| [θ ] ε ο [ ί]· | |||
| I | [επὶ Ζ]ωπύρου άρχοντος επὶ τής Πτολεμ̣α̣ιΐδος δεκ[ά]της [πρυ]- | ||
| [τανε]ίας, ἧι Μεγάριστος Πύρρου Αιξωνεὺ̣ςVIII εγραμμάτευεν· | |||
| [Ελαφ]ηβολιώνος δεκάτει υστέραι· τετάρτει τής πρυτανεί- | |||
| 5 | [ας· εκκ]λησία εν Διονύσου· τών προέδρ[ω]ν επεψήφιζεν Σώπα- | ||
| [τρος Φι]λ̣άγρου Ὑβάδης καὶ συμπρόεδροι· vacat | |||
| έδοξεν τώι δήμωι· | |||
| [Ξένω]ν̣ Ασκληπιάδου Φυλάσιος είπεν· επειδὴ ο ά̣ρχων Ζώπυρος | |||
| [απο]φαίνει τὸν πατέρα τής καταλεγ̣είσης κανηφόρου Ζώπυρον | |||
| 10 | [π]έμψαι τὴν θυγατέρα τὴν εαυτού Τ̣[— c.6 —] οίσουσαν τὸ ιερὸν | ||
| κανούν τώι θεώι κατὰ τὰ πάτρια, προσαγαγείν δέ αυτὸν καὶ θύv– | |||
| μα ὡς ἠδύνατο κάλλιστον, επιμεμελήσθαι δέ καὶ τών λοιπών v | |||
| τών καθηκόντων εαυτώι εις τὴν πομπὴν καλώς καὶ φιλοτίv– | |||
| μως, αγαθεί τύχει, δεδόχθαι τώι δήμωι· επαινέσαι τὸν πατέρα | |||
| 15 | τής κανηφόρου Ζώπυρον Δικαίου Μελιτέα καὶ στεφανώσαι v | ||
| αυτὸν κιττού στεφάνωι ευσεβείας ένεκα τής πρὸς τοὺς v | |||
| θεοὺς καὶ φιλοτιμίας τής εις τὸν δήμον τὸν̣ Αθηναίων· αναγρά- | |||
| ψαι δέ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν̣ κατὰ πρυτανείαν | |||
| εν στήληι λιθίν[ε]ι [κα]ὶ στήσαι εν τώι τεμένει τού Διονύσου· v | |||
| 20 | τὸ δέ γενόμενον α̣<νά>λωμα μερίσαι τὸν τα[μ]ίαν τών στρατιωτι- | ||
| κών. vacat | |||
| vacat 0,065 | |||
| in corona hederacea: |
|||
| 22 | ο δήμος | ||
| τὸν πατέρα | |||
| τής κανη- | |||
| 25 | φόρου | ||
| Ζώπυρον | |||
| Δικαίου | |||
| Μελιτέα | |||
| vacat 0,035 | |||
| II | επὶ Ζωπύρου άρχοντος, επὶ τής Πτολεμαιΐδος δεκάτης πρυτανεί- | ||
| 30 | ας, ἧι Μεγάριστος Πύρρου ΑιξωνεὺςVIII εγραμμάτευεν· Ελαφηβολιώ- | ||
| νος δεκάτει υστέραι· τετάρτει τής πρυτανείας· εκκλησία εν Διο- | |||
| νύσου· τών προέδρ̣ων επεψ[ή]φιζεν Σώπατρος Φιλάγρου Ὑβάδης κα[ὶ] | |||
| συμπρόεδροι· vacat έδοξεν τώι δήμωι· vacat | |||
| Ξένων Ασκληπιάδου Φυλάσιος είπεν· επειδὴ οι χειροτονηθέντες | |||
| 35 | επιμεληταὶ τής πομπής επὶ Ζωπύρου άρχοντος τάς τε θυσίας έθυ- | ||
| σαν τοίς θεοίς, οίς πάτριον ήν, έπεμψαν̣ δέ καὶ τὴν πομπὴν μετὰ | |||
| τού άρχοντος ὡς ἠδύναντο φιλοτιμότατα, επεμελήθησαν δέ καὶ | |||
| τών άλλων ων καθήκεν αυτοίς, αγαθεί τύχει, δεδόχθαι τώι δήμωι· v | |||
| επαινέσαι τοὺς επιμελητὰς τής πομπής καὶ στεφανώσαι έκαστον̣ | |||
| 40 | [α]υτών χρυσώι στεφάνωι ευσεβε[ί]ας ένεκα τής πρὸς τοὺς θεοὺς καὶ | ||
| [φ]ιλοτιμίας τής εις τὴν βουλὴν καὶ τὸν δήμον τὸν Αθηναίων vvv | |||
| [Π]υρρίνον Θεοπόμπου ΓαργήττιονII Αγαθοκλήν Λυσιάδου̣ Βερενικί- | |||
| δ̣ηνV Αριστόμαχον Σθενέλου ΜελιτέαVIII Αλκίμαχον Θεοδότου Τρικορ[ύ]- | |||
| σιονX Αριστείδην Προξένου ΛαμπτρέαI Εύξενον Αρχίππου Ειρεσίδη̣[ν]VI | |||
| 45 | Hράκωντα Ευβίου ΦυλάσιονVII Μενέμαχον Ανθεστηρίου εγ Μυρρινο[ύτ]- | ||
| τηςII Γόργιν Ξανθίππου ΦιλαίδηνII Α̣ριστείδην Ζωΐλου ΚηφισιέαI | |||
| Νουμήνιον Μενάνδρου ἉλαιέαII Αλέξανδρον Αντιγόνου ὈτρυνέαII vv | |||
| Τιμοκράτην Τιμοκράτου ΘορίκιονVI Θάρσυτον Σωσάδου ΦιλαίδηνII | |||
| Μένανδρον Ξένωνος ὈήθενVII Βάκχιον Βακχίου ΘριάσιονVII Δάφνιν Φανο[δί]- | |||
| 50 | κου ΑφιδναίονV Θεόδωρον Δημητρίου ΚυδαθηναιέαIII Αθηνά[δ]ην Κρατέ[ρ]- | ||
| μου ῬαμνούσιονX Μενέδαμον Ανδροσθένου ΦιλαίδηνII Διονύσιον Ξέν[ω]- | |||
| νος ἉμαξαντέαIX Φιλόπολιν [Μ]ικκέου ΠοτάμιονIV Ἴωνα Αριστοβούλ̣ου Αμφ[ι]- | |||
| τροπήθενXI Νέαρχον Χαίρωνος Θριάσιον·VII αναγράψαι δέ τόδε τὸ ψήφι[σ]- | |||
| μα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν εν στήληι λιθίνει καὶ στήσ[αι] | |||
| 55 | εν τώι τεμένει τού Διονύσου· τὸ δέ γενόμενον ανάλωμα εις ταύτα μ[ερί]- | ||
| σαι τὸν ταμίαν τών στρατιωτικών. vacat | |||
| vacat 0,085 | |||
| in corona hederacea: | in corona oleaginea: | ||
| 57 | [η] βουλή, | ||
| ο δήμος | |||
| τοὺς παίδας | 65 | ο δή[μος] | |
| 60 | τοὺς ελευθέ- | τοὺς [επιμε]- | |
| ρους καὶ τὸν | λητὰ[ς τής] | ||
| διδάσκαλον | πομ[πής]. | ||
| αυτώ[ν ․․]ΙΟ | |||
| Σ[— — —] | |||
| Θ ε ο ί. | |
| [Γ]λαυκίδης Σωσίππου είπεν · επειδὴ οι χορηγοὶ Αυτ[έα]- | |
| ς Αυτοκλέους καὶ Φιλοξενίδης Φιλίππου καλώς [κα]- | |
| [ὶ] φιλοτίμως εχορήγησαν · δεδόχθαι τοῑς δημότ[α]- | |
| 5 | [ι]ς στεφανώσαι αυτοὺς χρυσώι στεφάνωι εκάτε- |
| [ρ]ον απὸ εκατὸν δραχμών εν τώι θεάτρωι τοίς κω- | |
| μωιδοίς τοίς μετὰ Θεόφραστον άρχοντα, όπως άν | |
| [φ]ιλοτιμώνται καὶ οι άλλοι χορηγοὶ οι μέλλοντες | |
| [χ]ορηγείν. δούναι δέ αυτοίς καὶ εις θυσίαν δέκα δ- | |
| 10 | ραχμὰς τὸν δήμαρχον Hγησίλεων καὶ τοὺς ταμία- |
| ας. ὰναγράψαι δέ καὶ τὸ ψήφισμα τόδε τοὺς ταμία- | |
| ς έν στήληι λιθίνηι καὶ στήσαι εν τώι θεάτρωι, όπως | |
| άν Αιξωνείς αεὶ ὡς κάλλιστα <τὰ> Διονύσια ποιώσιν. |
| αγαθήι τύχηι, ι̣ε̣ρ̣ονομούντος | |
| Δημητρίου, μηνὸς Θαργηλιώνος | |
| δευτέραι, Αλέξων Δάμωνος εί- | |
| πεν· νόμον είναι Γαμβρειώταις | |
| 5 | τὰς πενθούσας έχειν φαιὰν εσθή- |
| τα μὴ κατερρυπωμένην· χρήσθαι | |
| δέ καὶ τοὺς άνδρας καὶ τοὺς παίδας | |
| τοὺς πενθούντας εσθήτι φαιαι, | |
| εὰμ μὴ βούλωνται λευκήι· επιτε- | |
| 10 | λείν δέ τὰ νόμιμα τοίς αποιχομέ- |
| νοις έσχατον εν τρισὶ μησίν, τώι δέ | |
| τετάρτωι λύειν τὰ πένθη τοὺς άν- | |
| δρας, τὰς δέ γυναίκας τώι πέμπτωι, | |
| καὶ εξανίστασθαι εκ τής κηδείας | |
| 15 | καὶ εκπορεύεσθαι τὰς γυναίκας |
| τὰς εξόδους τὰς εν τώι νόμωι γε- | |
| γραμμένας επάναγκον· τὸν δέ γυ- | |
| ναικονόμον τὸν υπὸ τού δήμου αι- | |
| ρούμενον τοίς αγνισμοίς τοίς πρὸ | |
| 20 | τών Θεσμοφορίων επεύχεσθαι τοίς εμ- |
| μένουσιν καὶ ταίς πειθομέναις τώι- | |
| δε τώι νόμωι εύ είναι καὶ τών υπαρχόν- | |
| των αγαθών όνησιν, τοίς δέ μὴ πειθο- | |
| μένοις μηδέ ταίς εμμενούσαις τα- | |
| 25 | ναντία· καὶ μὴ όσιον αυταίς είναι, ὡς |
| ασεβούσαις, θύειν μηθενὶ θεών επὶ δέ- | |
| κα έτη· τὸν δέ μετὰ Δημήτριον | |
| στεφανηφόρον ταμίαν αιρεθέντα | |
| αναγράψαι τόνδε τὸν νόμον εις δύο | |
| 30 | στήλας καὶ αναθείναι τὴμ μέν |
| μίαν πρὸ τών θυρών τού Θεσμοφο- | |
| ρίου, τὴν δέ πρὸ τού νεὼ τής Αρτέ- | |
| μιδος τής Λοχίας· ανενεγκάτω | |
| δέ ο ταμίας τὸ ανάλωμα τὸ γε- | |
| 35 | νόμενον εις τὰστήλας τώι |
| πρώτωι λογιστηρίωι. |
| Γραμματέως συνέδρων Φιλοξενίδα τού επὶ Θεοδώ̣[ρου] | |
| δόγμα· | |
| Επεὶ Πόπλιος Kορνήλιος Σκειπίων ο ταμίας καὶ αντιστράταγος ανυ- | |
| περβλήτω χρώμενος ευνοία τα εις τὸν Σεβαστὸν καὶ τὸν οίκον αυ- | |
| 5 | τού πάντα μίαν τε μεγίσταν καὶ τιμιωτάταν ευχὰν πεποιημένος, |
| εις άπαν αβλαβή τούτον φυλάσσεσθαι, ὡς απὸ τών καθ’ έκαστον εαυτού | |
| επιδείκνυται έργων, ετέλεσε μέν τὰ Kαισάρεια μηδέν μήτε δαπάνας | |
| μήτε φιλοτιμίας ενλείπων μηδέ τας υπέρ ταν διὰ τού Σεβαστού θυσιαν | |
| ευχαριστίας ποτὶ τοὺς θεοὺς άμα καὶ τὰς πλείστας τών κατὰ τὰν επα- ρχείαν πό- | |
| 10 | λεων σὺν εαυτω τὸ αυτὸ τούτο ποιείν κατασκευασάμενος· επιγνοὺς δέ καὶ Γάιον |
| τὸν υιὸν τού Σεβαστού τὸν υπέρ τας ανθρώπων πάντων σωτηρίας τοίς βαρβάροις μα- | |
| χόμενον υγιαίνειν τε καὶ κινδύνους εκφυγόντα αντιτετιμωρήσθαι τοὺς πολε- | |
| μίους, υπερχαρὴς ὢν επὶ ταίς αρίσταις ανγελίαις, στεφαναφορείν τε πάντοις δι- | |
| έταξε καὶ θύειν, απράγμονας όντας καὶ αταράχους, αυτός τε βουθυτών περὶ | |
| 15 | τας Γαΐου σωτηρίας καὶ θέαις επεδαψιλεύσατο ποικίλαις, ὡς έριν μέν γείνε- |
| σθαι τὰ γενόμενα τών γεγονότων, τὸ δέ σεμνὸν αυτού δι’ ίσου φυλαχ- θήμεν, εφιλο- | |
| τιμήθη δέ καὶ διαλιπὼν απὸ ταν Kαίσαρος αμεραν αμέρας δύο τὰν αρχὰν ταν | |
| υπέρ Γαΐου θυσιαν ποιήσασθαι απὸ τας αμέρας εν ᾇ τὸ πρώτον ύπατος απεδεί- | |
| χθη· διετάξατο δέ αμίν καὶ καθ’ έκαστον ενιαυτὸν τὰν αμέραν ταύταν
μετὰ |
|
| 20 | θυσιαν καὶ στεφαναφορίας διάγειν όσοις δυνάμεθα ιλαρώτατα καὶ [. . . . .]τατα, |
| έδοξε τοίς συνέδροις πρὸ δέκα πέντε καλανδών [- – – – – – – – – – – – – – – – – – – -] |
| (1st hand) | |
| τοίς επὶ τών θυσιών | |
| ηρημένοις | |
| π(αρὰ) Αυρηλίου Σάκις απὸ | |
| κώμης Θεοξενίδος | |
| 5 | άμα τοίς τέκνοις Αιώνι |
| καὶ Hρα καταμένοντες | |
| εν κώμη Θεαδελφεία. | |
| αὶ θύοντες τοίς θεοίς | |
| διετελέσαμεν καὶ νύν | |
| 10 | επὶ παρόντων υμών |
| κατὰ τὰ προσταχθέντα | |
| εθύσαμεν καὶ εσπείσαμεν | |
| καὶ τών ιερείων εγευσά- | |
| μεθα καὶ αξιούμεν υμας | |
| 15 | υποσημιώσασθαι. διευ- |
| τυχείτε. | |
| (2nd hand) | |
| Αυρήλιοι Σερήνος καὶ | |
| Ερμας είδαμεν υμας | |
| θυσιάζοντος. | |
| (1st hand) | |
| 20 | (έτους) α Αυτοκράτορος Καίσαρος |
| Γαΐου [Μ]εσσίου Κουίντου | |
| Τραιαν[ο]ύ Δεκίου Ευσεβούς | |
| Ευτυχούς Σεβαστού | |
| Παύνι κγ. | |