| [- – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – -] | |
| TE τὰν πόλιν απὸ τώ̣ν ΚΡ̣Ι̣Τ̣[- – – – τὰ δ]αμόσια συνφυ̣[λάσ]- | |
| σειν τὰ απὸ προγόνων παραδ̣[εδ]ομένα α[υτα καὶ τὰ δίκαια οφ]είλοντα τηρείσθαι τ̣[ω] | |
| τε δάμω τω Ῥωμαίων καὶ Σεβαστω Καίσαρι· περὶ [δέ τούτων έχοντος] τὰν πλείσταν φροντ[ί]- | |
| δα Επινίκου τού γραμματέος τών συνέδρων [υ]πέρ̣ [τας πόλιο]ς περὶ τών συμφερόν- | |
| 5 | των, καθὼς καὶ παρ’ όλον τὸν ενιαυτὸν ποιείται, είνεκεν̣ [του ε]πισκευασθήμεν τὰ δα- |
| μόσια καὶ παρακαλούντος τοὺς διὰ παντὸς ποιούντας τὰ [δί]καια ται πόλει Ἕλλανάς | |
| τε καὶ Ῥωμαίους τοὺς εν αυτα κατοικούντας καὶ εν τω παρόντ[ι] υπολανβάνοντας τὸ | |
| κοινα ασθενές αυτας κατ’ άνδρα υπεχομένους καὶ κατὰ δύναμιν εκ̣πληρούν τὸ βέλ- | |
| τιστον επανγελλομένους εις τὰν επισκευὰν αυτας, εις άν υπέ[σχ]οντο, vacat | |
| 10 | Τείσαρχος Διονυσίου εις τὰν επισκευὰν τού αρχαίου γυμνασίου υποσχόμε[νος] δει- |
| νάρια πεντακόσια επεσκεύασε τάν τε ολυμπικὰν στοὰν καὶ τὰν μέσαν vacat | |
| Κράτων Αρχεδάμου τὰν γινομέναν αυτω έξοδον εις τὸ γυμνάσιον εις ξύλα δεινάρια – – – | |
| ακόσια καὶ τὰ γινόμενα αυτω εν τω μετὰ Φιλόστρατον ενιαυτω εις εναγισμὸν Αριστομέ- | |
| νει ταύρου δεινάρια εβδομήκοντα· vacat | |
| 15 | Τυχαμένης Δορκωνίδα δεινάρια τριακόσια· |
| Λεύκιος Βέννιος Γλύκων δεινάρια χίλια· | |
| Τείμαρχος Θέωνος δεινάρια διακόσια· | |
| Πόπλιος Ουαλέριος Άνδρων δεινάρια τριακόσια· | |
| Νικήρατος Θέωνος τὸ βουλείον καὶ τὰν ποτ’ αυτω στοὰν επισκευάσειν εκ τού ιδίου βίου· | |
| 20 | Καλλίας Απολλώνιου τὰν παντόπωλιν στοὰν ὡσαύτως επισκευάσειν· |
| Μαρκος Αντώνιος Πρόκλος δεινάρια εκατόν· | |
| Ευάμερος Φιλοκράτεος δεινάρια διακόσια· | |
| Πόπλιος Λικήϊος δεινάρια εκατόν· | |
| Πόπλιος Λικίνιος Κέλερ δεινάρια εκατόν· | |
| 25 | Πόπλιος Φλαμίνιος δεινάρια εκατόν· |
| Τιβέριος Κλαύδιος Βουκκίων δεινάρια διακόσια πεντήκοντα· | |
| Διονύσιος Αριστομένεος υπέρ Πλεισταρχίαν τὰν ματέρα δεινάρια πεντακόσια εις τὰν επι- | |
| σκευὰν τού ναού τας Δάματρος καὶ τας στοας τας λεγομένας Νικαίου· | |
| Διογένης Διογένεος υπέρ Διογένη καὶ Φιλωνίδαν καὶ Φιλόξενον δεινάρια εκατὸν πεντήκοντα· | |
| 30 | Τίτος Νίννιος Φιλιππίων δεινάρια πεντήκοντα· |
| [Α]σκλάπων καὶ Ξενοκράτης οι Τιμοκράτεος δεινάρια εκατόν· | |
| Νικηφόρος Σωτηρίδα μετὰ Σωτηρίδα τού υιού δεινάρια εκατόν· | |
| Δομέτιος τὸν ναὸν επισκευάσειν τού Hρακλέος καὶ Ερμού εν γυμνασίω· Μηνας καὶ Λεύκιος Σάλβιος οι Ζωπύρου επισκευάσειν εν ᾧ | |
| τὸ κρεοπώλιόν εστι καὶ τὰν ποτ’ αυτω στοὰν απὸ δειναρίων τριακοσίων· | |
| 35 | Λύσων Νικίππου τὸ λογείον τού δεικτηρίου. |
| Καὶ συμβουλευόντων επαινείν αυτοὺς εφ’ ᾇ έσχηκαν υπέρ τας πόλιος φροντίδος εις τὸν δαμον | |
| τών Ῥωμαίων καὶ ποτὶ τὸν Σεβαστὸν ευνοία, έδοξε τοίς συνέδροις επαινέσαι τοὺς επανγελ[λο]- | |
| μένους επὶ πασι τοίς προγεγραμμένοις· όπως δέ ή διάδηλος α δεδομένα υπ’ αυτών τα πόλει χάρις | |
| αναθείτω παρὰ τὸ Σεβαστείον Επίνικος ο γραμματεὺς τών συνέδρων εκ τών τας πόλιος εισόδων χαρά- | |
| 40 | ξαι εις στάλαν λιθίναν καθὼς έκαστος υπέσχετο καὶ ότι επὶ γραμματέος συνέδρων Επινίκου· ὡσ- |
| αύτως δέ καθ’ έκαστον αναθημάτων τελεσθησομένων γινέσθω επιγραφὰ ότι υπέσχετο επὶ γραμ- | |
| ματέως συνέδρων Επινίκου. |
| Γραμματέως συνέδρων Φιλοξενίδα τού επὶ Θεοδώ̣[ρου] | |
| δόγμα· | |
| Επεὶ Πόπλιος Kορνήλιος Σκειπίων ο ταμίας καὶ αντιστράταγος ανυ- | |
| περβλήτω χρώμενος ευνοία τα εις τὸν Σεβαστὸν καὶ τὸν οίκον αυ- | |
| 5 | τού πάντα μίαν τε μεγίσταν καὶ τιμιωτάταν ευχὰν πεποιημένος, |
| εις άπαν αβλαβή τούτον φυλάσσεσθαι, ὡς απὸ τών καθ’ έκαστον εαυτού | |
| επιδείκνυται έργων, ετέλεσε μέν τὰ Kαισάρεια μηδέν μήτε δαπάνας | |
| μήτε φιλοτιμίας ενλείπων μηδέ τας υπέρ ταν διὰ τού Σεβαστού θυσιαν | |
| ευχαριστίας ποτὶ τοὺς θεοὺς άμα καὶ τὰς πλείστας τών κατὰ τὰν επα- ρχείαν πό- | |
| 10 | λεων σὺν εαυτω τὸ αυτὸ τούτο ποιείν κατασκευασάμενος· επιγνοὺς δέ καὶ Γάιον |
| τὸν υιὸν τού Σεβαστού τὸν υπέρ τας ανθρώπων πάντων σωτηρίας τοίς βαρβάροις μα- | |
| χόμενον υγιαίνειν τε καὶ κινδύνους εκφυγόντα αντιτετιμωρήσθαι τοὺς πολε- | |
| μίους, υπερχαρὴς ὢν επὶ ταίς αρίσταις ανγελίαις, στεφαναφορείν τε πάντοις δι- | |
| έταξε καὶ θύειν, απράγμονας όντας καὶ αταράχους, αυτός τε βουθυτών περὶ | |
| 15 | τας Γαΐου σωτηρίας καὶ θέαις επεδαψιλεύσατο ποικίλαις, ὡς έριν μέν γείνε- |
| σθαι τὰ γενόμενα τών γεγονότων, τὸ δέ σεμνὸν αυτού δι’ ίσου φυλαχ- θήμεν, εφιλο- | |
| τιμήθη δέ καὶ διαλιπὼν απὸ ταν Kαίσαρος αμεραν αμέρας δύο τὰν αρχὰν ταν | |
| υπέρ Γαΐου θυσιαν ποιήσασθαι απὸ τας αμέρας εν ᾇ τὸ πρώτον ύπατος απεδεί- | |
| χθη· διετάξατο δέ αμίν καὶ καθ’ έκαστον ενιαυτὸν τὰν αμέραν ταύταν
μετὰ |
|
| 20 | θυσιαν καὶ στεφαναφορίας διάγειν όσοις δυνάμεθα ιλαρώτατα καὶ [. . . . .]τατα, |
| έδοξε τοίς συνέδροις πρὸ δέκα πέντε καλανδών [- – – – – – – – – – – – – – – – – – – -] |