| [- – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – -] | |
| TE τὰν πόλιν απὸ τώ̣ν ΚΡ̣Ι̣Τ̣[- – – – τὰ δ]αμόσια συνφυ̣[λάσ]- | |
| σειν τὰ απὸ προγόνων παραδ̣[εδ]ομένα α[υτα καὶ τὰ δίκαια οφ]είλοντα τηρείσθαι τ̣[ω] | |
| τε δάμω τω Ῥωμαίων καὶ Σεβαστω Καίσαρι· περὶ [δέ τούτων έχοντος] τὰν πλείσταν φροντ[ί]- | |
| δα Επινίκου τού γραμματέος τών συνέδρων [υ]πέρ̣ [τας πόλιο]ς περὶ τών συμφερόν- | |
| 5 | των, καθὼς καὶ παρ’ όλον τὸν ενιαυτὸν ποιείται, είνεκεν̣ [του ε]πισκευασθήμεν τὰ δα- |
| μόσια καὶ παρακαλούντος τοὺς διὰ παντὸς ποιούντας τὰ [δί]καια ται πόλει Ἕλλανάς | |
| τε καὶ Ῥωμαίους τοὺς εν αυτα κατοικούντας καὶ εν τω παρόντ[ι] υπολανβάνοντας τὸ | |
| κοινα ασθενές αυτας κατ’ άνδρα υπεχομένους καὶ κατὰ δύναμιν εκ̣πληρούν τὸ βέλ- | |
| τιστον επανγελλομένους εις τὰν επισκευὰν αυτας, εις άν υπέ[σχ]οντο, vacat | |
| 10 | Τείσαρχος Διονυσίου εις τὰν επισκευὰν τού αρχαίου γυμνασίου υποσχόμε[νος] δει- |
| νάρια πεντακόσια επεσκεύασε τάν τε ολυμπικὰν στοὰν καὶ τὰν μέσαν vacat | |
| Κράτων Αρχεδάμου τὰν γινομέναν αυτω έξοδον εις τὸ γυμνάσιον εις ξύλα δεινάρια – – – | |
| ακόσια καὶ τὰ γινόμενα αυτω εν τω μετὰ Φιλόστρατον ενιαυτω εις εναγισμὸν Αριστομέ- | |
| νει ταύρου δεινάρια εβδομήκοντα· vacat | |
| 15 | Τυχαμένης Δορκωνίδα δεινάρια τριακόσια· |
| Λεύκιος Βέννιος Γλύκων δεινάρια χίλια· | |
| Τείμαρχος Θέωνος δεινάρια διακόσια· | |
| Πόπλιος Ουαλέριος Άνδρων δεινάρια τριακόσια· | |
| Νικήρατος Θέωνος τὸ βουλείον καὶ τὰν ποτ’ αυτω στοὰν επισκευάσειν εκ τού ιδίου βίου· | |
| 20 | Καλλίας Απολλώνιου τὰν παντόπωλιν στοὰν ὡσαύτως επισκευάσειν· |
| Μαρκος Αντώνιος Πρόκλος δεινάρια εκατόν· | |
| Ευάμερος Φιλοκράτεος δεινάρια διακόσια· | |
| Πόπλιος Λικήϊος δεινάρια εκατόν· | |
| Πόπλιος Λικίνιος Κέλερ δεινάρια εκατόν· | |
| 25 | Πόπλιος Φλαμίνιος δεινάρια εκατόν· |
| Τιβέριος Κλαύδιος Βουκκίων δεινάρια διακόσια πεντήκοντα· | |
| Διονύσιος Αριστομένεος υπέρ Πλεισταρχίαν τὰν ματέρα δεινάρια πεντακόσια εις τὰν επι- | |
| σκευὰν τού ναού τας Δάματρος καὶ τας στοας τας λεγομένας Νικαίου· | |
| Διογένης Διογένεος υπέρ Διογένη καὶ Φιλωνίδαν καὶ Φιλόξενον δεινάρια εκατὸν πεντήκοντα· | |
| 30 | Τίτος Νίννιος Φιλιππίων δεινάρια πεντήκοντα· |
| [Α]σκλάπων καὶ Ξενοκράτης οι Τιμοκράτεος δεινάρια εκατόν· | |
| Νικηφόρος Σωτηρίδα μετὰ Σωτηρίδα τού υιού δεινάρια εκατόν· | |
| Δομέτιος τὸν ναὸν επισκευάσειν τού Hρακλέος καὶ Ερμού εν γυμνασίω· Μηνας καὶ Λεύκιος Σάλβιος οι Ζωπύρου επισκευάσειν εν ᾧ | |
| τὸ κρεοπώλιόν εστι καὶ τὰν ποτ’ αυτω στοὰν απὸ δειναρίων τριακοσίων· | |
| 35 | Λύσων Νικίππου τὸ λογείον τού δεικτηρίου. |
| Καὶ συμβουλευόντων επαινείν αυτοὺς εφ’ ᾇ έσχηκαν υπέρ τας πόλιος φροντίδος εις τὸν δαμον | |
| τών Ῥωμαίων καὶ ποτὶ τὸν Σεβαστὸν ευνοία, έδοξε τοίς συνέδροις επαινέσαι τοὺς επανγελ[λο]- | |
| μένους επὶ πασι τοίς προγεγραμμένοις· όπως δέ ή διάδηλος α δεδομένα υπ’ αυτών τα πόλει χάρις | |
| αναθείτω παρὰ τὸ Σεβαστείον Επίνικος ο γραμματεὺς τών συνέδρων εκ τών τας πόλιος εισόδων χαρά- | |
| 40 | ξαι εις στάλαν λιθίναν καθὼς έκαστος υπέσχετο καὶ ότι επὶ γραμματέος συνέδρων Επινίκου· ὡσ- |
| αύτως δέ καθ’ έκαστον αναθημάτων τελεσθησομένων γινέσθω επιγραφὰ ότι υπέσχετο επὶ γραμ- | |
| ματέως συνέδρων Επινίκου. |