Αλεξάνδρου τού Αλεξάνδρου βασιλεύοντος έτει εβδόμωι Πτολεμαίου σατραπεύοντος έτει τεσσαρε- | |
σκαιδεκάτωι μηνὸς Δίου. Συγγραφὴ συνοικισίας Hρακλείδου καὶ Δημητρίας. Λαμβάνει Hρακλείδης | |
Δημητρίαν Κώιαν γυναίκα γνησίαν παρὰ τού πατρὸς Λεπτίνου Κώιου καὶ τής μητρὸς Φιλωτίδος ελεύθερος | |
ελευθέραν προσφερομένην ειματισμὸν καὶ κόσμον (δραχμών) (χιλίων), παρεχέτω δέ Hρακλείδης Δημητρίαι | |
5 | όσα προσήκει γυναικὶ ελευθέραι πάντα, είναι δέ ημας κατὰ ταυτὸ όπου άν δοκήι άριστον είναι βουλευομένοις κοινήι |
βουλήι Λεπτίνηι καὶ Hρακλείδηι. Ειὰν δέ τι κακοτεχνούσα αλίσκηται επὶ αισχύνηι τού ανδρὸς Hρακλείδου Δημητρία, | |
στερέσθω ωμ προσηνέγκατο πάντων, επιδειξάτω δέ Hρακλείδης ότι άν εγκαλήι Δημητρίαι εναντίον ανδρών τριών, | |
οὓς άν δοκιμάζωσιν αμφότεροι. Μὴ εξέστω δέ Hρακλείδηι γυναίκα άλλην επεισάγεσθαι εφ’ ύβρει Δημητρίας μηδέ | |
τεκνοποιείσθαι εξ άλλης γυναικὸς μηδέ κακοτεχνείν μηδέν παρευρέσει μηδεμιαι Hρακλείδην εις Δημητρίαν· | |
10 | ειὰν δέ τι ποιών τούτων αλίσκηται Hρακλείδης καὶ επιδείξηι Δημητρία εναντίον ανδρών τριών, οὓς άν δοκιμάζωσιν |
αμφότεροι, αποδότω Hρακλείδης Δημητρίαι τὴμ φερνὴν ήν προσηνέγκατο (δραχμὰς) (χιλίας) καὶ προσαποτεισάτω αργυρί- | |
ου Αλεξανδρείου (δραχμὰς) (χιλίας). H δέ πραξις έστω καθάπερ εγ δίκης κατὰ νόμον τέλος εχούσης Δημητρίαι καὶ τοίς μετὰ | |
Δημητρίας πράσσουσιν έκ τε αυτού Hρακλείδου καὶ τών Hρακλείδου πάντων καὶ εγγαίων καὶ ναυτικών. H δέ συγγραφὴ | |
ήδε κυρία έστω πάντηι πάντως ὡς εκεί τού συναλλάγματος γεγενημένου, όπου άν επεγφέρηι Hρακλείδης κατὰ | |
15 | Δημητρίας ἢ Δημητρία τε καὶ τοὶ μετὰ Δημητρίας πράσσοντες επεγφέρωσιν κατὰ Hρακλείδου. Κύριοι δέ έστωσαν Hρακλεί- |
δης καὶ Δημητρία καὶ τὰς συγγραφὰς αυτοὶ τὰς αυτών φυλάσσοντες καὶ επεγφέροντες κατ΄ αλλήλων. Μάρτυρες | |
Κλέων Γελώιος, Αντικράτης Τημνίτης, Λύσις Τημνίτης, Διονύσιος Τημνίτης, Αριστόμαχος Κυρηναίος, Αριστόδικος | |
Κώιος. |