1 | άρχοντος Θεοξένο[υ] τού Φιλαιτώλου, μη[ν]ὸς δ[έ] |
Δαιδαφορίου, βουλευόντων Ε[πι]νίκου [τού Νικο]- | |
στράτου, Σατύρου τού Ζωΐλ[ο]υ· χεὶρ Θεοφίλου το[ύ Ευαμέ]- | |
ρου υπέρ Νικόμαχον Ευδίκου παρόντα καὶ κελεύ[ον]- | |
5 | τα γράψαι υπέρ αυτόν· απέδοτο Νικόμαχος καὶ Νεικ[ὼ] |
τω Απόλλωνι τω Πυθίω επ’ ελευθερία σώματα, οίς ονόματα | |
[Ζ]ωπύρα καὶ τὰ εξ αυτής Παράμον<ον> καὶ Κλέωνα καὶ Ζώπυρον, | |
[τε]ιμας αργυρίου έκαστον αυτών μ[να]ν τ[εσσά]ρων σ[υ]νευα- | |
[ρεσ]τέοντος αυτοίς κα<ὶ> τού υιού αυτών Διονυσίου· καὶ τὰν τε[ι]- | |
10 | [μὰν] απέχομεν πασαν. βεβαιωτὴρ κατασταθεὶς υπ’ [αυτών] |
κατὰ τοὺς νόμους τας πόλιος Λυ<σ>ίμαχος Νικ<ά>νορος, κα[θ]ὼς επίστευσα<ν> τω θεω τὰν ὠνὰν Ζωπύρα καὶ Παράμο- | |
νος καὶ Κλέων καὶ Ζώπ<υ>ρος, εφ’ ᾧτε ελεύθεροι είμεν καὶ ανέπαφοι απὸ πάντω<ν> τὸν πάντα βίον. | |
παραμεινάτωσαν δέ Παράμονος καὶ Κλέων καὶ Ζώπυρος Διονυσίω τὸν τας ζωας αυτού χρόνον | |
ποιούντες τὸ επιτασσόμενον παν τὸ δυνατόν. ει δέ μὴ ποιέοι[σ]αν, εξουσίαν εχέτω Διονύσιος επι- | |
15 | τειμέων τρόπω ᾧ κα θέλη, πλὰν μὴ πολέων. ει δέ τι πάθοι Διονύσιος τών κατ’ άνθρωπον απο- |
λιπὼν τέκνα γνήσια, δότωσαν οι εν τη παραμονη έκαστος δηνάρια εξήκοντα. Ζωπύρα δέ εξουσίαν | |
εχέτω ποιείν ά κα θέλη, μηδενὶ μηδέν προσήκουσα. ει δέ τις εφάπτοιτο τών προγεγραμμένων σωμ[ά]- | |
των επὶ κ<α>τα<δ>ουλισμω, βεβαίην παρεχόντω <τω> θεω τὰν ὠνὰν οί τε αποδόμενοι καὶ ο βεβαιω- | |
τὴρ καὶ οι ιερείς τού Απόλλωνος· ομοίως δέ καὶ ο παρατυχὼν κύριος έστω συλέων καὶ αφαι- | |
20 | ρείμενος εν ελευθερίαν, αζάμιος ὢν καὶ [α]νυπόδικος πάσας δίκας καὶ ζαμίας. εθέμεθα |
δέ τὰς ὠνὰς διὰ τού γραμματέως τής πόλεως Μελισσίωνος τού Λαιάδα —— εις τὰ δημό- | |
σια τής πόλεως γράμματα, τὰν δέ ετέραν ενχαράξας εν τω θεάτρω. χεὶρ Λυσιμάχου τού Νικά- | |
νορος. γέγονα βεβαιωτὴρ επὶ τὰν προγεγραμ<μ>έναν ὠνὰν κατασταθεὶς υπὸ Νικο- | |
μάχου τού Ευδίκου. χεὶρ Διονυσίου. συνευαρεστώ τη Παρ<αμ>όνο<υ κ>α<ὶ> τών προγεγραμ<μ>ένων ὠ- | |
25 | ναν. μάρτυρες οί τε ιερείς τού Απόλλωνο[ς] Διονύσιος Αστοξένου, Δάμων Πολεμάρχου· καὶ |
ιδιώται Αρχίας Αντιγένους, Νικάνωρ Λυσιμάχου, Εύανδρος Μεγάρτα. |
[δαμι]οργού δέ Καιρογένευς Λευ[κ]αθέου. | |
Αυτοκράτωρ Καίσαρ θεού υιὸς Σεβαστὸς αρχιερεὺς | |
ύπατος τὸ δωδέκατον αποδεδειγμένος | |
καὶ δημαρχικής εξουσίας τὸ οκτωικαιδέκατον | |
5 | Κνιδίων άρχουσι βουλήι δήμωι χαίρειν· οι πρέσ- |
βεις υμών Διονύσιος β καὶ Διονύσιος β τού Διονυ- | |
σίου ενέτυχον εν Ῥώμη μοι καὶ τὸ ψήφισμα αποδόντες | |
κατηγόρησαν Ευβούλου μέν τού Αναξανδρίδα τεθνει- | |
ώτος ήδηι, Τρυφέρας δέ τής γυναικὸς αυτού παρούσης | |
10 | περὶ τού θανάτου τού Ευβούλου τού Χρυσίππου. vac. εγὼι |
δέ εξετάσαι προστάξας Γάλλωι Ασινίωι τώι εμώι φίλωι | |
τών οικετών τοὺς ενφερομένους τήι αιτία διὰ βα- | |
σάνων έγνων Φιλείνον τὸν Χρυσίππου τρείς νύ- | |
κτας συνεχώς επεληλυθότα τήι οικία τήι Ευβού- | |
15 | λου καὶ Τρυφέρας μεθ’ ύβρεως καὶ τρόπωι τινὶ πολι- |
ορκίας, τήι τρίτηι δέ συνεπηιγμένον καὶ τὸν αδελ- | |
φὸν Εύβουλον, τοὺς δέ τής οικίας δεσπότας Εύβου- | |
λον καὶ Τρυφέραν, ὡς ούτε χρηματίζοντες πρὸς | |
τὸν Φιλείνον ούτε αντιφραττόμενοι ταίς προσ- | |
20 | βολαίς ασφαλείας εν τήι εαυτών οικίαι τυχείν ἠδύναν- |
το, προστεταχχότας ενὶ τών οικετών ουκ αποκτεί- | |
ναι, ὡς ίσως άν τις υπ’ οργής ου[κ] αδίκου προήχθηι, αλ- | |
λὰ ανείρξαι κατασκεδάσαντα τὰ κόπρια αυτών· τὸν | |
δέ οικέτην σὺν τοίς καταχεομένοις είτε εκόντα | |
25 | είτε άκοντα –αυτὸς μέν γὰρ ενέμεινεν αρνούμενο[ς]- |
αφείναι τὴν γάστραν, τὸν Εύβουλον υποπεσείν δικαιό- | |
τερον άν σωθέντα ταιδελφού. πέπονφα δέ υμείν καὶ α[υ]- | |
[τ]ὰς τὰς ανακρίσεις. vac. εθαύμαζον δ’ άν, πώς εις τόσον | |
έδεισαν τὴν παρ’ υμείν εξετασίαν τών δούλων οι φ[εύ]- | |
30 | γοντες τὴν δίκην, ει μή μοι σφόδρα αυτοίς εδόξ[ατε] |
χαλεποὶ γεγονέναι καὶ πρὸς τὰ εναντία μισοπόνη[ροι], | |
μὴ κατὰ τών αξίων παν οτιούν παθείν, vac. επ’ αλλο[τρίαν] | |
οικίαν νύκτωρ μεθ’ ύβρεως καὶ βίας τρὶς επεληλυ[θό]- | |
των καὶ τὴν κοινὴν απάντων υμών ασφάλειαν [αναι]- | |
35 | ρούντων αγανακτούντες, αλλὰ κατὰ τών καὶ ην[ικ’ ἠ]- |
μύνοντο ἠτυχηκότων, ἠδικηκότων δέ ουδ’ έστ[ιν ό τι]. | |
αλλὰ νύν ορθώς άν μοι δοκείτε ποιήσαι τήι εμήι [περὶ τού]- | |
των γνώιμηι προνοήσαντες καὶ τὰ εν τοίς δημ[οσίοις] | |
υμών ομολογείν γράμματα. έρρωσθε. |