1 άρχοντος Θεοξένο[υ] τού Φιλαιτώλου, μη[ν]ὸς δ[έ]
Δαιδαφορίου, βουλευόντων Ε[πι]νίκου [τού Νικο]-
στράτου, Σατύρου τού Ζωΐλ[ο]υ· χεὶρ Θεοφίλου το[ύ Ευαμέ]-
ρου υπέρ Νικόμαχον Ευδίκου παρόντα καὶ κελεύ[ον]-
5 τα γράψαι υπέρ αυτόν· απέδοτο Νικόμαχος καὶ Νεικ[ὼ]
τω Απόλλωνι τω Πυθίω επ’ ελευθερία σώματα, οίς ονόματα
[Ζ]ωπύρα καὶ τὰ εξ αυτής Παράμον<ον> καὶ Κλέωνα καὶ Ζώπυρον,
[τε]ιμας αργυρίου έκαστον αυτών μ[να]ν τ[εσσά]ρων σ[υ]νευα-
[ρεσ]τέοντος αυτοίς κα<ὶ> τού υιού αυτών Διονυσίου· καὶ τὰν τε[ι]-
10 [μὰν] απέχομεν πασαν. βεβαιωτὴρ κατασταθεὶς υπ’ [αυτών]
κατὰ τοὺς νόμους τας πόλιος Λυ<σ>ίμαχος Νικ<ά>νορος, κα[θ]ὼς επίστευσα<ν> τω θεω τὰν ὠνὰν Ζωπύρα καὶ Παράμο-
νος καὶ Κλέων καὶ Ζώπ<υ>ρος, εφ’ ᾧτε ελεύθεροι είμεν καὶ ανέπαφοι απὸ πάντω<ν> τὸν πάντα βίον.
παραμεινάτωσαν δέ Παράμονος καὶ Κλέων καὶ Ζώπυρος Διονυσίω τὸν τας ζωας αυτού χρόνον
ποιούντες τὸ επιτασσόμενον παν τὸ δυνατόν. ει δέ μὴ ποιέοι[σ]αν, εξουσίαν εχέτω Διονύσιος επι-
15 τειμέων τρόπω ᾧ κα θέλη, πλὰν μὴ πολέων. ει δέ τι πάθοι Διονύσιος τών κατ’ άνθρωπον απο-
λιπὼν τέκνα γνήσια, δότωσαν οι εν τη παραμονη έκαστος δηνάρια εξήκοντα. Ζωπύρα δέ εξουσίαν
εχέτω ποιείν ά κα θέλη, μηδενὶ μηδέν προσήκουσα. ει δέ τις εφάπτοιτο τών προγεγραμμένων σωμ[ά]-
των επὶ κ<α>τα<δ>ουλισμω, βεβαίην παρεχόντω <τω> θεω τὰν ὠνὰν οί τε αποδόμενοι καὶ ο βεβαιω-
τὴρ καὶ οι ιερείς τού Απόλλωνος· ομοίως δέ καὶ ο παρατυχὼν κύριος έστω συλέων καὶ αφαι-
20 ρείμενος εν ελευθερίαν, αζάμιος ὢν καὶ [α]νυπόδικος πάσας δίκας καὶ ζαμίας. εθέμεθα
δέ τὰς ὠνὰς διὰ τού γραμματέως τής πόλεως Μελισσίωνος τού Λαιάδα —— εις τὰ δημό-
σια τής πόλεως γράμματα, τὰν δέ ετέραν ενχαράξας εν τω θεάτρω. χεὶρ Λυσιμάχου τού Νικά-
νορος. γέγονα βεβαιωτὴρ επὶ τὰν προγεγραμ<μ>έναν ὠνὰν κατασταθεὶς υπὸ Νικο-
μάχου τού Ευδίκου. χεὶρ Διονυσίου. συνευαρεστώ τη Παρ<αμ>όνο<υ κ>α<ὶ> τών προγεγραμ<μ>ένων ὠ-
25 ναν. μάρτυρες οί τε ιερείς τού Απόλλωνο[ς] Διονύσιος Αστοξένου, Δάμων Πολεμάρχου· καὶ
ιδιώται Αρχίας Αντιγένους, Νικάνωρ Λυσιμάχου, Εύανδρος Μεγάρτα.
[ Θ ] ε  ὸ  ς   α  γ  α  θ  [  ό  ς  .]
Αγαθαι τύχαι καὶ επὶ σωτηρίαι· επὶ κόσμ[ων εν μέν]
Ἱεραπύτναι τών σὺν Ενίπαντι τώ Ερμαίω μ̣[ηνὸς]
Ἱμαλίω, εν δέ Πριανσιοί επὶ κόσμων τών σὺ[ν Νέωνι τώ]
5 Χιμάρω καὶ μηνὸς Δρομήιω· vac. τάδε συνέθε[ντο καὶ συνευ]-
δόκησαν αλλάλοις Ἱεραπύτνιοι καὶ Πριάνσιοι [εμμένον]-
τες εν ταίς προϋπαρχώσαις στάλαις ιδίαι τε [ται κειμέναι]
Γορτυνίοις καὶ Ἱεραπ̣υτνίοις καὶ ται κατὰ κοινὸν̣ [Γορτυνίοις]
καὶ Ἱεραπυτνίοις καὶ Πριανσίοις καὶ εν ται φιλίαι [καὶ συμμα]-
10 χίαι καὶ όρκοις τοίς προγεγονόσι εν ταύταις τ[αίς πόλεσιν]
καὶ επὶ ται χώραι αι εκάτεροι έχοντες καὶ κρατόν[τες τὰν συν]-
θήκαν έθεντο ες τὸν πάντα χρόνον· vac. Ἱεραπυτν̣[ίοις]
καὶ Πριανσίο<ι>ς ήμεν παρ᾿ αλλάλοις ισοπολιτείαν καὶ επιγα-
μίας καὶ ένκτησιν καὶ μετοχὰν καὶ θείων καὶ ανθρωπίνων
15 πάντων, όσοι κα έωντι έμφυλοι παρ᾿ εκατέροις, καὶ πωλόν-
τας καὶ ὠνωμένος καὶ δανείζοντας καὶ δανειζομένος
καὶ τάλλα πάντα συναλάσσοντας κυρίος ήμεν κατὰ
τὸς υπάρχοντας παρ᾿ εκατέροις νόμος· vac. εξέστω δέ τώι
τε Ἱεραπυτνίωι σπείρεν εν ται Πριανσίαι καὶ τώι Πριαν-
20 σιεί εν ται Ἱεραπυτνίαι διδώσι τὰ τέλεα καθάπερ οι άλλοι
πολίται κατὰ τὸς νόμος τὸς εκατέρη κειμένος· vac. ει δέ τί
κα ο Ἱεραπύτνιος υπέχθηται ες Πριανσ{ι}ὸν ἢ ο Πριανσιεὺς
ες Ἱεράπυτναν οτιούν, ατελέα έστω καὶ εσαγομένωι καὶ
εξαγομένωι αυτὰ καὶ τούτων τὸς καρπὸς καὶ κατὰ γαν
25 καὶ κατὰ θάλασσαν· ων δέ κα αποδώται κατὰ θάλασσαν εώ-
σας εξαγωγας τών υπεχθεσίμων αποδότω τὰ τέλεα
κατὰ τὸς νόμος τὸς εκατερή κειμένος· vac. κατὰ ταυτὰ δέ
καὶ εί τίς κα νέμ̣[ηι ατε]λὴς έστω· αι δέ κα σίνηται αποτεισά-
τω τὰ επιτίμια [ο] σι[νό]μενος κατὰ τὸς νόμος τὸς εκατερή κει-
30 μένος. Πρειγήια δέ ω [κ]α χρείαν έχηι πορηίω, παρεχόντων
οι μέν Ἱεραπύτνιοι κόσμοι τοίς Πριανσιεύσι, οι δέ Πριανσιέ<ε>ς
κόσμοι τοίς Ἱεραπυτνίοις· αι δέ μὴ παρισχαίεν, αποτεισάν-
των οι επίδαμοι τών κόσμων ται πρειγείαι στατήρας δέκα·
ο δέ κόσμος ο τών Ἱεραπυτνίων ερπέτω εν Πριανσιοί ες
35 τὸ αρχείον καὶ εν εκκλησίαι καθήσθω μετὰ τών κόσμων,
ὡσαύτως δέ καὶ ο τών Πριανσιέων κόσμος ερπέτω εν Ἱε-
ραπύτναι ες τὸ αρχείον καὶ εν εκκλησίαι καθήσθω μετὰ
τών κόσμων· εν δέ τοίς Hραίοις καὶ εν ταίς άλλαις εορταίς
οι παρατυγχάνοντες ερπόντων παρ᾿ αλλάλος ες ανδρήι-
40 ον καθὼς καὶ οι άλλοι πολίται· αναγινωσκόντων δέ τὰν
στάλαν κατ᾿ ενιαυτὸν οι τόκ᾿ αεὶ κοσμόντες παρ᾿ εκατέ-
ροις εν τοίς Ὑπερβώιοις καὶ προπαραγγελόντων αλλά-
λοις πρὸ αμεραν δέκα ή κα μέλλωντι αναγινώσκεν·
οποίοι δέ κα μὴ αναγνώντι ἢ μὴ παραγγήλωντι απο-
45 τεισάντων οι αίτιοι τούτων στατήρας εκατόν, οι μέν
Ἱεραπύτνιοι κόσμοι τών Πριανσιέων ται πόλει, οι δέ
Πριανσιέες Ἱεραπυτνίων ται πόλει· vac. αι δέ τις αδικοίη
τὰ συνκείμενα κοιναι διαλύων ἢ κόσμος ἢ ιδιώτας, ε-
ξέστω τώι βωλομένωι δικάξασθαι επὶ τώ κοινώ δι-
50 καστηρίω τίμαμα επιγραψάμενον τας δίκας κατὰ τὸ
αδίκημα ό κά τις αδικήσηι· καὶ εί κα νικάσηι, λαβέτω τὸ
τρίτον μέρος τας δίκας ο δικαξάμενος, τὸ δέ λοιπὸν έσ-
τω ταν πόλεων· αι δέ τι θεών βωλομένων έλοιμεν αγα-
θὸν απὸ τών πολεμίων, ἢ κοιναι εξοδούσαντες ἢ ιδίαι τι-
55 νές παρ᾿ εκατέρων ἢ κατὰ γαν ἢ κατὰ θάλασσαν, λαν-
χανόντων εκάτεροι κατὰ τὸς άνδρας τὸς έρποντας
καὶ τὰς δεκάτας λαμβανόντων εκάτεροι ες τὰν ιδί-
αν πόλιν· υπέρ δέ τών προγεγονότων παρ᾿ εκατέροις
αδικημάτων αφ᾿ ω τὸ κοινοδίκιον απέλιπε χρόνω, ποιη-
60 σάσθων τὰν διεξαγωγὰν οι σὺν Ενίπαντι καὶ Νέωνι κό[σ]-
μοι εν ωι κα κοιναι δόξηι δικαστηρίω αμφοτέραις ταίς πό-
λεσι επ᾿ αυτών κοσμόντων καὶ τὸς εγγύος καταστασάν-
των υπέρ τούτων αφ᾿ ας κα αμέρας α στάλα τεθήι εμ μη-
νί· υπέρ δέ τών ύστερον εγγινομένων αδικημάτων προ-
65 δίκωι μέν χρήσθων καθὼς τὸ διάγραμμα έχει· περὶ δέ τώ
δικαστηρίω οι επιστάμενοι κατ᾿ ενιαυτὸν παρ᾿ εκατέροις
κόσμοι πόλιν στανυέσθων άγ κα αμφοτέραις ταίς πόλεσ[ι]
[δό]ξηι εξ ας τὸ επικριτήριον τέλεται, καὶ εγγύος καθιστάν-
των αφ᾿ ας κα αμέρας επισταντι επὶ τὸ αρχείον εν διμήνωι,
70 καὶ διεξαγόντων ταύτα επ᾿ αυτών κοσμόντων κατὰ τὸ
δοχθέν κοιναι σύμβολον· αι δέ κα μὴ ποιήσωντι οι κόσμοι κα-
θὼς γέγραπται, αποτεισάτω έκαστος αυτών στατήρας
πεντήκοντα, οι μέν Ἱεραπύτνιοι κόσμοι Πριανσίων ται πόλει,
οι δέ Πριάνσιοι κόσμοι Ἱεραπυτνίων ται πόλει· αι δέ τί κα
75 δόξηι αμφοτέραις ταίς πόλεσι βωλουομέναις επὶ τώι
κοιναι συμφέροντι διορθώσασθαι, κύριον έστω τὸ διορ-
θωθέν· στασάντων δέ τὰς στάλας οι ενεστακότες ε-
κατερήι κόσμοι επ᾿ αυτών κοσμόντων, οι μέν Ἱεραπύ-
τνιοι εν τώι ιερώι τας Αθαναίας τας Πολιάδος καὶ οι
80 Πριάνσιοι εν τώι ιερώι τας Αθαναίας τας Πολιάδος·
οπότεροι δέ κα μὴ στάσωντι καθὼς γέγραπται απο-
τεισάντων τὰ αυτὰ πρόστιμα καθότι καὶ περὶ τών
δικαίων γέγραπται.