αγαθήι τύχηι, ι̣ε̣ρ̣ονομούντος
Δημητρίου, μηνὸς Θαργηλιώνος
δευτέραι, Αλέξων Δάμωνος εί-
πεν· νόμον είναι Γαμβρειώταις
5  τὰς πενθούσας έχειν φαιὰν εσθή-
τα μὴ κατερρυπωμένην· χρήσθαι
δέ καὶ τοὺς άνδρας καὶ τοὺς παίδας
τοὺς πενθούντας εσθήτι φαιαι,
εὰμ μὴ βούλωνται λευκήι· επιτε-
10  λείν δέ τὰ νόμιμα τοίς αποιχομέ-
νοις έσχατον εν τρισὶ μησίν, τώι δέ
τετάρτωι λύειν τὰ πένθη τοὺς άν-
δρας, τὰς δέ γυναίκας τώι πέμπτωι,
καὶ εξανίστασθαι εκ τής κηδείας
15  καὶ εκπορεύεσθαι τὰς γυναίκας
τὰς εξόδους τὰς εν τώι νόμωι γε-
γραμμένας επάναγκον· τὸν δέ γυ-
ναικονόμον τὸν υπὸ τού δήμου αι-
ρούμενον τοίς αγνισμοίς τοίς πρὸ
20  τών Θεσμοφορίων επεύχεσθαι τοίς εμ-
μένουσιν καὶ ταίς πειθομέναις τώι-
δε τώι νόμωι εύ είναι καὶ τών υπαρχόν-
των αγαθών όνησιν, τοίς δέ μὴ πειθο-
μένοις μηδέ ταίς εμμενούσαις τα-
25  ναντία· καὶ μὴ όσιον αυταίς είναι, ὡς
ασεβούσαις, θύειν μηθενὶ θεών επὶ δέ-
κα έτη· τὸν δέ μετὰ Δημήτριον
στεφανηφόρον ταμίαν αιρεθέντα
αναγράψαι τόνδε τὸν νόμον εις δύο
30  στήλας καὶ αναθείναι τὴμ μέν
μίαν πρὸ τών θυρών τού Θεσμοφο-
ρίου, τὴν δέ πρὸ τού νεὼ τής Αρτέ-
μιδος τής Λοχίας· ανενεγκάτω
δέ ο ταμίας τὸ ανάλωμα τὸ γε-
35  νόμενον εις τὰστήλας τώι
πρώτωι λογιστηρίωι.