, αξιούμεν συντάξαι γράψαι Νικο̣λ̣ά̣ωι | |
επιστάτει τής ε ιππαρχίας τών Αρ ̣ ̣ς | |
15 | ποιήσασθαι τὴν παράδειξιν τού διασεσαφημένου |
κ̣[λ]ήρου τών μ (αρουρών) ακολούθως τήι ε̣γ̣δ̣ο̣θ̣ε̣ί̣σ̣η̣ι̣ | |
Αντιμάχωι σχηματογραφίαι ἧς τὸ αντ̣ί̣γ̣ρ̣α̣φ̣ο̣ν̣ | |
υ̣π̣ο̣τέτακται. τούτου δέ γενομένου [τευξό-] | |
μ̣ε̣θ̣α τής παρὰ σού φιλανθρωπίας. | |
20 | ευ̣τ̣ύ̣χ̣ε̣ι̣ |
Αγαθήι vac. τύχηι. | |
Τήν τού θειοτάτου | |
καί ανεικήτου αυτο- | |
κράτορος <σ>εβαστήν | |
5 | μητέρα Μ(άρκου) Αυρ(ηλίου)Σευή- |
ρου [[ [Αλ]εξ[άνδ]ρου ]] | |
καί τών ιερών αυτού | |
στρατευμάτων [[ [Ιου- | |
[λίαν Μαμαί]αν ]] η | |
10 | λαμπροτάτη Θρα- |
κών επαρχεία, | |
vacat | |
επιμελουμένου | |
Π(οπλίου) Αντίου Τήρου | |
θρακάρχ[ου]. |
Ιουλίαν θεὰν Σεβαστὴν Πρόνοιαν | |
η βουλὴ η εξ Αρήου πάγου καὶ η βου- | |
λὴ τών εξακοσίων καὶ ο δήμος | |
αναθέντος εκ τών ιδίων | |
5 | Διονυσίου τού Αύλου Μαρα- |
θωνίου, αγορανομούντων | |
αυτού τε Διονυσίου Μαρα- | |
θωνίου καὶ Κοίντου Ναιβίου | |
Ῥούφου Μελιτέως. |
εν[— — — — — — — — — — — — — — —κα]- | |
ὶ συμπρόε[δροι· έδοξεν τώι δήμωι — — — — —] | |
ας Αισχύλου Σ[․․․ ca. 8․․․․ είπεν· περὶ ων απαγ]- | |
γέλλει ο άρχων [περὶ τών ιερών ων έθυεν τώ]- | |
5 | ι [Δ]ιονύσωι, τύχει α[γαθεί δεδόχθαι τώι δή]- |
μωι, τὰ μέν αγαθὰ δέχεσθ[αι τὸν δήμον, ἃ απα]- | |
γγέλλει ο άρχων γεγονέν[αι εν τοίς ιεροί]- | |
ς, οίς έθυεν εφ’ υγιείαι καὶ σωτη[ρίαι τής βο]- | |
υλής καὶ τού δήμου τού Αθηναίων κα[ὶ τών κ]- | |
10 | αρπών τών εν τεί χώραι· επειδὴ ο άρχω[ν τά]- |
ς τε άλλας θυσίας τέθυκεν, όσας αυτώι προσ- | |
ήκεν, υπέρ τής βουλής καὶ τού δήμου καλώς κ- | |
αὶ ευσεβώς, επιμεμέληται δέ καὶ τής πομπή- | |
[ς] τώι Δ[ι]ονύσωι μετὰ τών παρέδρων καὶ τών ε- | |
15 | πιμελητών, διατελεί δέ καὶ τών περὶ τὴν αρ- |
χὴν ποιούμενος τὴν επιμέλειαν κατὰ τοὺς | |
νόμους, επαινέσαι τὸν άρχοντα Νικίαν Φίλ- | |
ωνος Ὀτρυνέα καὶ τοὺς παρέδρους αυτού vv | |
Αλκίμαχον Κλεοβούλου Μυρρινούσιον v, Αν- | |
20 | τιφάνην Πολυκράτου Ὀτρυνέα ευσεβείας έ- |
νεκα καὶ φιλοτιμίας ήν έχοντες διατελού- | |
σιν περὶ τὸν δήμον τὸν Αθηναίων· v επαινέσ- | |
αι δέ καὶ τοὺς τής πομπής επιμελητὰς v Ἴσα- | |
νδρον Εχεδήμου Κυδαθηναιέα, v Μνησίθεον | |
25 | Εχεδήμου Κυδαθηναιέα, vv Καλλίθεον Βουλά- |
ρχου Φλυέ<α>, Αντιφάτην Ευθυκρίτου Αζηνιέα, | |
Κάλλαισχρον Διοτίμου Παλληνέα, v Αμεινοκ- | |
λήν Αντιφάνου Κήττιον, v Ἱέρωνα Φειδύλλου | |
Αιθαλίδην, v Κάλλιππον Ἱπποθέρσου Αχαρνέ- | |
30 | α, v Πολύζηλον Ευηνορίδου Ἁλαιέα, v Θεογένη- |
ν Ποσειδωνίου Αμφιτροπήθεν· v επαινέσαι δ- | |
έ καὶ τὸν πατέρα τής κανηφόρου Καλλιφώντ- | |
α Καλλιφώντος Αθμονέα. v αναγράψαι δέ τόδε | |
τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτανε- | |
35 | ίαν εν στήληι λιθίνηι καὶ στήσαι εν τώι τεμ- |
ένει τού Διονύσου, εις δέ τὴν αναγραφὴν καὶ | |
τὴμ ποίησιν μερίσαι τοὺς επὶ τεί διοικήσε- | |
[ι] τὸ γενόμενον ανάλωμα. |
[δαμι]οργού δέ Καιρογένευς Λευ[κ]αθέου. | |
Αυτοκράτωρ Καίσαρ θεού υιὸς Σεβαστὸς αρχιερεὺς | |
ύπατος τὸ δωδέκατον αποδεδειγμένος | |
καὶ δημαρχικής εξουσίας τὸ οκτωικαιδέκατον | |
5 | Κνιδίων άρχουσι βουλήι δήμωι χαίρειν· οι πρέσ- |
βεις υμών Διονύσιος β καὶ Διονύσιος β τού Διονυ- | |
σίου ενέτυχον εν Ῥώμη μοι καὶ τὸ ψήφισμα αποδόντες | |
κατηγόρησαν Ευβούλου μέν τού Αναξανδρίδα τεθνει- | |
ώτος ήδηι, Τρυφέρας δέ τής γυναικὸς αυτού παρούσης | |
10 | περὶ τού θανάτου τού Ευβούλου τού Χρυσίππου. vac. εγὼι |
δέ εξετάσαι προστάξας Γάλλωι Ασινίωι τώι εμώι φίλωι | |
τών οικετών τοὺς ενφερομένους τήι αιτία διὰ βα- | |
σάνων έγνων Φιλείνον τὸν Χρυσίππου τρείς νύ- | |
κτας συνεχώς επεληλυθότα τήι οικία τήι Ευβού- | |
15 | λου καὶ Τρυφέρας μεθ’ ύβρεως καὶ τρόπωι τινὶ πολι- |
ορκίας, τήι τρίτηι δέ συνεπηιγμένον καὶ τὸν αδελ- | |
φὸν Εύβουλον, τοὺς δέ τής οικίας δεσπότας Εύβου- | |
λον καὶ Τρυφέραν, ὡς ούτε χρηματίζοντες πρὸς | |
τὸν Φιλείνον ούτε αντιφραττόμενοι ταίς προσ- | |
20 | βολαίς ασφαλείας εν τήι εαυτών οικίαι τυχείν ἠδύναν- |
το, προστεταχχότας ενὶ τών οικετών ουκ αποκτεί- | |
ναι, ὡς ίσως άν τις υπ’ οργής ου[κ] αδίκου προήχθηι, αλ- | |
λὰ ανείρξαι κατασκεδάσαντα τὰ κόπρια αυτών· τὸν | |
δέ οικέτην σὺν τοίς καταχεομένοις είτε εκόντα | |
25 | είτε άκοντα –αυτὸς μέν γὰρ ενέμεινεν αρνούμενο[ς]- |
αφείναι τὴν γάστραν, τὸν Εύβουλον υποπεσείν δικαιό- | |
τερον άν σωθέντα ταιδελφού. πέπονφα δέ υμείν καὶ α[υ]- | |
[τ]ὰς τὰς ανακρίσεις. vac. εθαύμαζον δ’ άν, πώς εις τόσον | |
έδεισαν τὴν παρ’ υμείν εξετασίαν τών δούλων οι φ[εύ]- | |
30 | γοντες τὴν δίκην, ει μή μοι σφόδρα αυτοίς εδόξ[ατε] |
χαλεποὶ γεγονέναι καὶ πρὸς τὰ εναντία μισοπόνη[ροι], | |
μὴ κατὰ τών αξίων παν οτιούν παθείν, vac. επ’ αλλο[τρίαν] | |
οικίαν νύκτωρ μεθ’ ύβρεως καὶ βίας τρὶς επεληλυ[θό]- | |
των καὶ τὴν κοινὴν απάντων υμών ασφάλειαν [αναι]- | |
35 | ρούντων αγανακτούντες, αλλὰ κατὰ τών καὶ ην[ικ’ ἠ]- |
μύνοντο ἠτυχηκότων, ἠδικηκότων δέ ουδ’ έστ[ιν ό τι]. | |
αλλὰ νύν ορθώς άν μοι δοκείτε ποιήσαι τήι εμήι [περὶ τού]- | |
των γνώιμηι προνοήσαντες καὶ τὰ εν τοίς δημ[οσίοις] | |
υμών ομολογείν γράμματα. έρρωσθε. |
(copy of Laodikeia in Media)
Μενέδημος Απολλοδότωι καὶ Λαοδικέων | |
[τ]οίς άρχουσι καὶ τήι πόλει χαίρειν. τού | |
[γ]ραφέντος πρὸς ημας προστάγματος | |
[παρὰ τ]ού βασιλέως υποτέτακται | |
5 | [τὸ αντί]γραφον∙ κατακολουθείτε ούν |
τοίς επεσταλμένοις καὶ φροντίσατε | |
όπως αναγραφέν τὸ πρόσταγμα εις στήλην | |
λιθίνην ανατεθήι εν τώι επιφανεστάτωι | |
τών εν τήι πόλει ιερών. | |
10 | Έρρωσθε Θιρ΄ Πανήμου ι΄.
vacat |
Β[α]σιλεὺς Αντίοχο[ς Μ]ενεδήμωι χαίρειν. | |
[Βου]λόμενοι τής αδελφής βασιλίσσης | |
Λαοδίκης τὰς τιμὰς επὶ πλείστον αύξειν | |
καὶ τούτο αναγκαιότατον εαυτοίς | |
15 | νομίζοντες είν[αι] διὰ τὸ μὴ μόνον ημίν φιλοστόργως |
καὶ κηδεμονικώς αυτὴν συμβιούν, [αλ]λὰ καὶ | |
πρὸς τὸ θείον ευσεβώς διακείσθαι καὶ τὰ άλλα μέν | |
όσα πρέπει καὶ δίκαιόν εστιν παρ’ ημών [αυτ]ήι | |
συναντασθαι διατελούμεν μετὰ φιλοστοργίας | |
20 | ποιούντες, κρίνομεν δέ καθάπερ ημών |
αποδείκνυνται κατὰ τὴν βασιλείαν αρχιερείς, | |
καὶ ταύτης κ[αθ]ίστασθαι εν τοίς αυτοίς τό[ποι]ς | |
αρχιερείας, αἳ φ[ορ]ήσουσιν στεφάνους χρυ[σούς] | |
έχοντας εικόν[α]ς αυτής, ενγραφήσονται δέ [καὶ] | |
25 | εν τοίς συν[αλ]λάγμασ[ι], μετὰ τοὺς τών προ[γόνων] |
καὶ ημών αρχι[ερε]ίς. επεὶ ούν αποδέδει[κται] | |
εν τοίς υπὸ σ[έ τό]ποις Λαοδίκη{ς}, συ[ντελείσθω] | |
πάντα τοίς προγεγραμμένοις ακολ[ούθως], | |
καὶ τὰ αντίγραφα τών επιστολών αναγραφέν[τα] | |
30 | εις στήλας ανατεθήτω εν τοίς επιφανεστάτοις τό[ποις], |
όπως νύν τε καὶ εις τὸ λοιπὸν φανερὰ γ[έν]ηται η ημε[τέρα] | |
καὶ εν τούτοις πρὸς τὴν αδελφὴν [προ]αίρεσις. | |
Θιρ΄ Ξαν[δικού . . ]. |
αγαθήι τύχηι, ι̣ε̣ρ̣ονομούντος | |
Δημητρίου, μηνὸς Θαργηλιώνος | |
δευτέραι, Αλέξων Δάμωνος εί- | |
πεν· νόμον είναι Γαμβρειώταις | |
5 | τὰς πενθούσας έχειν φαιὰν εσθή- |
τα μὴ κατερρυπωμένην· χρήσθαι | |
δέ καὶ τοὺς άνδρας καὶ τοὺς παίδας | |
τοὺς πενθούντας εσθήτι φαιαι, | |
εὰμ μὴ βούλωνται λευκήι· επιτε- | |
10 | λείν δέ τὰ νόμιμα τοίς αποιχομέ- |
νοις έσχατον εν τρισὶ μησίν, τώι δέ | |
τετάρτωι λύειν τὰ πένθη τοὺς άν- | |
δρας, τὰς δέ γυναίκας τώι πέμπτωι, | |
καὶ εξανίστασθαι εκ τής κηδείας | |
15 | καὶ εκπορεύεσθαι τὰς γυναίκας |
τὰς εξόδους τὰς εν τώι νόμωι γε- | |
γραμμένας επάναγκον· τὸν δέ γυ- | |
ναικονόμον τὸν υπὸ τού δήμου αι- | |
ρούμενον τοίς αγνισμοίς τοίς πρὸ | |
20 | τών Θεσμοφορίων επεύχεσθαι τοίς εμ- |
μένουσιν καὶ ταίς πειθομέναις τώι- | |
δε τώι νόμωι εύ είναι καὶ τών υπαρχόν- | |
των αγαθών όνησιν, τοίς δέ μὴ πειθο- | |
μένοις μηδέ ταίς εμμενούσαις τα- | |
25 | ναντία· καὶ μὴ όσιον αυταίς είναι, ὡς |
ασεβούσαις, θύειν μηθενὶ θεών επὶ δέ- | |
κα έτη· τὸν δέ μετὰ Δημήτριον | |
στεφανηφόρον ταμίαν αιρεθέντα | |
αναγράψαι τόνδε τὸν νόμον εις δύο | |
30 | στήλας καὶ αναθείναι τὴμ μέν |
μίαν πρὸ τών θυρών τού Θεσμοφο- | |
ρίου, τὴν δέ πρὸ τού νεὼ τής Αρτέ- | |
μιδος τής Λοχίας· ανενεγκάτω | |
δέ ο ταμίας τὸ ανάλωμα τὸ γε- | |
35 | νόμενον εις τὰστήλας τώι |
πρώτωι λογιστηρίωι. |
Ὁ δήμος ο Αθηνα[ίων] | |
βασίλισσαν Στρατον[ίκην] | |
βασιλέως Αρια(ρ)ά[θου] | |
αρετής ένεκεν καὶ ευνοίας | |
5 | τής εις εαυτὸν |
Αρτέμιδι, [Λητ]οί, Α(π)ό[λλωνι] |
Ἣν εσορας στήλην μεστὴν ε- | |
σορας, φίλε, πένθους. | |
Κάτθανε γὰρ Ζώη ούνομα | |
κλησκομένη | |
5 | οκτωκαιδεκέτης, λείψα- |
σα γονεύσι δάκρυα | |
καὶ πάπποις τὰ όμοια, ού- | |
περ γαίης λίπε πένθη. | |
Ἦν δέ γάμω ζευχθε<ί>σα κύ- | |
10 | ησέ τε <τ>έκνον άωρον, |
ού τεχθέντος άφωνος | |
λίπεν φάος ηελίοιο. | |
Πηνειὸς δέ πατήρ χεύων | |
δάκρ<υ> θήκε τόδ᾿ έργον | |
15 | σύν τε φίλη αλόχω, οίς ήν |
τέκνον έν τε κουκ άλλο. | |
Ουδέ γὰρ εξ αυτής έσχον | |
τέκνον φώ<ς> λιπούσης | |
αλλ᾿ άτεκνοι λύπη καρ- | |
20 | τέρεον βίοτον. |