| [ Θ ] ε ὸ ς α γ α θ [ ό ς .] | |
| Αγαθαι τύχαι καὶ επὶ σωτηρίαι· επὶ κόσμ[ων εν μέν] | |
| Ἱεραπύτναι τών σὺν Ενίπαντι τώ Ερμαίω μ̣[ηνὸς] | |
| Ἱμαλίω, εν δέ Πριανσιοί επὶ κόσμων τών σὺ[ν Νέωνι τώ] | |
| 5 | Χιμάρω καὶ μηνὸς Δρομήιω· vac. τάδε συνέθε[ντο καὶ συνευ]- |
| δόκησαν αλλάλοις Ἱεραπύτνιοι καὶ Πριάνσιοι [εμμένον]- | |
| τες εν ταίς προϋπαρχώσαις στάλαις ιδίαι τε [ται κειμέναι] | |
| Γορτυνίοις καὶ Ἱεραπ̣υτνίοις καὶ ται κατὰ κοινὸν̣ [Γορτυνίοις] | |
| καὶ Ἱεραπυτνίοις καὶ Πριανσίοις καὶ εν ται φιλίαι [καὶ συμμα]- | |
| 10 | χίαι καὶ όρκοις τοίς προγεγονόσι εν ταύταις τ[αίς πόλεσιν] |
| καὶ επὶ ται χώραι αι εκάτεροι έχοντες καὶ κρατόν[τες τὰν συν]- | |
| θήκαν έθεντο ες τὸν πάντα χρόνον· vac. Ἱεραπυτν̣[ίοις] | |
| καὶ Πριανσίο<ι>ς ήμεν παρ᾿ αλλάλοις ισοπολιτείαν καὶ επιγα- | |
| μίας καὶ ένκτησιν καὶ μετοχὰν καὶ θείων καὶ ανθρωπίνων | |
| 15 | πάντων, όσοι κα έωντι έμφυλοι παρ᾿ εκατέροις, καὶ πωλόν- |
| τας καὶ ὠνωμένος καὶ δανείζοντας καὶ δανειζομένος | |
| καὶ τάλλα πάντα συναλάσσοντας κυρίος ήμεν κατὰ | |
| τὸς υπάρχοντας παρ᾿ εκατέροις νόμος· vac. εξέστω δέ τώι | |
| τε Ἱεραπυτνίωι σπείρεν εν ται Πριανσίαι καὶ τώι Πριαν- | |
| 20 | σιεί εν ται Ἱεραπυτνίαι διδώσι τὰ τέλεα καθάπερ οι άλλοι |
| πολίται κατὰ τὸς νόμος τὸς εκατέρη κειμένος· vac. ει δέ τί | |
| κα ο Ἱεραπύτνιος υπέχθηται ες Πριανσ{ι}ὸν ἢ ο Πριανσιεὺς | |
| ες Ἱεράπυτναν οτιούν, ατελέα έστω καὶ εσαγομένωι καὶ | |
| εξαγομένωι αυτὰ καὶ τούτων τὸς καρπὸς καὶ κατὰ γαν | |
| 25 | καὶ κατὰ θάλασσαν· ων δέ κα αποδώται κατὰ θάλασσαν εώ- |
| σας εξαγωγας τών υπεχθεσίμων αποδότω τὰ τέλεα | |
| κατὰ τὸς νόμος τὸς εκατερή κειμένος· vac. κατὰ ταυτὰ δέ | |
| καὶ εί τίς κα νέμ̣[ηι ατε]λὴς έστω· αι δέ κα σίνηται αποτεισά- | |
| τω τὰ επιτίμια [ο] σι[νό]μενος κατὰ τὸς νόμος τὸς εκατερή κει- | |
| 30 | μένος. Πρειγήια δέ ω [κ]α χρείαν έχηι πορηίω, παρεχόντων |
| οι μέν Ἱεραπύτνιοι κόσμοι τοίς Πριανσιεύσι, οι δέ Πριανσιέ<ε>ς | |
| κόσμοι τοίς Ἱεραπυτνίοις· αι δέ μὴ παρισχαίεν, αποτεισάν- | |
| των οι επίδαμοι τών κόσμων ται πρειγείαι στατήρας δέκα· | |
| ο δέ κόσμος ο τών Ἱεραπυτνίων ερπέτω εν Πριανσιοί ες | |
| 35 | τὸ αρχείον καὶ εν εκκλησίαι καθήσθω μετὰ τών κόσμων, |
| ὡσαύτως δέ καὶ ο τών Πριανσιέων κόσμος ερπέτω εν Ἱε- | |
| ραπύτναι ες τὸ αρχείον καὶ εν εκκλησίαι καθήσθω μετὰ | |
| τών κόσμων· εν δέ τοίς Hραίοις καὶ εν ταίς άλλαις εορταίς | |
| οι παρατυγχάνοντες ερπόντων παρ᾿ αλλάλος ες ανδρήι- | |
| 40 | ον καθὼς καὶ οι άλλοι πολίται· αναγινωσκόντων δέ τὰν |
| στάλαν κατ᾿ ενιαυτὸν οι τόκ᾿ αεὶ κοσμόντες παρ᾿ εκατέ- | |
| ροις εν τοίς Ὑπερβώιοις καὶ προπαραγγελόντων αλλά- | |
| λοις πρὸ αμεραν δέκα ή κα μέλλωντι αναγινώσκεν· | |
| οποίοι δέ κα μὴ αναγνώντι ἢ μὴ παραγγήλωντι απο- | |
| 45 | τεισάντων οι αίτιοι τούτων στατήρας εκατόν, οι μέν |
| Ἱεραπύτνιοι κόσμοι τών Πριανσιέων ται πόλει, οι δέ | |
| Πριανσιέες Ἱεραπυτνίων ται πόλει· vac. αι δέ τις αδικοίη | |
| τὰ συνκείμενα κοιναι διαλύων ἢ κόσμος ἢ ιδιώτας, ε- | |
| ξέστω τώι βωλομένωι δικάξασθαι επὶ τώ κοινώ δι- | |
| 50 | καστηρίω τίμαμα επιγραψάμενον τας δίκας κατὰ τὸ |
| αδίκημα ό κά τις αδικήσηι· καὶ εί κα νικάσηι, λαβέτω τὸ | |
| τρίτον μέρος τας δίκας ο δικαξάμενος, τὸ δέ λοιπὸν έσ- | |
| τω ταν πόλεων· αι δέ τι θεών βωλομένων έλοιμεν αγα- | |
| θὸν απὸ τών πολεμίων, ἢ κοιναι εξοδούσαντες ἢ ιδίαι τι- | |
| 55 | νές παρ᾿ εκατέρων ἢ κατὰ γαν ἢ κατὰ θάλασσαν, λαν- |
| χανόντων εκάτεροι κατὰ τὸς άνδρας τὸς έρποντας | |
| καὶ τὰς δεκάτας λαμβανόντων εκάτεροι ες τὰν ιδί- | |
| αν πόλιν· υπέρ δέ τών προγεγονότων παρ᾿ εκατέροις | |
| αδικημάτων αφ᾿ ω τὸ κοινοδίκιον απέλιπε χρόνω, ποιη- | |
| 60 | σάσθων τὰν διεξαγωγὰν οι σὺν Ενίπαντι καὶ Νέωνι κό[σ]- |
| μοι εν ωι κα κοιναι δόξηι δικαστηρίω αμφοτέραις ταίς πό- | |
| λεσι επ᾿ αυτών κοσμόντων καὶ τὸς εγγύος καταστασάν- | |
| των υπέρ τούτων αφ᾿ ας κα αμέρας α στάλα τεθήι εμ μη- | |
| νί· υπέρ δέ τών ύστερον εγγινομένων αδικημάτων προ- | |
| 65 | δίκωι μέν χρήσθων καθὼς τὸ διάγραμμα έχει· περὶ δέ τώ |
| δικαστηρίω οι επιστάμενοι κατ᾿ ενιαυτὸν παρ᾿ εκατέροις | |
| κόσμοι πόλιν στανυέσθων άγ κα αμφοτέραις ταίς πόλεσ[ι] | |
| [δό]ξηι εξ ας τὸ επικριτήριον τέλεται, καὶ εγγύος καθιστάν- | |
| των αφ᾿ ας κα αμέρας επισταντι επὶ τὸ αρχείον εν διμήνωι, | |
| 70 | καὶ διεξαγόντων ταύτα επ᾿ αυτών κοσμόντων κατὰ τὸ |
| δοχθέν κοιναι σύμβολον· αι δέ κα μὴ ποιήσωντι οι κόσμοι κα- | |
| θὼς γέγραπται, αποτεισάτω έκαστος αυτών στατήρας | |
| πεντήκοντα, οι μέν Ἱεραπύτνιοι κόσμοι Πριανσίων ται πόλει, | |
| οι δέ Πριάνσιοι κόσμοι Ἱεραπυτνίων ται πόλει· αι δέ τί κα | |
| 75 | δόξηι αμφοτέραις ταίς πόλεσι βωλουομέναις επὶ τώι |
| κοιναι συμφέροντι διορθώσασθαι, κύριον έστω τὸ διορ- | |
| θωθέν· στασάντων δέ τὰς στάλας οι ενεστακότες ε- | |
| κατερήι κόσμοι επ᾿ αυτών κοσμόντων, οι μέν Ἱεραπύ- | |
| τνιοι εν τώι ιερώι τας Αθαναίας τας Πολιάδος καὶ οι | |
| 80 | Πριάνσιοι εν τώι ιερώι τας Αθαναίας τας Πολιάδος· |
| οπότεροι δέ κα μὴ στάσωντι καθὼς γέγραπται απο- | |
| τεισάντων τὰ αυτὰ πρόστιμα καθότι καὶ περὶ τών | |
| δικαίων γέγραπται. |