fr. a |
Θ ε ο ί. |
|
επὶ Πειθιδήμου άρχοντος επὶ τής Ερεχθείδος δευτέρας π- |
|
[ρ]υτανείας· vacat |
|
Μεταγειτνιώνος ενάτει ισταμένου, ενάτει τής πρυτανεί- |
5 |
ας· εκκλησία κυρία· τών προέδρων επεψήφιζεν Σώστρατος Κ- |
|
αλλιστράτου Ερχιεὺς καὶ συμπρόεδροι· vvv έδοξεν τώι δή- |
|
μωι· vvv Χρεμωνίδης Ετεοκλέους Αιθαλίδης είπεν· επειδὴ |
|
πρότερομ μέν Αθηναίοι καὶ Λακεδαιμόνιοι καὶ οι σύμμαχ- |
|
οι οι εκατέρων φιλίαν καὶ συμμαχίαν κοινὴν ποιησάμενο- |
10 |
ι πρὸς εαυτοὺς πολλοὺς καὶ καλοὺς αγώνας ἠγωνίσαντο με- |
|
τ’ αλλήλων πρὸς τοὺς καταδουλούσθαι τὰς πόλεις επιχειρ- |
|
ούντας, εξ ων εαυτοίς τε δόξαν εκτήσαντο καὶ τοίς άλλ[ο]ις |
|
Ἕλλησιν παρεσκεύασαν τὴν ελευθερίαν· καὶ νύν δέ κ[α]ιρών |
|
καθειληφότων ομοίων τὴν Ελλάδα πασαν διὰ το[ὺς κ]αταλύε- |
15 |
ιν επιχειρούντας τούς τε νόμους καὶ τὰς πατρίους εκάστ- |
|
οις πολιτείας ό τε βασιλεὺς Πτολεμαίος ακολούθως τεί τ- |
|
ών προγόνων καὶ τεί τής αδελφής προ[α]ιρέσει φανερός εστ- |
|
ιν σπουδάζων υπέρ τής κοινής τ[ών] Ελλήνων ελευθερίας· κ̣αὶ |
|
ο δήμος ο Αθηναίων συμμαχία[ν] ποιησάμενος πρὸς αυτὸν καὶ |
20 |
τοὺς λοιποὺς Ἕλληνας εψήφισται παρακαλείν επὶ τὴν αυτὴ- |
|
ν προαίρεσιν· ὡσαύτως δέ καὶ Λακεδαιμόνιοι φίλοι καὶ σύμ- |
|
μαχοι τού βασιλέως όντες Πτολεμαίου καὶ πρὸς τὸν δήμον τ- |
|
ὸν Αθηναίων εισὶν εψηφισμένοι συμμαχίαν μετά τε Ἠλείων |
|
καὶ Αχαιών καὶ Τεγεατών καὶ Μαντινέων καὶ Ὀρχομενίων κα- |
25 |
ὶ Φια[λέων] καὶ Καφυέων καὶ Κρηταέων όσοι εισὶν εν τεί συμμ- |
|
[αχίαι τ]εί Λακεδαιμονίων καὶ Αρέως καὶ τών άλλων συμμάχω- |
|
[ν καὶ] πρέσβεις απὸ τών συνέδρων απεστάλκασιν πρὸς τὸν δή- |
|
[μ]ον καὶ οι παραγεγονότες παρ’ αυτών εμφανίζουσιν τήν τε Λ- |
|
ακεδαιμονίων καὶ Αρέως καὶ τών άλλων συμμάχων φιλοτιμί- |
30 |
αν, ήν έχουσιν πρὸς τὸν δήμον, καὶ τὴν περὶ τής συμμαχίας ομολ- |
|
ογίαν ήκουσι κομίζοντες· όπως άν ούν κοινής ομονοίας γενομ- |
|
ένης τοίς Ἕλλησι πρός τε τοὺς νύν ἠδικηκότας καὶ παρεσπον- |
|
δηκότας τὰς πόλεις πρόθυμοι μετὰ τού βασιλέως Πτολεμαίου |
|
καὶ μετ’ αλλήλων υπάρχωσιν αγωνισταὶ καὶ τὸ λοιπὸν μεθ’ ομον– |
35 |
οίας σώιζωσιν τὰς πόλεις· vvvv αγαθεί τύχει δεδόχθαι τώ[ι δ]- |
|
ήμωι τὴμ μέν φιλίαν καὶ τὴν συμμαχίαν είναι Αθηναίοις κ[αὶ] |
|
Λακεδαιμονίοις καὶ τοίς βασιλεύσιν τοίς Λακεδαιμον[ίων] |
|
καὶ Ἠλείοις καὶ Αχαιοίς καὶ Τεγεάταις καὶ Μαντινεύσ[ιν κα]- |
|
ὶ Ὀρχομενίοις καὶ Φιαλεύσιν καὶ Καφυεύσιν καὶ Κρητ[αεύσι]- |
40 |
ν όσοι εν τεί συμμαχίαι εισὶν τεί Λακεδαιμονίων κα[ὶ Αρέως] |
|
καὶ τοίς άλλοις συμμάχοις κυρίαν εις τὸν άπαντα [χρόνον, ήν] |
|
ήκουσι κομίζοντες οι πρέσβεις· καὶ αναγράψα[ι αυτὴν τὸν γρ]- |
|
αμματέα τὸν κατὰ πρυτανείαν εν στήληι χαλκ[ήι καὶ στήσαι ε]- |
|
ν ακροπόλει παρὰ τὸν νεὼ τής Αθηνας τής Πο[λιάδος. ομόσαι δέ] |
45 |
[τὰ] αρχεία τοίς πρέσβεσιν τοίς παραγεγο[νόσιν παρ’ αυτών τὸ]- |
|
[ν όρκον τὸ]ν περὶ τής συμμαχίας κατὰ τὰ [πάτρια· v τοὺς δέ κεχε]- |
fr. d |
[ιρο]τον[ημένους] υπὸ τού δήμου πρ[έσβ]ε[ις αποπέμψαι οίτινες το]- |
|
[ὺς ό]ρκους απολ[ήψονται παρὰ] τ̣ώ̣[ν λοιπών Ελλήνων· vv χειροτο]- |
|
[ν]ήσαι δέ καὶ συνέδρους [δύο τὸν δήμον αυτίκα μάλα εξ Αθηναίω]- |
50 |
ν απάντων οίτινες μετά τε Αρέω[ς καὶ τών απὸ τών συμμάχων α]- |
|
ποστελλομένων συνέδρων βουλεύσοντ̣[αι περὶ τών κοινήι συ]- |
|
μφερόντων· μερίζειν δέ τοίς αιρεθείσ[ιν τοὺς επὶ τήι διοικ]- |
|
ήσει εις εφόδια ού άν χρόνου αποδημώ[σιν ό τι άν διαχειροτο]- |
|
νούντι δόξει τώι δήμωι· επαινέσαι δ[έ τοὺς εφόρους Λακεδαι]- |
55 |
μονίων καὶ Αρέα καὶ τοὺς συμμάχους [καὶ στεφανώσαι αυτοὺς] |
|
χρυσώι στεφάνωι κατὰ τὸν νόμον· επ[αινέσαι δέ καὶ τοὺς πρέσ]- |
|
βεις τοὺς ήκοντας παρ’ αυτών v Θεομ[— — ca. 14 — — Λακεδα]- |
|
ιμόνιον vv Αργείον Κλεινίου Ἠλείο[ν v καὶ στεφανώσαι εκάτ]- |
|
ερον αυτών χρυσώι στεφάνωι κατὰ [τὸν νόμον φιλοτιμίας ένε]- |
60 |
κα καὶ ευνοίας ἧς έχουσιν περ[ί τε τοὺς άλλους συμμάχους κα]- |
|
ὶ τὸν δήμον τὸν Αθηναίων· είνα[ι δέ εκατέρωι αυτών καὶ άλλο αγ]- |
|
αθὸν ευρέσθαι παρὰ τής βουλ[ής καὶ τού δήμου, ότου άν δοκώσιν] |
|
άξιοι είναι. καλέσαι δέ αυτ[οὺς καὶ επὶ ξένια εις τὸ πρυτανεί]- |
|
ον εις αύριον. αναγράψαι δέ [καὶ τόδε τὸ ψήφισμα τὸν γραμματέ]- |
65 |
α τὸν κατὰ πρυτανείαν ειστ[ήλην λιθίνην καὶ τὴν συνθήκην κα]- |
|
ὶ στήσαι εν ακροπόλει· εις [δέ τὴν αναγραφὴν καὶ ανάθεσιν τ]- |
|
ής στήλης μερίσαι τοὺς επ[ὶ τήι διοικήσει τὸ ανάλωμα ό άν γέν]- |
|
ηται. vvv σύνεδροι οίδε κ[εχειροτόνηνται· vacat ?] |
|
vvvv Κάλλιππος Ελευσίν[ιος, — — — — — — — — — — —]
vacat |
70 |
σπονδαὶ καὶ συμμαχία [Λακεδαιμονίοις καὶ τοίς συμμάχοις το]- |
|
ίς Λακεδαιμονίων πρὸς [Αθηναίους καὶ τοὺς συμμάχους τοὺς Αθην]- |
|
αίων εις τὸν άπαντα [χρόνον. έχειν εκατέρους τὴν εαυτών ελευθέρ]- |
|
ους όντας καὶ αυτον̣[όμους, πολιτείαν πολιτευομένους κατὰ] |
|
τὰ πάτρια· εὰν δέ τ̣[ις ίει επὶ πολέμωι επὶ τὴν χώραν τὴν Αθην]- |
75 |
αίων ἢ τοὺς νόμο[υς καταλύει ἢ επὶ πολέμωι ίει επὶ τοὺς συμμά]- |
|
χους τοὺς Αθην[αίων, βοηθείν Λακεδαιμονίους καὶ τοὺς συμμάχ]- |
|
ους τοὺς Λ[ακεδαιμονίων παντὶ σθένει κατὰ τὸ δυνατόν· εὰν δέ τ]- |
|
ις ίει επὶ π[ολέμωι επὶ τὴν χώραν τὴν Λακεδαιμονίων ἢ τοὺς] |
|
νόμους κατ[αλύει ἢ επὶ πολέμωι ίει επὶ τοὺς συμμάχους τοὺς Λ]- |
80 |
ακεδαιμ[ονίων, βοηθείν Αθηναίους καὶ τοὺς συμμάχους τοὺς Αθην]- |
|
[αίων παντὶ σθένει κατὰ τὸ δυνατόν·— — — — — — — — — — —] |
fr. c |
[…………ca. 26 ……….]ΗΔ[…….. ca. 20 ………] |
fr. b |
[……ca. 12 …..Λακεδαιμονίου]ς καὶ τοὺς συμμάχους Αθηνα[ί]- |
|
[οις καὶ τοίς συμμάχοις· vv ομό]σαι δέ Αθηνα[ί]ους μέν Λακεδαι- |
85 |
[μονίοις καὶ τοίς απὸ εκάστης] πόλεως τοὺς στρατηγοὺς καὶ τ- |
|
[ὴν βουλὴν καὶ τοὺς άλλους άρ]χοντας καὶ φυλάρχους καὶ ταξι- |
|
[άρχους καὶ ιππάρχους· vv «ομ]νύω Δία Γ[ή]ν Ηλιον Άρη Αθηναν Αρε- |
|
[ίαν Ποσειδώ Δήμητρα· vv ε]μ[μ]ενείν εν τεί συμμαχίαι τεί γεγ- |
|
[ενημένηι· ευορκούσιν μέν] πολλ[ὰ κ]α̣γαθά, επιορκούσι δέ τανα- |
90 |
[ντία»· v Λακεδαιμονίους δέ] Αθη[να]ίοις ομόσαι κατὰ ταυτὰ τοὺ- |
|
[ς βασιλείς καὶ τοὺς εφόρο]υς [καὶ] τοὺς γέροντας· κατὰ ταυτὰ δ- |
|
[έ ομόσαι καὶ κατὰ τὰ{τὰ}ς άλλας] πόλεις τοὺς άρχοντας. vv εὰν δ- |
|
[έ δοκήι Λακεδαιμονίοις καὶ τ]οίς συμμάχοις καὶ Αθηναίοις |
|
[άμεινον είναι προσθείναί τι] καὶ αφελείν περὶ τής συμμαχί- |
95 |
[ας, ό άν δοκήι αμφοτέροις, εύο]ρκον είναι. αναγράψαι δέ τὴν συ- |
|
[μμαχίαν εν στήλαις χαλκαί]ς καὶ στήσαι εν ιερώι όπου άν βού- |
|
[λωνται.] vacat |