| [θεοί]. | |
| έδοξ[εν] τήι̣ βουλήι καὶ τώι δήμωι· | |
| Θεμισ[τοκλ]ή̣ς̣ Ν̣εοκλέ̣ους Φρεάρριος είπεν· | |
| τὴ[μ] μέ̣ν̣ πό[λιν παρ]ακ̣α̣τ[αθέ]σθαι τήι Αθηναι τήι Αθηνώ- | |
| 5 | μ [μεδεο]ύ[σηι] κ[αὶ τοίς άλλ]οις θε̣οίς ά̣πα̣σιν φυλάττει- |
| ν κ̣α̣[ὶ] α̣μ̣[ύνειν τὸμ βά]ρ̣β̣α̣ρ̣[ο]ν υπέρ τής χώρας· Αθηναίου- | |
| [ς δ’ άπ]α̣[ντας καὶ τοὺς ξένο]υ̣ς τοὺς οικούντας Αθήνησι | |
| [τὰ τέκ]ν[α καὶ τὰς γυναίκ]α̣ς̣ ε̣[ις] Τροιζήνα καταθέσθαι | |
| τ̣[ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ 20 ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ] τού̣ α̣ρχηγέτου τής χώρας· τ- | |
| 10 | [οὺς δέ πρεσβύτας καὶ τὰ] κτήματα εις Σαλαμίνα καταθ- |
| έ[σ]θ[αι· τοὺς δέ ταμίας καὶ τ]ὰς ιερέας εν τήι ακροπόλε- | |
| [ι μένειν φυλάττοντας τὰ τώ]ν̣ θ̣εών· τοὺς δέ άλλους Αθη- | |
| [ναίους άπαντας καὶ τοὺς ξέ]νο̣υς τοὺς ηβώντας εισβαί- | |
| νειν ε̣[ις τὰς ετοιμασθ]ε̣[ί]σ̣[α]ς̣ διακοσίας ναύς καὶ αμύ- | |
| 15 | νεσ[θαι] τ[ὸμ βάρβαρον υπέρ τή]ς ελευθερίας τής τε εαυ- |
| τώ̣ν [καὶ τών άλλων Ελλήνων] μετὰ Λακεδαιμονίων καὶ Κο- | |
| ρ̣ι̣ν̣[θίων καὶ Αιγινητών] κ̣α̣ὶ τών άλλων τώμ βουλομένω- | |
| [ν] κ̣οινω[νήσειν τού κινδύνο]υ· καταστήσαι δέ καὶ τριη̣- | |
| [ρ]ά̣[ρχους διακοσίους ένα επὶ] τὴν ναύν εκάστην τοὺς [σ]- | |
| 20 | τρατη[γ]οὺ[ς αρχομένους τ]ήι αύριον ημέραι εκ τών κ[εκ]- |
| τ̣η̣μ̣έ̣ν̣[ω]ν̣ γ̣[ήν] τ̣[ε κ]α̣ὶ̣ [οικί]αν Αθ[ή]νησι καὶ οίς άμ παίδ[ες] | |
| ωσ̣ι γνή[σιοι μὴ πρεσβυτέρο]υς πεντήκοντα ετών κα̣[ὶ ε]- | |
| πικλ[ηρώσαι αυτ]ο̣ί̣ς [τ]ὰς να̣ύς· vv καταλέξαι δέ καὶ επ̣[ι]- | |
| βάτας [δ]έκα̣ [εφ’ εκάστη]ν ναύν εκ τών υπέρ είκοσιν έτη [γ]- | |
| 25 | εγονότω[ν μέχρι τριά]κο̣ντα ετών καὶ τοξότας τέτταρ- |
| ας· δια[κληρώσαι δέ κ]α̣ὶ̣ [τ]ὰ̣ς̣ υ̣πηρεσίας επὶ τὰς ναύς ότ- | |
| αμπερ κ[αὶ τοὺς τριηράρ]χους επικληρώσιν· αναγράψα- | |
| ι δέ κα̣[ὶ τοὺς άλλους κατὰ] ναύ̣ν̣ τοὺς στρατηγοὺς εις λ- | |
| ευκώ[ματα, τοὺς μέν Α]θ̣η̣ν̣α̣ί̣ο̣υ̣ς εκ τών ληξιαρχικών γρ- | |
| 30 | αμματεί̣[ων, τοὺς] δ̣έ̣ ξ[έν]ους εκ τών απογεγραμμένων πα̣- |
| [ρ]ὰ̣ τ̣ώι [πολε]μ̣[άρχ]ω̣[ι]· ανα̣γράφειν δέ νέμοντας κατὰ τάξ- | |
| ει[ς ε]ις διακοσία[ς] α̣[ν]ὰ̣ εκατὸν αριθμὸν καὶ επιγράψα- | |
| ι τ̣ή̣ι̣ [τάξ]ει̣ ε̣κ̣ά̣στηι τής τρι̣ήρους τούνομα καὶ τού τρι- | |
| η̣ράρχου καὶ τ̣ή̣ς̣ υ̣πηρε[σί]ας, όπως άν ειδώσιν εις οποί- | |
| 35 | αν τριήρη ε[μ]βήσεται η [τ]άξις ε[κ]άστη· επειδὰν δέ νεμη- |
| θ̣ώσ̣ιν άπα[σ]αι αι τάξεις καὶ επικληρωθώσι ταίς τριή- | |
| ρεσ̣ι, πλ̣η̣ρούν α̣[π]άσας̣ τὰς διακοσίας ναύς τὴμ βουλὴν | |
| καὶ τ̣[ο]ὺ̣σ̣τρατηγ̣οὺ[ς θύ]σαντας αρεστήριον τώι Διὶ τώι | |
| Παγκρατεί καὶ τήι Αθηναι {καὶ}(?) τήι Νίκηι καὶ τώι Ποσει- | |
| 40 | δώνι τώι Ασφα[λ]είωι· vv επειδὰν δέ πεπληρωμέναι ωσιν |
| αι νήες̣, τα[ί]ς μέν εκατὸν αυτών βοηθείν επὶ τὸ Αρτεμίσ- | |
| [ι]ο̣ν τ̣ὸ̣ Ευβοϊκόν, ταίς δέ εκατὸν αυτών περὶ τὴν Σαλαμ- | |
| ίνα καὶ τὴν άλλην Αττικὴν ναυλοχείν καὶ φυλάττειν | |
| τὴν χώρ̣α̣ν· όπως δ’ άν καὶ ομονοούντες άπαντες Αθηναίοι | |
| 45 | α̣μ̣ύ̣νωνται τὸμ βάρβαρον, τοὺς μέν μεθεστηκότας τὰ [δ]- |
| [έκα] έτη απιέναι εις Σαλαμίνα καὶ μένειν αυτοὺς̣ ε̣[κε]- | |
| [ί έως άν τι τώι δήμ]ω̣ι δόξηι περὶ αυτών· τοὺς δέ [ατίμου]- | |
| [ς — — — — — — — — — —] reliquiae incertae — — — — — — — |