|
επὶ Φαιδρίου άρχοντος, Ελαφηβολιώνος ογδόει, εκκλησί- |
|
α εν τώι ιερώι τού Απόλλωνος· Διονύσιος Διονυσίου |
|
αρχιθιασίτης είπεν· |
|
επειδὴ Πάτρων Δωροθέου τών εκ τής συνόδου, επελθὼν |
5 |
επὶ τὴν εκκλησίαν καὶ ανανεωσάμενος τὴν υπάρχου- |
|
σαν αυτώι εύνοιαν εις τὴν σύν[ο]δον, καὶ ότι πολλὰς χρείας |
|
παρείσχηται απροφασίστως, διατελεί δέ διὰ παντὸς κο[ι]- |
|
νεί τε τεί συνόδωι λέγων καὶ πράττων τὰ συμφέροντ[α] |
|
καὶ κατ’ ι<δί>αν εύνους υπάρχων εκάστωι τών πλοιζομέ[νων] |
10 |
εμπόρων καὶ ναυκλήρων, νύν [δ’ έτι] μαλλον επ<η>υξημέ- |
|
νης αυτής μετὰ τής τών θεών ευνοίας παρεκάλεσεν τὸ |
|
κοινὸν εξαποστείλαι πρεσβείαν πρὸς τὸν δήμον τὸν Αθη- |
|
ναίων όπως δοθη αυτοίς τόπος εν ωι κατασκευάσουσιν τέ- |
|
μενος Hρακλέους τού πλείστων [αγαθ]ών παραιτίου γ[ε]- |
15 |
γονότος τοίς ανθρώποις, αρχηγού δέ τής πατρίδος υπά[ρ]- |
|
χοντος· αιρεθεὶς πρεσβευτὴς πρός τε τὴν βουλὴν καὶ |
|
τὸν δήμον τὸν Αθηναίων, προθύμως αναδεξάμενος έ- |
|
πλευσεν δαπανών εκ τών ιδίων εμφανίσας τε τὴν |
|
τής συνόδου πρὸς τὸν δήμον εύνοιαν παρεκάλεσεν |
20 |
αυτὸν καὶ διὰ ταύτην τὴν αιτίαν επετελέσατο |
|
τὴν τών θιασιτών βούλησιν καὶ τὴν τών θεών τιμὴν <συνηύξησεν> |
|
καθάπερ ήρμοττεν αυτώι· πεφιλανθρωπηκὼς δέ |
|
καὶ πλείονας εν τοίς αρμόζουσιν καιροίς, είρηκεν |
|
δέ καὶ υπέρ τής συνόδου εν τώι αναγκαιοτάτωι |
25 |
καιρώι τὰ δίκαια μετὰ πάσης προθυμίας καὶ φιλοτι- |
|
μίας καὶ εδέξατό τε τὸν θίασον εφ’ ημέρας δύο υπέρ |
|
τού υού· 〚ΙΝ〛 ίνα ούν καὶ εις τὸν λοιπὸν χρόνον απαρά- |
|
κλητον εαυτὸν παρασκευάζηι καὶ η σύνοδος φαί- |
|
νηται φροντίζουσα τών διακειμένων ανδρών εις εαυ- |
30 |
τὴν ευνοικώς καὶ αξίας χάριτας αποδιδούσα τοίς |
|
ευεργέταις καὶ έτεροι πλείονες τών εκ τής τοίς συνό- |
|
δου διὰ τὴν εις τούτον ευχαριστίαν ζηλωταὶ γί- |
|
νωνται καὶ παραμιλλώνται φιλοτιμούμενοι |
|
περιποιείν τι τεί συνόδωι· αγαθεί τύχει· |
35 |
δεδόχθαι τώι κοινώι τών Τυρίων Hρακλειστών |
|
εμπόρων καὶ ναυκλήρων επαινέσαι Πάτρωνα Δω- |
|
ροθέου καὶ στεφανώσαι αυτὸν κατ’ ενιαυτὸν χρυ- |
|
σώι στεφάνωι εν ταίς συντε[λου]μέναις θυσίαις |
|
τώι Ποσειδώνι αρετής ένεκεν καὶ καλοκαγαθί- |
40 |
ας ἧς έχων διατελεί εις τὸ κοινὸν τών Τυρί- |
|
ων εμπόρων καὶ ναυκλήρων· αναθείναι δέ αυ- |
|
τού καὶ εικόνα γραπτὴν εν τώι τεμένει τού |
|
Hρακλέους καὶ αλλαχή ού άν αυτὸς βούληται· έσ- |
|
τω δέ ασύμβολος καὶ αλειτούργητος εν ταίς |
45 |
γινομέναις συνόδοις πάσαις· επιμελές δέ έστω |
|
τοίς καθισταμένοις αρχιθιασίταις καὶ ταμίαις |
|
καὶ τώι γραμματεί όπως εν ταίς γινομέναις θυ- |
|
σίαις καὶ συνόδοις αναγορεύηται κατὰ ταύτην |
|
τὴν αναγόρευσιν· η σύνοδος τών Τυρίων εμπό- |
50 |
ρων καὶ ναυκλήρων στεφανοί Πάτρωνα Δωροθέου |
|
ευεργέτην. αναγραψάτωσαν δέ τόδε τὸ ψή- |
|
φισμα εις στήλην λιθίνην καὶ στησάτωσαν εν |
|
τών τεμένει τού Hρακλέους· τὸ δέ εσόμενον ανάλωμ[α] |
|
εις ταύτα μερισάτω ο ταμίας καὶ ο αρχιθιασίτης. |
55 |
επὶ αρχιθιασίτου |
|
Διονυσίου τού Διονυσίου, |
|
ιερατεύοντος δέ |
|
Πάτρωνος τού Δωροθέου. |
|
ο δήμος |
60 |
ο Αθηναίων. |
|
η σύνοδος |
|
τών Τυρίων |
|
εμπόρων |
|
καὶ ναυκλήρων. |