| Έδοξε τη βουλη καὶ τώι δήμωι· πρυτάνεων | |
| γνώμηι· περὶ ων επήλθον προστάται καὶ στρα- | |
| τηγοί· επειδὴ Τελευτίας Θευδώρου Κώιος | |
| ανὴρ καλὸς καὶ αγαθός εστιν εις τὴν πόλιν | |
| 5 | καὶ ιδίαι τε τοίς εντυνχάνουσιν τών πολιτ<ώ>ν |
| ευχρηστών διατελεί καὶ κατὰ κοινὸν παντὶ | |
| τώι δήμωι εύνους υπάρχει, αεί τι καὶ λέγων | |
| καὶ πράσσων υπέρ τού πλήθους, ίνα επαινεθη | |
| τε υπὸ τής βουλής καὶ τού δήμου καὶ στεφανω̣- | |
| 10 | θη χρυσώι στεφάνωι απὸ πλήθους όσου |
| πλίστου έξεστι εκ τών νόμων, γένηται δέ | |
| καὶ πρόξενος τής πό<λ>εως, δοθήι δέ αυτώι κα[ὶ] | |
| πολιτείa[[ν]] μετέχοντι πάντων ων καὶ τοίς άλ- | |
| λοις πολίταις μέτεστιν, τὰ δέ αυτὰ υπάρχη τίμ[ι]- | |
| 15 | α καὶ τοίς εκγόνοις αυτού, υπάρχη δέ αυτω κα[ὶ] |
| προεδρία εν τοίς αγώσι πασι οίς η πόλις τίθ[η]- | |
| σι, καὶ ίνα ο αγωνοθέτης επιμελές ποιήσητα̣[ι] | |
| όπως ανανγελη ο στέφανος, ωι τετίμη- | |
| ται Τελευτίας εν τοίς πρώτοις Διονυσίο[ις], | |
| 20 | δεδόχθαι Ιασεύσι· επαινέσαι Τελευτίαν |
| Θευδώρου Κώιον ευνοίας ένεκε τής εις τὴν [πό]- | |
| λιν καὶ στεφανώσαι χρυσέωι στεφάνωι̣ [απὸ] | |
| πλήθους όσου πλείστου έξεστιν εκ τών ν[ό]- | |
| μων αρετής ένεκεν καὶ ευνοίας τής ε vac. ι[ς] | |
| 25 | τὸ πλήθος τὸ Ιασέων, είναι δέ καὶ προεδρίαν ε[ν] |
| τοίς αγώσι πασι, υπάρχειν δέ αυτὸν καὶ πρόξεν[ον] | |
| τής πόλεως, δεδόσθαι δέ αυτώι καὶ πολιτείαν μ[ε]- | |
| τέχοντι πάντων ων καὶ τοίς άλλοις πολίταις μέ- | |
| τεστι, επικληρώσαι δέ αυτὸν καὶ επὶ φυλὴν εν τ[οίς] | |
| 30 | εννόμοις χρόνοις, τὰ δέ αυτὰ υπάρχειν καὶ τοίς εκ̣[γό]- |
| νοις αυτού, τὸν δέ αγωνοθέτην επιμελές πο[ιή]- | |
| σασθαι όπως ανανγελη ο στέφανος, ωι τετίμη[ται] | |
| Τελευτίας, τής ανανγελίας γινομένης εν | |
| τοί<ς> πρώτοις Διονυσίοις μετὰ τὴν πομπήν· ίνα [δέ] | |
| 35 | καὶ Κώιοι ειδήσωσι τὴν Τελευτία καλοκαγαθίαν [καὶ] |
| τὴν Ιασέων ευχαριστίαν, ελέσθαι πρεσβευτ[ήν]· | |
| τὸν δέ αιρεθέντα αφικόμενον πρὸς Κώιους πε[ρί τε] | |
| τής Τελευτία καλοκαγαθίας καὶ τής πρὸς τὸvν [δή]- | |
| μον ευνοίας ενφανίσ[αι καὶ πα]ρακαλείν οικήου̣[ς] | |
| 40 | καὶ φίλους καὶ συμμά[χους υπάρχ]οντας τής πό[λ]- |
| [εω]ς φ̣ι̣λ̣ο̣φ̣ρό̣νω̣ς α̣π[οδέξασθαι τὰ] εψηφισμέν[α–] |