front side (recto)

(1st column)

(1st hand) Απολ[λων]ίωι χαίρειν Δημήτριος.
καλώς έχει ει αυτός τε έρρωσαι καὶ
ταλλα σοι κατὰ γνώμην εστίν.
καὶ εγὼ δέ καθάπ̣ε̣ρ̣ μ̣ο̣ι έγραψας
5 προσέχειν ποιώ αυτὸ καὶ δέδεγμαι
εκ χρ(υσίου) μ(υριάδας) ε Ζ καὶ κατεργασάμενος
απέδωκα. εδεξάμεθα δʼ άν καὶ
πολλαπλάσιο̣ν, αλλὰ καθά σοι καὶ
πρότερον έγραψα ότι οί τε ξένοι
10 οι εισπλέοντες καὶ οι έμποροι καὶ οι
εγδοχείς̣ κ̣αὶ άλλοι φέρουσιν τό τε
επιχώριο[ν] νόμισμα τὸ ακριβές καὶ
τὰ τρίχρυσα, ίνα καινὸν αυτοίς γέ-
νηται, κατὰ τὸ πρόσταγμα ό κε-
15 λεύει ημα̣ς̣ λαμβ̣ά̣ν̣ειν κ̣α̣ὶ̣ κ[ατερ-]
γάζε̣σ̣[θα]ι̣, Φιλαρέτου μ̣ε ο̣υ̣κ̣ ε̣-
ώντος δέχεσθαι, ουκ έχον[τ]ε̣ς̣ ε̣[πὶ]
τί̣ν̣α τὴν αναφο̣ρ̣ὰ̣ν̣ ποιησώ[με]θ̣α̣
π̣ερὶ τούτων, ανα̣γ̣κ̣α̣ζ̣[όμεθ]ά̣ τ[ε]
20 [τ]α̣ύ̣τα μὴ δέχεσθαι, οι δέ ά̣ν̣-
θ̣[ρω]ποι αγανακ̣τούσιν ού[τε] επ̣[ὶ]
τραπεζών ούτε εις τὰ τ[ά]λ̣[αν-]
τα̣ ημών δεχομ[ένω]ν̣ ο̣ύ̣τε̣ δ̣υνά-
μενοι εις τὴν χώ̣ραν αποστέλλειν
25 επὶ τὰ φορτία, αλ̣λὰ αργὸν φάσκουσ̣ι̣ν̣
έχειν τὸ χρυσίον καὶ βλάπτεσθαι ου-

 

(2nd column)

κ ολίγα έξοθεν μεταπεπεμμένοι
καὶ ουδʼ άλλοις έχοντες ελάσσονος τιμής διαθέσθαι ευχερώς.
καὶ οι κατὰ πόλιν δέ πάντες τώι απο-
30 τετριμμένωι χρυσίωι δυσχερώς χρώνται.
ουδ̣εὶς γὰρ τούτων έχει ού τὴν αναφο-
ρὰν ποιησάμενος καὶ προσθείς τι κο-
μιείται ἢ καλὸν χρυσίον ἢ αργύριον
αντʼ αυτού. νύν μέν γὰρ τούτων τοι-
35 ο̣ύ̣των όντων ορώ καὶ τὰς τού βασι-
λέως προσόδους βλαπτομένας ου-
κ ολίγα. γέγραφα ούν σοι ταύτα ί-
να ειδήις καὶ εάν σοι φαίνηται ⟦ἢ⟧ τώι
βασιλεί γράψηις περὶ τούτων \καὶ/ ⟦  ̣⟧ εμοὶ
40 επὶ τίνα τὴν αναφορὰν περὶ τούτων
ποιώμαι. συμφέρειν γὰρ υπολαμβάνω
ε̣ὰ̣[ν] καὶ εκ τής έξοθεν χώρας χρυσίον
ότ̣ι̣ πλείστον εισάγηται καὶ τὸ νό-
μ̣ι̣σ̣μα τ̣[ὸ] τ̣[ο]ύ̣ [β]ασιλέως καλὸν καὶ
45 καινὸν ήι διὰ παντός, ανηλώματ[ος]
μηθενὸς γινομένου αυτώι. περὶ μέν
γ̣ά̣ρ̣ τινων ὡς ημίν χρώνται ου καλώς
ε̣ί̣̣̓εν γράφειν̣, α̣λ̣λ̣ʼ ὡ̣ς̣ ά̣ν̣ παραγένηι α-
κ̣ο̣ύ̣σ̣ε̣ι̣[ς -ca.?- ] γ̣ρ̣ά̣-
50 ψον μοι περὶ τούτων ίνα ούτω ποιώ.
έρρωσο.
(έτους) κη, Γ̣ο̣ρ̣πιαίου ιε.

 

back side (verso)

           Απολλωνίωι.
(2nd hand, left) Δημητρίου