1 | άρχοντος Θεοξένο[υ] τού Φιλαιτώλου, μη[ν]ὸς δ[έ] |
Δαιδαφορίου, βουλευόντων Ε[πι]νίκου [τού Νικο]- | |
στράτου, Σατύρου τού Ζωΐλ[ο]υ· χεὶρ Θεοφίλου το[ύ Ευαμέ]- | |
ρου υπέρ Νικόμαχον Ευδίκου παρόντα καὶ κελεύ[ον]- | |
5 | τα γράψαι υπέρ αυτόν· απέδοτο Νικόμαχος καὶ Νεικ[ὼ] |
τω Απόλλωνι τω Πυθίω επ’ ελευθερία σώματα, οίς ονόματα | |
[Ζ]ωπύρα καὶ τὰ εξ αυτής Παράμον<ον> καὶ Κλέωνα καὶ Ζώπυρον, | |
[τε]ιμας αργυρίου έκαστον αυτών μ[να]ν τ[εσσά]ρων σ[υ]νευα- | |
[ρεσ]τέοντος αυτοίς κα<ὶ> τού υιού αυτών Διονυσίου· καὶ τὰν τε[ι]- | |
10 | [μὰν] απέχομεν πασαν. βεβαιωτὴρ κατασταθεὶς υπ’ [αυτών] |
κατὰ τοὺς νόμους τας πόλιος Λυ<σ>ίμαχος Νικ<ά>νορος, κα[θ]ὼς επίστευσα<ν> τω θεω τὰν ὠνὰν Ζωπύρα καὶ Παράμο- | |
νος καὶ Κλέων καὶ Ζώπ<υ>ρος, εφ’ ᾧτε ελεύθεροι είμεν καὶ ανέπαφοι απὸ πάντω<ν> τὸν πάντα βίον. | |
παραμεινάτωσαν δέ Παράμονος καὶ Κλέων καὶ Ζώπυρος Διονυσίω τὸν τας ζωας αυτού χρόνον | |
ποιούντες τὸ επιτασσόμενον παν τὸ δυνατόν. ει δέ μὴ ποιέοι[σ]αν, εξουσίαν εχέτω Διονύσιος επι- | |
15 | τειμέων τρόπω ᾧ κα θέλη, πλὰν μὴ πολέων. ει δέ τι πάθοι Διονύσιος τών κατ’ άνθρωπον απο- |
λιπὼν τέκνα γνήσια, δότωσαν οι εν τη παραμονη έκαστος δηνάρια εξήκοντα. Ζωπύρα δέ εξουσίαν | |
εχέτω ποιείν ά κα θέλη, μηδενὶ μηδέν προσήκουσα. ει δέ τις εφάπτοιτο τών προγεγραμμένων σωμ[ά]- | |
των επὶ κ<α>τα<δ>ουλισμω, βεβαίην παρεχόντω <τω> θεω τὰν ὠνὰν οί τε αποδόμενοι καὶ ο βεβαιω- | |
τὴρ καὶ οι ιερείς τού Απόλλωνος· ομοίως δέ καὶ ο παρατυχὼν κύριος έστω συλέων καὶ αφαι- | |
20 | ρείμενος εν ελευθερίαν, αζάμιος ὢν καὶ [α]νυπόδικος πάσας δίκας καὶ ζαμίας. εθέμεθα |
δέ τὰς ὠνὰς διὰ τού γραμματέως τής πόλεως Μελισσίωνος τού Λαιάδα —— εις τὰ δημό- | |
σια τής πόλεως γράμματα, τὰν δέ ετέραν ενχαράξας εν τω θεάτρω. χεὶρ Λυσιμάχου τού Νικά- | |
νορος. γέγονα βεβαιωτὴρ επὶ τὰν προγεγραμ<μ>έναν ὠνὰν κατασταθεὶς υπὸ Νικο- | |
μάχου τού Ευδίκου. χεὶρ Διονυσίου. συνευαρεστώ τη Παρ<αμ>όνο<υ κ>α<ὶ> τών προγεγραμ<μ>ένων ὠ- | |
25 | ναν. μάρτυρες οί τε ιερείς τού Απόλλωνο[ς] Διονύσιος Αστοξένου, Δάμων Πολεμάρχου· καὶ |
ιδιώται Αρχίας Αντιγένους, Νικάνωρ Λυσιμάχου, Εύανδρος Μεγάρτα. |
(the Delphic copy)
Δόγμα αρχαίον Αμφικτιό- | |
νων. Επὶ Ἱέ[ρ]ωνος άρχοντος εν Δελφοίς· πυλαίας εαρινας, | |
ιερομναμονούντων Θεσσαλών Ἱπποδάμα, Λέοντος· Aι- | |
τωλών Λυκέα, Δωριμάχου· Bοιωτών Ασώπωνος, Διονυσί- | |
5 | δου· Φωκέων Eυφρέα, Xα[ρέα]· v. έδοξ[εν] τοίς Αμφικτ[ί]- |
οσιν καὶ τοίς ιερομνάμοσιν καὶ τοίς αγορατροίς, όπω[ς] | |
ήι εις πάντα χρόνον ασυλία καὶ ατέλεια τοίς τεχνί- | |
ταις τοίς εν Αθήναις, καὶ μὴ ήι αγώγιμος μηθεὶς μηθαμό- | |
θεν, μήτε πολέμου μήτε ειράνας, μήτε τὰ χρήματα αυ- | |
10 | τών, αλλ’ ήι αυτοίς ατέλεια καὶ ασφάλε[ια εις πάντα χρό- |
[ν]ον, η συνκεχωρημένη υπὸ πάντων τών Ελλάνων βεβαία, εί- | |
[ν]αι δέ τοὺς τεχνίτας ατελείς στρατείας πεζικας καὶ ναυτι- | |
[κ]ας καὶ εισφορας πάσας, όπως τοίς θεοίς αι τιμαὶ καὶ αι θυ- | |
[σίαι], εφ’ άς εισι τεταγμένοι οι τεχνίται, συντελώνται εν τοίς | |
15 | καθήκουσιν χρόνοις όντων αυτώ[ν απολυπραγ]- |
[μονήτων καὶ] ι̣ερώ̣[ν π]ρὸς ταίς [τών θεών λειτουργί]- | |
[αις· μὴ εξέσ]τω δέ μηδενὶ άγειν τὸν τε[χνίταν μήτε πο]- | |
[λέμου μήτ]ε ειρήνας, μηδέ συλαν, εί κα [μὴ χρέος έχων] | |
[πόλει ήι] υπόχρεος, καὶ εὰν ιδίου ήι συν[βολαίου υπόχρεος] | |
20 | [ο τεχν]ί̣τας· v. εὰν δέ τις παρὰ ταύτα ποιή[ι, υπόδικος έστω] |
[εν] Αμφικτίοσι, αυτός τε καὶ η πόλις εν αι άν τὸ αδ[ίκημα κα]- | |
[τ]ὰ τού τεχνίτα συντελεσθήι· είμεν δέ τὰν ατέλειαν [καὶ τὰν α]- | |
[σ]φάλειαν τὰν δεδομέναν υπὸ Αμφικτιόνων τοίς εν [Αθήναις] | |
[τ]εχνίταις εις τὸν αεὶ χρόνον, ούσιν απολυπραγμον[ήτοις]· | |
25 | τοὺς δέ γραμματείς αναγράψαι τὸ δόγμα ειστήλαν [λιθί]- |
ναν, καὶ στήσαι εν Δελφοίς· πέμψαι δέ καὶ ποτὶ Αθηναίο[υς] | |
τού δόγματος τούδε αντίγραφον εσφραγιζμένον, ίνα ειδώ- | |
σιν οι τεχνίται ότι οι Αμφικτίονες πλείσταν έχοντι πρόνοια[ν] | |
υπέρ τας πρὸς τοὺς θεοὺς ευσεβείας, καὶ κατακολουθήκα[ν]- | |
30 | τι τοίς παρακαλουμένοις υπὸ τών τεχνιταν, πειράσοντα[ι] |
δέ καὶ εις τὸ λοιπὸν ταύτά τε φυλάσσειν εις τὸν άπα[ντα] | |
χρόνον, καὶ άλλο ό τι άν έχωντι αγαθὸν προσαύξ[ειν υπέρ] | |
τών περὶ τὸν Διόνυσον τεχνιταν. Πρέσσβε[ις· Αστυδάμας] | |
[π]οιητὴς τραγωιδιών. Nεοπτόλεμος τ[ραγωιδός]. |