|
Ἱέρακι τω καὶ Νεμεσίωνι στρα(τηγω) Αρσι(νοίτου) Hρακ(λείδου) μερίδος |
|
παρὰ Γεμέλλου τού καὶ Ὡρίωνος Γαίου Απολιναρίου Αντινοέως. ενέτυχον, κύριε, |
|
διὰ βιβλιδίου τω λαμπροτάτω ηγεμόνι Αιμιλίω Σατουρνείννω δηλών τὴν γενο- |
|
μένην μοι επέλευσιν υπὸ Σώτου τινὸς καταφρονήσαντος τής περὶ τὴν όψιν μου ασ- |
5 |
θενείας βουλομένου αυτού τὰ υπάρχοντά μου κατασχείν βία καὶ αυθαδία χρώμενος |
|
καὶ έσχον ιερὰν υπογραφὴν εντυ̣χείν τω κρατίστω επιστρατήγω· τού δέ Σώ〈του〉 τελευ- |
|
τήσαντος, ο τούτου αδελφὸς Ιούλιος καὶ αυτὸς τὴν περὶ αυτου〈ς〉 βία χρησάμενος επήλ- |
|
θεν τοίς εσπαρμένοις υπʼ εμού εδάφεσει καὶ εβάστασε ουκ ολίγον χόρτον ου μό- |
|
νον αλλὰ καὶ εξέκοψε απὸ τού υπάρχοντός μου ε[λ]αιώνος όντος περὶ κώμην Κερκε- |
10 |
σούχα ελάεινα φυτὰ απεξηραμμένα καὶ ερίκινα, άπερ παραγενάμενος ενθάδε |
|
πρὸς τὸν καιρὸν τής συνκομιδής έμαθον ταύτα υπὸ αυτού πεπραχθαι, εφʼ οίς |
|
μὴ αρκεσθεὶς πάλειν επήλθεν μετὰ τής γυναικὸς αυτού καὶ Ζηνα τινος{ς} έχον- |
|
τες βρέφος βουλόμενοι τὸν γεωργόν μου φθώνω περικλίσαι ώστε κατα- |
|
λείψε τὴν ιδ[ί]αν γεωργίαν μετὰ τὸ θερίσαι εκ μέρους απὸ ετέρου μου κλήρου, |
15 |
καὶ αυτοὶ σ{σ}υνεκομίσαντο. τούτων γενομένων εγενόμην πρὸς τὸν |
|
Ιούλιον μετὰ [δ]ημοσίων όπως αυτὰ ταύτα ενμάρτυρον γένηται. πάλιν |
|
τω αυτω τρόπω προσ{σ}[έ]ριψάν μοι [τὸ] αυτὸ βρέφος βουλόμενοι καὶ με φθόνω |
|
περικλίσαι πα[ρό]ντων Πετεσούχου καὶ Πτολλα πρεσβυτέρων κώμης Καρα- |
|
νίδος διαδεχο[μ]ένων καὶ τὰ κατὰ τὴν κομμωγραμματείαν καὶ Σωκρα |
20 |
υπηρέτου, καὶ τών δημοσίων παρόντων τὸ βρέφος ο Ιούλιος συνκομι- |
|
σάμενος τὰ περιγενόμενα εκ τών εδαφών γένη απηνέγκατο εις τὴν |
|
οικίαν αυτού, άπερ φανερὰ εποίησα διά τε τών αυτών δημοσίων καὶ πρα- |
|
κτόρων σιτικών τής αυτής κώμης. διὸ κατὰ τὸ αναγκαίον επιδίδωμι |
|
καὶ αξιώ τάδε τὰ βιβλίδια εν καταχωρισμω γενέσθο πρὸς τὸ μένειν μοι |
25 |
τὸν λόγον πρὸς αυτοὺς επὶ τού κρατίστου επιστρατήγου περὶ τών υπ⟦ο⟧’ αυ- |
|
τών τετολμημένων καὶ τών υπέρ τών εδαφών δημοσίων εκφορίων |
|
τω κυριακω λόγω διὰ τὸ αυτοὺς ου δεόντως συνκεκομικέναι. |
|
(2nd hand) |
|
Γέμελλος ο καὶ Ὡρίων ὡς (ετών) κϛ ασθενὴς τὰς όψεις. |
|
(3rd hand) |
|
(έτους) ε Λουκίου Σεπτιμίου Σεουήρου Ευσεβούς Περτίνακος Σεβαστού Παχὼν κζ. |