Μεθοναίον εκ Πιερ[ίας]· | |
[Φ]αίνιππος Φρυνίχο εγραμμάτ[ευε]· | |
[έδ]οχσεν τε͂ι βολε͂ι καὶ το͂ι δέμοι· Ερεχθεὶς επρ[υτάν]- | |
[ευε], Σκόπας εγραμμάτευε, Τιμονίδες επεστάτε, Δ̣[ιοπ]- | |
5 | [εί]θες είπε· δι[α]χειροτονε͂σαι τὸν δε͂μον αυτίκ[α πρὸ]- |
[ς Μ]εθοναίος είτε φόρον δοκε͂ι τάττεν τὸν δε͂μο[ν αυτ]- | |
[ίκ]α μάλα ἒ εχ[σ]αρκε͂ν αυτοίς τελε͂ν ℎόσον τε͂ι θε[ο͂ι απ]- | |
[ὸ τ]ο͂ φόρο εγίγν̣ετο ℎὸν τοίς προτέροις Παν[αθ]ε[ναίο]- | |
[ις] ετετάχατο φέρεν, το͂ δε͂ άλλο ατελε͂ς ἐ͂να[ι· το͂ν δέ οφ]- | |
10 | [ει]λεμάτον ℎὰ γεγράφαται το͂ι δεμοσίοι τ[ο͂ν απειτε]- |
[μέ]ν̣ομ Μεθοναίοι οφείλοντες, εὰν ὀ͂σι επιτ[έδειοι Α]- | |
[θε]ναίοις όσπερ τε νύν καὶ έτι αμείνος, επι[χορε͂ν απ]- | |
[ότ]αχσιν περὶ τε͂ς πράχσεος Αθεναίος, καὶ εὰν̣ [κοινὸ]- | |
[ν] φσέφισμά τι περὶ το͂ν οφειλεμάτον το͂ν εν τε͂[ισι σα]- | |
15 | [νί]σι γίγνεται μεδέν προσℎεκέτο Μεθοναίο[ις εὰμ μ]- |
[έ χ]ορὶς γίγνεται φσέφισμα περὶ Μεθοναίον· π[ρέσβε]- | |
[ς δ]έ τρε͂ς πέμφσαι ℎυπέρ πεντέκοντα έτε γεγον[ότας] | |
[ℎο]ς Περδίκκα[ν], ειπε͂ν δέ Περδίκκαι ℎότι δοκε[ί δίκα]- | |
[ιο]ν ἐ͂ναι εαν Μεθοναίος τε͂ι θαλάττει χρε͂σθα[ι μεδέ] | |
20 | [εχσ]ε͂ναι ℎορίσασθαι, καὶ εαν εισεμπορεύεσθ[αι καθ]- |
[άπε]ρ τέος ε[ς] τέ̣ν χόραν καὶ μέτε αδικε͂ν μ[έ]τε [α]δ[ικε͂σ]- | |
[θαι] μεδέ στρα[τ]ιὰν διὰ τε͂ς χόρας τε͂ς Μεθ[ο]ναίον [διά]- | |
[γεν α]κόντομ [Με]θοναίον, καὶ εὰμ μέν ομολ[ο]γο͂σιν [ℎεκ]- | |
[άτερ]οι χσυ[μβι]βασάντον ℎοι πρέσβες, εὰν δέ μέ, [πρεσ]- | |
25 | [βεί]αν εκάτ[ερ]ο[ι] πεμπόντον ες Διονύσια, τέλος [έχον]- |
[τας] περὶ ℎο͂[ν] άν διαφ<έ>ρονται, πρὸς τέν βολέν κα[ὶ τὸν] | |
[δε͂μ]ον· ε[ι]π̣ε͂ν δέ [Π]ερδίκκαι ℎότι εὰν ℎοι στρατι[ο͂ται] | |
[ℎοι] εμ Ποτειδ[ά]αι επαινο͂σι γνόμας αγαθὰς ℎέ[χσοσι] | |
[περὶ] αυτο͂ Αθε[ν]αίοι. εχειροτόνεσεν ℎο δε͂μος [Μεθον]- | |
30 | [αίο]ς τελε͂ν ℎ[όσο]ν τε͂ι θεο͂ι απὸ το͂ φόρο εγίγνε[το ℎὸν] |
[τοί]ς προτέρο[ις] Παναθεναίοις ετετάχατο φ[έρεν, το͂] | |
[δέ ά]λλο ατε[λε͂ς ἐ͂]ναι. v έδοχσεν τε͂ι βολε͂ι καὶ [το͂ι δέμ]- | |
[οι· ℎ]ιπποθο[ντὶς ε]πρυτάνευε, Μεγακλείδες [εγραμμά]- | |
[τευ]ε, Νι[κ]ο[․․5․․ ε]πεστάτε, Κλεόνυμος είπε· Μ[εθοναί]- | |
35 | [οις] είν[αι εχ]σα[γο]γέν εγ Βυζαντίο σίτο μέχ[ρι ․․․․α]- |
[κισχ]ιλίον μεδίμνον το͂ ενιαυτο͂ εκάστο, ℎοι [δέ ελλε]- | |
[σπ]οντοφύλακες μέτε αυτοὶ κολυόντον εχσάγεν μ[έτ]- | |
[ε άλ]λον εόντον κολύεν, ἒ ευθυνέσθον μυρίαισι δρ[αχ]- | |
[με͂ισ]ιν έκαστος· γραφσαμένος δέ πρὸς τὸς ελλεσπ[ον]- | |
40 | [το]φύλακας εχσάγε[ν] μέχρι το͂ τεταγμένο· αζέμιος [δέ] |
[έσ]το καὶ ε ναύς ε εχσάγοσα· ℎοι τι δ’ άν κοινὸν φσήφ[ισμ]- | |
[α π]ερὶ το͂ν χσυμμάχο[ν] φσεφίζονται Αθεναίοι πε[ρὶ β]- | |
[οε]θείας ἒ ά[λ]λο τι προ[σ]τάττο[ν]τες τε͂σι πόλεσι ἒ [περ]- | |
[ὶ σ]φο͂ν [ἒ] περὶ το͂ν πόλεον, ℎό τι άν ονομαστὶ περὶ τ[ε͂ς π]- | |
45 | [όλε]ος τε͂[ς] Μεθοναίον φσεφίζονται τούτο προσέ[κεν] |
[αυτοί]ς, τ[ὰ] δέ άλλα μέ, αλλὰ φυλάττοντες τέν σφετ[έρα]- | |
[ν αυτο͂ν ε]ν το͂ι τεταγμένοι όντον· ℎὰ δέ ℎυπὸ Περδ[ίκκ]- | |
[ο αδικε͂σ]θαί φασι βουλεύσασθαι Αθεναίος ℎοι τι ά[ν δο]- | |
[κ]ε͂ι [αγαθ]ὸν είναι περὶ Μεθοναίον επειδὰν απαν[τέσ]- | |
50 | [ο]σ̣ι ε[ς τὸ]ν δε͂μον ℎοι πρέσβες [ℎ]οι παρὰ Περδίκκο [οί τ]- |
ε μετ[ὰ Πλ]ειστίο οι[χ]όμενοι καὶ ℎοι μετὰ Λεογό[ρο· τε͂]- | |
[σ]ι δέ [άλλ]εσι πόλε[σι χ]ρηματίσαι επειδὰν εσέλ[θει ε] | |
[π]ρυ[ταν]εία ε δευτ[έρα] μετὰ τὰς εν το͂ι νεορίοι έ[δρας] | |
[ε]υ̣θ[ὺς] εκκλεσίαν [πο]έσαντες· συν[ε]χο͂ς δέ ποε͂ν τ[ὰς εκ]- | |
55 | [ε]ί έ[δαα]ς έος άν δι[απρ]αχθε͂ι, άλλο δέ προχρεμα[τίσαι] |
[το]ύ̣[το]ν μεδέν εὰμ μέ τι οι στρατε[γ]οὶ δέοντα[ι. v έδοχ]- | |
[σεν τε͂ι] βολε͂ι καὶ το͂ι δέμοι· Κεκροπὶς επρυ[τάνευε, ․] | |
[․․6․․․]ες εγραμμάτε[υ]ε, ℎ[ι]εροκλείδες ε[πεστάτε, ․․] | |
[․․6․․․] είπε· επειδέ έ[ταχσαν ℎοι τάκται τε͂σι πόλεσ]- | |
60 | [ι ℎοπόσα]ι̣ Α̣θ̣εναί[οις φόρον φέροσι ․ ․ ․ ․ ․ 13 ․ ․ ․ ․ ․ ․ ] |
lacuna | |
[έδοχσεν τε͂ι βολε͂ι καὶ το͂ι δέμοι· Ακαμαντὶς επρυτά]- | |
[νευε, Φαίνιππος εγραμμάτευε, ․ ․ ․ ․ ․ ․ ․ 17 ․ ․ ․ ․ ․ ․ ․ ․ ] |
front side (recto)
(1st column)
(1st hand) | Απολ[λων]ίωι χαίρειν Δημήτριος. |
καλώς έχει ει αυτός τε έρρωσαι καὶ | |
ταλλα σοι κατὰ γνώμην εστίν. | |
καὶ εγὼ δέ καθάπ̣ε̣ρ̣ μ̣ο̣ι έγραψας | |
5 | προσέχειν ποιώ αυτὸ καὶ δέδεγμαι |
εκ χρ(υσίου) μ(υριάδας) ε Ζ καὶ κατεργασάμενος | |
απέδωκα. εδεξάμεθα δʼ άν καὶ | |
πολλαπλάσιο̣ν, αλλὰ καθά σοι καὶ | |
πρότερον έγραψα ότι οί τε ξένοι | |
10 | οι εισπλέοντες καὶ οι έμποροι καὶ οι |
εγδοχείς̣ κ̣αὶ άλλοι φέρουσιν τό τε | |
επιχώριο[ν] νόμισμα τὸ ακριβές καὶ | |
τὰ τρίχρυσα, ίνα καινὸν αυτοίς γέ- | |
νηται, κατὰ τὸ πρόσταγμα ό κε- | |
15 | λεύει ημα̣ς̣ λαμβ̣ά̣ν̣ειν κ̣α̣ὶ̣ κ[ατερ-] |
γάζε̣σ̣[θα]ι̣, Φιλαρέτου μ̣ε ο̣υ̣κ̣ ε̣- | |
ώντος δέχεσθαι, ουκ έχον[τ]ε̣ς̣ ε̣[πὶ] | |
τί̣ν̣α τὴν αναφο̣ρ̣ὰ̣ν̣ ποιησώ[με]θ̣α̣ | |
π̣ερὶ τούτων, ανα̣γ̣κ̣α̣ζ̣[όμεθ]ά̣ τ[ε] | |
20 | [τ]α̣ύ̣τα μὴ δέχεσθαι, οι δέ ά̣ν̣- |
θ̣[ρω]ποι αγανακ̣τούσιν ού[τε] επ̣[ὶ] | |
τραπεζών ούτε εις τὰ τ[ά]λ̣[αν-] | |
τα̣ ημών δεχομ[ένω]ν̣ ο̣ύ̣τε̣ δ̣υνά- | |
μενοι εις τὴν χώ̣ραν αποστέλλειν | |
25 | επὶ τὰ φορτία, αλ̣λὰ αργὸν φάσκουσ̣ι̣ν̣ |
έχειν τὸ χρυσίον καὶ βλάπτεσθαι ου- |
(2nd column)
κ ολίγα έξοθεν μεταπεπεμμένοι | |
καὶ ουδʼ άλλοις έχοντες ελάσσονος τιμής διαθέσθαι ευχερώς. | |
καὶ οι κατὰ πόλιν δέ πάντες τώι απο- | |
30 | τετριμμένωι χρυσίωι δυσχερώς χρώνται. |
ουδ̣εὶς γὰρ τούτων έχει ού τὴν αναφο- | |
ρὰν ποιησάμενος καὶ προσθείς τι κο- | |
μιείται ἢ καλὸν χρυσίον ἢ αργύριον | |
αντʼ αυτού. νύν μέν γὰρ τούτων τοι- | |
35 | ο̣ύ̣των όντων ορώ καὶ τὰς τού βασι- |
λέως προσόδους βλαπτομένας ου- | |
κ ολίγα. γέγραφα ούν σοι ταύτα ί- | |
να ειδήις καὶ εάν σοι φαίνηται ⟦ἢ⟧ τώι | |
βασιλεί γράψηις περὶ τούτων \καὶ/ ⟦ ̣⟧ εμοὶ | |
40 | επὶ τίνα τὴν αναφορὰν περὶ τούτων |
ποιώμαι. συμφέρειν γὰρ υπολαμβάνω | |
ε̣ὰ̣[ν] καὶ εκ τής έξοθεν χώρας χρυσίον | |
ότ̣ι̣ πλείστον εισάγηται καὶ τὸ νό- | |
μ̣ι̣σ̣μα τ̣[ὸ] τ̣[ο]ύ̣ [β]ασιλέως καλὸν καὶ | |
45 | καινὸν ήι διὰ παντός, ανηλώματ[ος] |
μηθενὸς γινομένου αυτώι. περὶ μέν | |
γ̣ά̣ρ̣ τινων ὡς ημίν χρώνται ου καλώς | |
ε̣ί̣̣̓εν γράφειν̣, α̣λ̣λ̣ʼ ὡ̣ς̣ ά̣ν̣ παραγένηι α- | |
κ̣ο̣ύ̣σ̣ε̣ι̣[ς -ca.?- ] γ̣ρ̣ά̣- | |
50 | ψον μοι περὶ τούτων ίνα ούτω ποιώ. |
έρρωσο. | |
(έτους) κη, Γ̣ο̣ρ̣πιαίου ιε. |
back side (verso)
Απολλωνίωι. | |
(2nd hand, left) | Δημητρίου |
επὶ Φαιδρίου άρχοντος, Ελαφηβολιώνος ογδόει, εκκλησί- | |
α εν τώι ιερώι τού Απόλλωνος· Διονύσιος Διονυσίου | |
αρχιθιασίτης είπεν· | |
επειδὴ Πάτρων Δωροθέου τών εκ τής συνόδου, επελθὼν | |
5 | επὶ τὴν εκκλησίαν καὶ ανανεωσάμενος τὴν υπάρχου- |
σαν αυτώι εύνοιαν εις τὴν σύν[ο]δον, καὶ ότι πολλὰς χρείας | |
παρείσχηται απροφασίστως, διατελεί δέ διὰ παντὸς κο[ι]- | |
νεί τε τεί συνόδωι λέγων καὶ πράττων τὰ συμφέροντ[α] | |
καὶ κατ’ ι<δί>αν εύνους υπάρχων εκάστωι τών πλοιζομέ[νων] | |
10 | εμπόρων καὶ ναυκλήρων, νύν [δ’ έτι] μαλλον επ<η>υξημέ- |
νης αυτής μετὰ τής τών θεών ευνοίας παρεκάλεσεν τὸ | |
κοινὸν εξαποστείλαι πρεσβείαν πρὸς τὸν δήμον τὸν Αθη- | |
ναίων όπως δοθη αυτοίς τόπος εν ωι κατασκευάσουσιν τέ- | |
μενος Hρακλέους τού πλείστων [αγαθ]ών παραιτίου γ[ε]- | |
15 | γονότος τοίς ανθρώποις, αρχηγού δέ τής πατρίδος υπά[ρ]- |
χοντος· αιρεθεὶς πρεσβευτὴς πρός τε τὴν βουλὴν καὶ | |
τὸν δήμον τὸν Αθηναίων, προθύμως αναδεξάμενος έ- | |
πλευσεν δαπανών εκ τών ιδίων εμφανίσας τε τὴν | |
τής συνόδου πρὸς τὸν δήμον εύνοιαν παρεκάλεσεν | |
20 | αυτὸν καὶ διὰ ταύτην τὴν αιτίαν επετελέσατο |
τὴν τών θιασιτών βούλησιν καὶ τὴν τών θεών τιμὴν <συνηύξησεν> | |
καθάπερ ήρμοττεν αυτώι· πεφιλανθρωπηκὼς δέ | |
καὶ πλείονας εν τοίς αρμόζουσιν καιροίς, είρηκεν | |
δέ καὶ υπέρ τής συνόδου εν τώι αναγκαιοτάτωι | |
25 | καιρώι τὰ δίκαια μετὰ πάσης προθυμίας καὶ φιλοτι- |
μίας καὶ εδέξατό τε τὸν θίασον εφ’ ημέρας δύο υπέρ | |
τού υού· 〚ΙΝ〛 ίνα ούν καὶ εις τὸν λοιπὸν χρόνον απαρά- | |
κλητον εαυτὸν παρασκευάζηι καὶ η σύνοδος φαί- | |
νηται φροντίζουσα τών διακειμένων ανδρών εις εαυ- | |
30 | τὴν ευνοικώς καὶ αξίας χάριτας αποδιδούσα τοίς |
ευεργέταις καὶ έτεροι πλείονες τών εκ τής τοίς συνό- | |
δου διὰ τὴν εις τούτον ευχαριστίαν ζηλωταὶ γί- | |
νωνται καὶ παραμιλλώνται φιλοτιμούμενοι | |
περιποιείν τι τεί συνόδωι· αγαθεί τύχει· | |
35 | δεδόχθαι τώι κοινώι τών Τυρίων Hρακλειστών |
εμπόρων καὶ ναυκλήρων επαινέσαι Πάτρωνα Δω- | |
ροθέου καὶ στεφανώσαι αυτὸν κατ’ ενιαυτὸν χρυ- | |
σώι στεφάνωι εν ταίς συντε[λου]μέναις θυσίαις | |
τώι Ποσειδώνι αρετής ένεκεν καὶ καλοκαγαθί- | |
40 | ας ἧς έχων διατελεί εις τὸ κοινὸν τών Τυρί- |
ων εμπόρων καὶ ναυκλήρων· αναθείναι δέ αυ- | |
τού καὶ εικόνα γραπτὴν εν τώι τεμένει τού | |
Hρακλέους καὶ αλλαχή ού άν αυτὸς βούληται· έσ- | |
τω δέ ασύμβολος καὶ αλειτούργητος εν ταίς | |
45 | γινομέναις συνόδοις πάσαις· επιμελές δέ έστω |
τοίς καθισταμένοις αρχιθιασίταις καὶ ταμίαις | |
καὶ τώι γραμματεί όπως εν ταίς γινομέναις θυ- | |
σίαις καὶ συνόδοις αναγορεύηται κατὰ ταύτην | |
τὴν αναγόρευσιν· η σύνοδος τών Τυρίων εμπό- | |
50 | ρων καὶ ναυκλήρων στεφανοί Πάτρωνα Δωροθέου |
ευεργέτην. αναγραψάτωσαν δέ τόδε τὸ ψή- | |
φισμα εις στήλην λιθίνην καὶ στησάτωσαν εν | |
τών τεμένει τού Hρακλέους· τὸ δέ εσόμενον ανάλωμ[α] | |
εις ταύτα μερισάτω ο ταμίας καὶ ο αρχιθιασίτης. | |
55 | επὶ αρχιθιασίτου |
Διονυσίου τού Διονυσίου, | |
ιερατεύοντος δέ | |
Πάτρωνος τού Δωροθέου. | |
ο δήμος | |
60 | ο Αθηναίων. |
η σύνοδος | |
τών Τυρίων | |
εμπόρων | |
καὶ ναυκλήρων. |
Θεόφραστον [Hρ]α̣[κ]λ[είτου Αχαρν]έα, επιμελητὴν Δήλου γενόμενον | |
καὶ κατασκευάσαντα τὴν αγορὰν καὶ τὰ χώματα περιβαλόντα τώι λιμένι, | |
Αθηναίων οι κατοικούντες εν Δήλωι καὶ οι έμποροι καὶ οι ναύκληροι | |
καὶ Ῥωμαίων καὶ τών άλλων ξένων οι παρεπιδημούντες, αρετής | |
5 | ένεκεν καὶ καλοκαγαθίας καὶ τής εις εαυ[το]ὺς ευεργεσίας ανέθηκαν. |