Καλλικλής Ἁριμούθηι | |
χαίρειν. σύνταξον μετρήσ̣[αι] | |
τὸ σήσαμον τ̣ὸ̣ εμ Πέλαι | |
Πρωτομάχωι ‘καὶ τώι σιτολόγ̣[ωι,]’ ου γὰρ έστιν | |
5 | εν τήι πόλει σήσαμον. ίνα ούν |
μηθέν υστερήι̣ τὰ ε[λ]αιουργία | |
φρόντισον ίνα μὴ αιτίας έχης | |
καὶ τοὺ[ς] ε̣[λ]α̣ιο̣υ̣ρ̣γ̣οὺς απόσ- | |
τειλόν μοι. | |
10 | έρρωσο. (έτους) κδ Επεὶφ κ. |
back side (verso) | |
(2nd hand) | |
(έτους) κδ Επεὶφ κ, παρὰ Καλλικλέους περὶ ση- | |
σάμου ώστε Πρωτομάχωι. | |
(1st hand) | |
Ἁριμούθηι. |
επὶ ιερείας Hγησιπύλης· | |
επ’ Ευθίου άρχοντος, επὶ τής | |
Αιαντίδος δωδεκάτης πρυ- | |
τανείας, ἧι Ναυσιμένης | |
5 | Ναυσι<⁶¹κύδ>⁶¹ου ΧολαργεὺςVII |
εγραμμάτευεν· Σκιροφοριώ- | |
νος ένηι καὶ νέαι· Καλλίας Λ[υ]- | |
σιμάχου Ἕρμειος είπεν· όπ[ω]- | |
ς άν οι αστυνόμοι οι αεὶ <λα>νχ[ά]- | |
10 | νοντες επιμέλειαν ποιώντα[ι] |
τού ιερού τής Αφροδίτης τής | |
Πανδήμου κατὰ τὰ πάτρια, τύ- | |
χηι αγαθεί, δεδόχθαι τήι βου- | |
λήι· τοὺς προέδρους οἳ άν λάχω- | |
15 | σιν προεδρεύειν εις τὴν επιού- |
σαν εκκλησίαν προσαγαγείν τὸν | |
[ο]ικείον τής ιερείας καὶ χρηματίσαι | |
περὶ τούτων, γνώμην δέ ξυνβάλλε- | |
[σ]θαι τής βουλής εις τὸν δήμον, ό- | |
20 | [τ]ι δοκεί τήι βουλήι τοὺς αστυνό- |
μους τοὺς αεὶ λαχόντας, όταν ήι | |
η πομπὴ τήι Αφροδίτηι τεί Πανδή- | |
μωι, παρασκευάζειν εις κάθαρσι[ν] | |
τού ιερού περιστερὰν καὶ περιαλε[ί]- | |
25 | [ψα]ι τοὺς βωμοὺς καὶ πιττώσαι τὰς |
[θύρας] καὶ λούσαι τὰ έδη· παρα[σκευ]- | |
[άσαι δέ κα]ὶ πορφύραν ολκὴν ∶ 𐅂𐅂𐅂̣𐅂̣[․․] | |
[— — — — — — — — —] τὰ̣ επὶ τ[․․․․] | |
[— — — — — — — — — — — — — —] |
(1st column)
Παγκράτει αρχισωματοφύλακι καὶ πρὸς τήι συντάξει | |
παρʼ Αντιμάχου τού Αριστομήδου Μακεδόνος [τώ]ν Απολλωνίου | |
τής γ ιπ(παρχίας) (εκατονταρούρου) καὶ παρʼ Hρακλείδου Αρίστωνος | |
Θραικός, | |
τής αυτής ιππαρχίας, ορφανού, μετὰ προστάτιδος | |
5 | τής ούσης αυτού απὸ συγγραφής συνοικισίου τής αυ- |
τού μητρὸς Θαίδος τής Απολλωνίου. επαπορούντ̣ω̣ν̣ | |
τών παρὰ τού προγεγραμμένου ορφανού καὶ τής μ̣η̣τ̣ρ̣[ὸς επὶ] | |
τοίς ορίοις ού έτι πρότερον τυγχάνει παραδεδειχὼς | |
ο προγεγραμμένος Αντίμαχος κλήρου (αρουρών) μ περί τε | |
10 | Κερκεσούχα καὶ Άρεως κώμην τής Πολ̣[έ]μ̣ονος |
μερίδος, ανθʼ ού ἠλλάξατο πρὸς αυτὸν ο τού Hρακλείδου | |
πατὴρ Αρίστων περὶ Βούβαστον τής Hρακλείδ̣ο̣υ̣ | |
μερίδος, αξιούμεν συντάξαι γράψαι Νικο̣λ̣ά̣ωι | |
επιστάτει τής ε ιππαρχίας τών Αρ ̣ ̣ς | |
15 | ποιήσασθαι τὴν παράδειξιν τού διασεσαφημένου |
κ̣[λ]ήρου τών μ (αρουρών) ακολούθως τήι ε̣γ̣δ̣ο̣θ̣ε̣ί̣σ̣η̣ι̣ | |
Αντιμάχωι σχηματογραφίαι ἧς τὸ αντ̣ί̣γ̣ρ̣α̣φ̣ο̣ν̣ | |
υ̣π̣ο̣τέτακται. τούτου δέ γενομένου [τευξό-] | |
μ̣ε̣θ̣α τής παρὰ σού φιλανθρωπίας. | |
20 | ευ̣τ̣ύ̣χ̣ε̣ι̣ |
front side (recto) | |
(1st hand) Διονυσίωι τών φίλων καὶ | |
στρατηγώι | |
παρὰ Πτολεμαίου τού Γλαυκίου | |
Μακεδόνος τών όντων εν κατοχήι | |
5 | εν τώι μεγάλωι Σαραπιείωι έτος |
ήδη δέκατον. Αδικούμαι | |
υπὸ τών εν τώι αυτώι ιερώι | |
καλλυντών καὶ αρτοκόπων | |
τών νυνὶ εφημερευόντων, | |
10 | καταβαινόντων δέ καὶ εις τὸ |
Ανουβιείον, Ἁρχήβιος ιατρού | |
καὶ Μυὸς ιματιοπώλου καὶ | |
τών άλλων, ων τὰ ονόματα | |
αγνοώ. Τού γὰρ ιθ (έτους) Φαώφι ια | |
15 | παραγενόμενοι επὶ τὸ |
Ασταρτιείον, εν ωι κατέχομαι | |
ιερώι, εισεβιάζοντο βουλό- | |
μενοι εξσπάσαι με καὶ αλο- | |
γήσαι, καθάπερ καὶ εν τοίς πρό- | |
20 | τερον χρόνοις επεχείρησαν |
ούσης αποστάσεως, παρὰ τὸ | |
Ἕλληνά με είναι. Επεὶ ο[ύ]ν | |
εγὼ μέν συνιδὼν αυτοὺς | |
απονενοημένους εμαυτὸν | |
25 | συνέκλεισα, Ἁρμαιν δέ |
τὸν παρ΄ εμού ευρόντες | |
επὶ τού δρόμου καταβαλόντες | |
έτυπτον τοίς χαλκοίς | |
ξυστήρσιν. Αξιώ ούν σε συν- | |
30 | τάξαι γράψαι Μενεδήμωι |
τώι παρὰ σού εν τώι Ανουβιείωι | |
επαναγκάσαι αυτοὺς τὰ δίκαιά μοι | |
ποιήσαι, εὰν δέ μὴ υπομένωσιν, | |
εξαποστείλαι αυτοὺς επὶ σέ, | |
35 | όπως διαλάβης περὶ αυτών μισο- |
πονήρως. | |
Ευτύχει. | |
(4th hand) Μενεδήμωι. Προνοήθητι ὡς τεύξεται | |
τών δικαίων. | |
40 | (έτους) ιθ Φαώφι ιθ. |
back side (verso) | |
(3rd hand) (έτους) ιθ Φαώφι ιη | |
Πτολεμαίου. (5th hand) Μενεδήμωι | |
(2nd hand) τών καλ- | |
λυντών |
front side (recto)
(1st column)
(1st hand) | Απολ[λων]ίωι χαίρειν Δημήτριος. |
καλώς έχει ει αυτός τε έρρωσαι καὶ | |
ταλλα σοι κατὰ γνώμην εστίν. | |
καὶ εγὼ δέ καθάπ̣ε̣ρ̣ μ̣ο̣ι έγραψας | |
5 | προσέχειν ποιώ αυτὸ καὶ δέδεγμαι |
εκ χρ(υσίου) μ(υριάδας) ε Ζ καὶ κατεργασάμενος | |
απέδωκα. εδεξάμεθα δʼ άν καὶ | |
πολλαπλάσιο̣ν, αλλὰ καθά σοι καὶ | |
πρότερον έγραψα ότι οί τε ξένοι | |
10 | οι εισπλέοντες καὶ οι έμποροι καὶ οι |
εγδοχείς̣ κ̣αὶ άλλοι φέρουσιν τό τε | |
επιχώριο[ν] νόμισμα τὸ ακριβές καὶ | |
τὰ τρίχρυσα, ίνα καινὸν αυτοίς γέ- | |
νηται, κατὰ τὸ πρόσταγμα ό κε- | |
15 | λεύει ημα̣ς̣ λαμβ̣ά̣ν̣ειν κ̣α̣ὶ̣ κ[ατερ-] |
γάζε̣σ̣[θα]ι̣, Φιλαρέτου μ̣ε ο̣υ̣κ̣ ε̣- | |
ώντος δέχεσθαι, ουκ έχον[τ]ε̣ς̣ ε̣[πὶ] | |
τί̣ν̣α τὴν αναφο̣ρ̣ὰ̣ν̣ ποιησώ[με]θ̣α̣ | |
π̣ερὶ τούτων, ανα̣γ̣κ̣α̣ζ̣[όμεθ]ά̣ τ[ε] | |
20 | [τ]α̣ύ̣τα μὴ δέχεσθαι, οι δέ ά̣ν̣- |
θ̣[ρω]ποι αγανακ̣τούσιν ού[τε] επ̣[ὶ] | |
τραπεζών ούτε εις τὰ τ[ά]λ̣[αν-] | |
τα̣ ημών δεχομ[ένω]ν̣ ο̣ύ̣τε̣ δ̣υνά- | |
μενοι εις τὴν χώ̣ραν αποστέλλειν | |
25 | επὶ τὰ φορτία, αλ̣λὰ αργὸν φάσκουσ̣ι̣ν̣ |
έχειν τὸ χρυσίον καὶ βλάπτεσθαι ου- |
(2nd column)
κ ολίγα έξοθεν μεταπεπεμμένοι | |
καὶ ουδʼ άλλοις έχοντες ελάσσονος τιμής διαθέσθαι ευχερώς. | |
καὶ οι κατὰ πόλιν δέ πάντες τώι απο- | |
30 | τετριμμένωι χρυσίωι δυσχερώς χρώνται. |
ουδ̣εὶς γὰρ τούτων έχει ού τὴν αναφο- | |
ρὰν ποιησάμενος καὶ προσθείς τι κο- | |
μιείται ἢ καλὸν χρυσίον ἢ αργύριον | |
αντʼ αυτού. νύν μέν γὰρ τούτων τοι- | |
35 | ο̣ύ̣των όντων ορώ καὶ τὰς τού βασι- |
λέως προσόδους βλαπτομένας ου- | |
κ ολίγα. γέγραφα ούν σοι ταύτα ί- | |
να ειδήις καὶ εάν σοι φαίνηται ⟦ἢ⟧ τώι | |
βασιλεί γράψηις περὶ τούτων \καὶ/ ⟦ ̣⟧ εμοὶ | |
40 | επὶ τίνα τὴν αναφορὰν περὶ τούτων |
ποιώμαι. συμφέρειν γὰρ υπολαμβάνω | |
ε̣ὰ̣[ν] καὶ εκ τής έξοθεν χώρας χρυσίον | |
ότ̣ι̣ πλείστον εισάγηται καὶ τὸ νό- | |
μ̣ι̣σ̣μα τ̣[ὸ] τ̣[ο]ύ̣ [β]ασιλέως καλὸν καὶ | |
45 | καινὸν ήι διὰ παντός, ανηλώματ[ος] |
μηθενὸς γινομένου αυτώι. περὶ μέν | |
γ̣ά̣ρ̣ τινων ὡς ημίν χρώνται ου καλώς | |
ε̣ί̣̣̓εν γράφειν̣, α̣λ̣λ̣ʼ ὡ̣ς̣ ά̣ν̣ παραγένηι α- | |
κ̣ο̣ύ̣σ̣ε̣ι̣[ς -ca.?- ] γ̣ρ̣ά̣- | |
50 | ψον μοι περὶ τούτων ίνα ούτω ποιώ. |
έρρωσο. | |
(έτους) κη, Γ̣ο̣ρ̣πιαίου ιε. |
back side (verso)
Απολλωνίωι. | |
(2nd hand, left) | Δημητρίου |
1 | άρχοντος Θεοξένο[υ] τού Φιλαιτώλου, μη[ν]ὸς δ[έ] |
Δαιδαφορίου, βουλευόντων Ε[πι]νίκου [τού Νικο]- | |
στράτου, Σατύρου τού Ζωΐλ[ο]υ· χεὶρ Θεοφίλου το[ύ Ευαμέ]- | |
ρου υπέρ Νικόμαχον Ευδίκου παρόντα καὶ κελεύ[ον]- | |
5 | τα γράψαι υπέρ αυτόν· απέδοτο Νικόμαχος καὶ Νεικ[ὼ] |
τω Απόλλωνι τω Πυθίω επ’ ελευθερία σώματα, οίς ονόματα | |
[Ζ]ωπύρα καὶ τὰ εξ αυτής Παράμον<ον> καὶ Κλέωνα καὶ Ζώπυρον, | |
[τε]ιμας αργυρίου έκαστον αυτών μ[να]ν τ[εσσά]ρων σ[υ]νευα- | |
[ρεσ]τέοντος αυτοίς κα<ὶ> τού υιού αυτών Διονυσίου· καὶ τὰν τε[ι]- | |
10 | [μὰν] απέχομεν πασαν. βεβαιωτὴρ κατασταθεὶς υπ’ [αυτών] |
κατὰ τοὺς νόμους τας πόλιος Λυ<σ>ίμαχος Νικ<ά>νορος, κα[θ]ὼς επίστευσα<ν> τω θεω τὰν ὠνὰν Ζωπύρα καὶ Παράμο- | |
νος καὶ Κλέων καὶ Ζώπ<υ>ρος, εφ’ ᾧτε ελεύθεροι είμεν καὶ ανέπαφοι απὸ πάντω<ν> τὸν πάντα βίον. | |
παραμεινάτωσαν δέ Παράμονος καὶ Κλέων καὶ Ζώπυρος Διονυσίω τὸν τας ζωας αυτού χρόνον | |
ποιούντες τὸ επιτασσόμενον παν τὸ δυνατόν. ει δέ μὴ ποιέοι[σ]αν, εξουσίαν εχέτω Διονύσιος επι- | |
15 | τειμέων τρόπω ᾧ κα θέλη, πλὰν μὴ πολέων. ει δέ τι πάθοι Διονύσιος τών κατ’ άνθρωπον απο- |
λιπὼν τέκνα γνήσια, δότωσαν οι εν τη παραμονη έκαστος δηνάρια εξήκοντα. Ζωπύρα δέ εξουσίαν | |
εχέτω ποιείν ά κα θέλη, μηδενὶ μηδέν προσήκουσα. ει δέ τις εφάπτοιτο τών προγεγραμμένων σωμ[ά]- | |
των επὶ κ<α>τα<δ>ουλισμω, βεβαίην παρεχόντω <τω> θεω τὰν ὠνὰν οί τε αποδόμενοι καὶ ο βεβαιω- | |
τὴρ καὶ οι ιερείς τού Απόλλωνος· ομοίως δέ καὶ ο παρατυχὼν κύριος έστω συλέων καὶ αφαι- | |
20 | ρείμενος εν ελευθερίαν, αζάμιος ὢν καὶ [α]νυπόδικος πάσας δίκας καὶ ζαμίας. εθέμεθα |
δέ τὰς ὠνὰς διὰ τού γραμματέως τής πόλεως Μελισσίωνος τού Λαιάδα —— εις τὰ δημό- | |
σια τής πόλεως γράμματα, τὰν δέ ετέραν ενχαράξας εν τω θεάτρω. χεὶρ Λυσιμάχου τού Νικά- | |
νορος. γέγονα βεβαιωτὴρ επὶ τὰν προγεγραμ<μ>έναν ὠνὰν κατασταθεὶς υπὸ Νικο- | |
μάχου τού Ευδίκου. χεὶρ Διονυσίου. συνευαρεστώ τη Παρ<αμ>όνο<υ κ>α<ὶ> τών προγεγραμ<μ>ένων ὠ- | |
25 | ναν. μάρτυρες οί τε ιερείς τού Απόλλωνο[ς] Διονύσιος Αστοξένου, Δάμων Πολεμάρχου· καὶ |
ιδιώται Αρχίας Αντιγένους, Νικάνωρ Λυσιμάχου, Εύανδρος Μεγάρτα. |
5 | εγ- |
δίδομεν δέ τὸ έργον όλον πρὸς χαλκόν, τὰς μέν στή- | |
λας καὶ τοὺς θριγκοὺς πρὸς λίθον εφ’ ὡμαλίαν ό,τι άν εύ- | |
ρωσιν, τοὺς δ’ υποβατήρας εν προσέργω ποιήσει. τών | |
δέ πώρων υποτίμημα λήψεται τού λίθου εκάστου δρα- | |
10 | χμὰς πέντε, όσους άν παρίσχη, τών δέ γραμμάτων |
τής εγκολάψεως καὶ εγκαύσεως στατήρα καὶ | |
τριώβολον τών χιλίων γραμμάτων. εργαται δέ συνε- | |
χώς μετὰ τὸ τὴν δόσιν λαβείν εντὸς ημερών δέκα | |
ενεργών τεχνίταις ικανοίς κατὰ τὴν τέχνην μὴ έ- | |
15 | λαττον ἢ πέντε. άν δέ τι μὴ πείθηται τών κατὰ τὴν |
συγγραφὴν γεγραμμένων ἢ κακοτεχνών τι εξελέγχη- | |
ται, ζημιωθήσεται υπὸ τών ναοποιών καθότι άν φαίνη- | |
ται άξιος είναι μὴ ποιών τών κατὰ τὴν συγγραφὴν γε- | |
γραμμένων. καὶ εάν τις άλλος τών συνεργαζομένων εξε- | |
20 | λέγχηταί τι κακοτεχνών, εξελαυνέσθω εκ τού έργου καὶ |
[μ]ηκέτι συνεργαζέσθω· εὰν δέ μὴ πείθηται, ζημιωθήσε- | |
ται καὶ ούτος μετὰ τού εργώνου, εὰν δέ που παρὰ τὸ έρ- | |
γον συνφέρη τινὶ μέτρω τώγ γεγραμμένων προσλι- | |
πείν ἢ συνελείν, ποιήσει ὡς άν κελεύωμεν. μηδέ απολε- | |
25 | λύσθωσαν απὸ τής εργωνίας οι εξ αρχής έγγυοι καὶ ο ερ- |
γώνης, άχρι άν ο επαναπριάμενος τὰ παλίνπωλα τοὺς | |
εγγύους αξιοχρέους [κ]αταστήση· περὶ δέ τών προπε- | |
ποιημένων οι εξ αρχής [έ]γγυοι έστωσαν έως τής εσχά- | |
της δοκιμασίας. μηδέ καταβλαπτέτω μηθέν τών υπαρ- | |
30 | χόντων έργων εν τω ιερω ο εργώ[νη]ς· εὰν δέ τι καταβλά- |
ψη, ακείσθω τοίς ιδίοις ανηλώμασιν δοκίμως εγ χρόνω | |
όσω άν οι ναοποιοὶ τάξωσιν· καὶ εάν τινα υγιή λίθον δια- | |
φθείρη κατὰ τὴν εργασίαν ο τής θέσεως εργώνης, έτε- | |
ρον αποκαταστήσει δόκιμον τοίς ιδίοις ανηλώμασιν ου- | |
35 | θέν επικωλύοντα τὸ έργον, τὸν δέ διαφθαρέντα λίθον εξ- |
άξει εκ τού ιερού εντὸς ημερών πέντε, ει δέ μή, ιερὸς ο λίθος | |
έσται. εὰν δέ μὴ αποκαθιστη ἢ μὴ ακήται τὸ καταβλα- | |
φθέν, καὶ τούτο επεγδώσουσιν οι ναοποιοί, ότι δ’ άν εύρη, | |
τούτο αυτὸ καὶ ημιόλιον αποτείσει ο εργώνης καὶ οι έγ- | |
40 | γυοι. εὰν δέ κατὰ φυὰν διαφθαρη τις τών λίθων, αζήμιος έσ- |
τω κατὰ τούτον ο τής θέσεως εργώνης. εὰν δέ πρὸς αυ- | |
τοὺς αντιλέγωσιν οι εργώναι περί τινος τών γεγραμμέ- | |
νων, διακρινούσιν οι ναοποιοὶ ομόσαντες επὶ τών έργων, πλεί- | |
ονες όντες τών ημίσεων, τὰ δέ επικριθέντα κύρια έστω. | |
45 | εὰν δέ τι επικωλύσωσιν οι ναοποιοὶ τὸν εργώνην κατὰ |
τὴν παροχὴν τών λίθων, τὸν χρόνον αποδώσουσιν, όσον άν | |
επικωλύσωσιν. εγγύους δέ καταστήσας ο εργώνης κατὰ | |
τὸν νόμον λήψεται τὴν πρώτην δόσιν, οπόσου άν εργωνή- | |
ση, πασών τών στηλών καὶ τών θριγκών τών επὶ ταύτας | |
50 | τιθεμένων, υπολιπόμενος παντὸς τὸ επιδέκατον· όταν δέ |
αποδείξη πάσας ειργασμένας καὶ ορθὰς πάντη καὶ τέλος | |
[ε]χούσας κατὰ τὴν συγγραφὴν καὶ μεμολυβδοχοημένας α- | |
ρεστώς τοίς ναοποιοίς καὶ τώι αρχιτέκτονι, λήψεται τὴν | |
δευτέραν δόσιν πάντων τών γραμμάτων τής επιγραφής | |
55 | εκ τού υποτιμήματος πρὸς τὸν αριθμὸν τὸν εκ τών αντι- |
γράφων εγλογισθέντα, υπολιπόμενος καὶ τούτου τὸ επιδέ- | |
κατον· καὶ συντελέσας όλον τὸ έργον, όταν δοκιμασθήι, κομι- | |
σάσθω τὸ επιδέκατον τὸ υπολειφθέν καὶ τών πώρων τὸ υπο- | |
τίμημα, όσους άν θη, καὶ όσα άν γράμματα επιγράψη | |
60 | μετὰ τὸ τὴν δόσιν λαβείν κομισάσθω καὶ τούτων, όταν καὶ τὸ ε- |
πιδέκατον λαμβάνη, εὰν μή τι εις τὰ επιτίμια υπολογισθη αυ- | |
τω. εὰν δέ τι πρόσεργον δη γενέσθαι συμφέρον τω έργω, | |
ποιήσει εκ τού ίσου λόγου καὶ προσκομιείται τὸ γινόμενον αυτω, | |
αποδείξας δόκιμον. |
Ἱέρακι τω καὶ Νεμεσίωνι στρα(τηγω) Αρσι(νοίτου) Hρακ(λείδου) μερίδος | |
παρὰ Γεμέλλου τού καὶ Ὡρίωνος Γαίου Απολιναρίου Αντινοέως. ενέτυχον, κύριε, | |
διὰ βιβλιδίου τω λαμπροτάτω ηγεμόνι Αιμιλίω Σατουρνείννω δηλών τὴν γενο- | |
μένην μοι επέλευσιν υπὸ Σώτου τινὸς καταφρονήσαντος τής περὶ τὴν όψιν μου ασ- | |
5 | θενείας βουλομένου αυτού τὰ υπάρχοντά μου κατασχείν βία καὶ αυθαδία χρώμενος |
καὶ έσχον ιερὰν υπογραφὴν εντυ̣χείν τω κρατίστω επιστρατήγω· τού δέ Σώ〈του〉 τελευ- | |
τήσαντος, ο τούτου αδελφὸς Ιούλιος καὶ αυτὸς τὴν περὶ αυτου〈ς〉 βία χρησάμενος επήλ- | |
θεν τοίς εσπαρμένοις υπʼ εμού εδάφεσει καὶ εβάστασε ουκ ολίγον χόρτον ου μό- | |
νον αλλὰ καὶ εξέκοψε απὸ τού υπάρχοντός μου ε[λ]αιώνος όντος περὶ κώμην Κερκε- | |
10 | σούχα ελάεινα φυτὰ απεξηραμμένα καὶ ερίκινα, άπερ παραγενάμενος ενθάδε |
πρὸς τὸν καιρὸν τής συνκομιδής έμαθον ταύτα υπὸ αυτού πεπραχθαι, εφʼ οίς | |
μὴ αρκεσθεὶς πάλειν επήλθεν μετὰ τής γυναικὸς αυτού καὶ Ζηνα τινος{ς} έχον- | |
τες βρέφος βουλόμενοι τὸν γεωργόν μου φθώνω περικλίσαι ώστε κατα- | |
λείψε τὴν ιδ[ί]αν γεωργίαν μετὰ τὸ θερίσαι εκ μέρους απὸ ετέρου μου κλήρου, | |
15 | καὶ αυτοὶ σ{σ}υνεκομίσαντο. τούτων γενομένων εγενόμην πρὸς τὸν |
Ιούλιον μετὰ [δ]ημοσίων όπως αυτὰ ταύτα ενμάρτυρον γένηται. πάλιν | |
τω αυτω τρόπω προσ{σ}[έ]ριψάν μοι [τὸ] αυτὸ βρέφος βουλόμενοι καὶ με φθόνω | |
περικλίσαι πα[ρό]ντων Πετεσούχου καὶ Πτολλα πρεσβυτέρων κώμης Καρα- | |
νίδος διαδεχο[μ]ένων καὶ τὰ κατὰ τὴν κομμωγραμματείαν καὶ Σωκρα | |
20 | υπηρέτου, καὶ τών δημοσίων παρόντων τὸ βρέφος ο Ιούλιος συνκομι- |
σάμενος τὰ περιγενόμενα εκ τών εδαφών γένη απηνέγκατο εις τὴν | |
οικίαν αυτού, άπερ φανερὰ εποίησα διά τε τών αυτών δημοσίων καὶ πρα- | |
κτόρων σιτικών τής αυτής κώμης. διὸ κατὰ τὸ αναγκαίον επιδίδωμι | |
καὶ αξιώ τάδε τὰ βιβλίδια εν καταχωρισμω γενέσθο πρὸς τὸ μένειν μοι | |
25 | τὸν λόγον πρὸς αυτοὺς επὶ τού κρατίστου επιστρατήγου περὶ τών υπ⟦ο⟧’ αυ- |
τών τετολμημένων καὶ τών υπέρ τών εδαφών δημοσίων εκφορίων | |
τω κυριακω λόγω διὰ τὸ αυτοὺς ου δεόντως συνκεκομικέναι. | |
(2nd hand) | |
Γέμελλος ο καὶ Ὡρίων ὡς (ετών) κϛ ασθενὴς τὰς όψεις. | |
(3rd hand) | |
(έτους) ε Λουκίου Σεπτιμίου Σεουήρου Ευσεβούς Περτίνακος Σεβαστού Παχὼν κζ. |
Κυίντω Αιμιλλίω Σατουρνείνω | |
επάρχω Αιγύπτου | |
παρὰ Γεμέλλου τού καὶ Ὡρίωνος | |
Γαίου Απολιναρίου Αντινοέως | |
5 | καὶ ὡς χρηματίζει γεουχούντ(ος) |
εν Καρανίδι τού Αρσινοείτου | |
νομού τής Hρακλείδου μερίδ(ος). | |
πρὸ πολλού, κύριε, ο ημέτερος | |
πατὴρ ετελεύτησεν επʼ ε- | |
10 | μοὶ καὶ αδελφη μου κληρονό- |
μοις καὶ αντιλήμμεθα | |
τών υπαρχόντων μη- | |
δενὸς επελθόντος. ομοίως | |
δέ συνέβη καὶ τὸν θείόν μου | |
15 | Γάιον Ιούλιον Λογγείνον |
τελευτήσαι πρὸ οκταετίας | |
καὶ τούτου τὰ υπάρχοντα | |
επεκράτησα καὶ συν‹ε›κομισα- | |
μην τὴν πρόσοδον μηδενὸ(ς) | |
20 | κωλύσαντος. νυνεὶ δέ |
Ιούλιος καὶ Σώτας αμφότεροι | |
Ευδατος ου δεόντως βιαίω(ς) | |
καὶ αυθάδως επεληλύθασι | |
εδάφεσί μου μετὰ τὸ τὴν | |
25 | κατασπορὰν ποιήσασθαί |
με καὶ εκώλυσάν με | |
εν τούτοις δυνάμι τη | |
περὶ αυτοὺς επὶ τών τό- | |
πων, καταφρονούντων | |
30 | τὴ〈ν〉 περὶ τὴν όψιν μου |
ασθένιαν· όθεν επὶ σέ | |
τὸν σωτήρα κατέφυγον, | |
αξιών εάν σου τη τύχη | |
δόξη ακούσαί μου πρὸς | |
35 | αυτοὺς όπως δυνηθώ |
τών ιδίων αντιλμαβάνεσθ(αι) | |
καὶ ω υπὸ σού τού κυρίου ευεργ(ετημένος). | |
διευτύχ(ει). | |
(2nd hand) | |
⟦Γέμελλος⟧ ⟦ο⟧ ⟦καὶ⟧ ⟦Ὡριωνο̣ς̣⟧ ⟦ε̣π̣ι̣δ̣έ̣δωκα⟧ ⟦.⟧ | |
40 | ⟦Σαβε̣ί̣ν̣ο̣ς̣⟧ ⟦έ̣γ̣ρ̣α̣ψ̣α̣⟧ ⟦υ̣π̣(έρ)⟧ ⟦α̣υ̣τ̣(ου)⟧ ⟦[.]⟧ |