(1st column)
Παγκράτει αρχισωματοφύλακι καὶ πρὸς τήι συντάξει | |
παρʼ Αντιμάχου τού Αριστομήδου Μακεδόνος [τώ]ν Απολλωνίου | |
τής γ ιπ(παρχίας) (εκατονταρούρου) καὶ παρʼ Hρακλείδου Αρίστωνος | |
Θραικός, | |
τής αυτής ιππαρχίας, ορφανού, μετὰ προστάτιδος | |
5 | τής ούσης αυτού απὸ συγγραφής συνοικισίου τής αυ- |
τού μητρὸς Θαίδος τής Απολλωνίου. επαπορούντ̣ω̣ν̣ | |
τών παρὰ τού προγεγραμμένου ορφανού καὶ τής μ̣η̣τ̣ρ̣[ὸς επὶ] | |
τοίς ορίοις ού έτι πρότερον τυγχάνει παραδεδειχὼς | |
ο προγεγραμμένος Αντίμαχος κλήρου (αρουρών) μ περί τε | |
10 | Κερκεσούχα καὶ Άρεως κώμην τής Πολ̣[έ]μ̣ονος |
μερίδος, ανθʼ ού ἠλλάξατο πρὸς αυτὸν ο τού Hρακλείδου | |
πατὴρ Αρίστων περὶ Βούβαστον τής Hρακλείδ̣ο̣υ̣ | |
μερίδος, αξιούμεν συντάξαι γράψαι Νικο̣λ̣ά̣ωι | |
επιστάτει τής ε ιππαρχίας τών Αρ ̣ ̣ς | |
15 | ποιήσασθαι τὴν παράδειξιν τού διασεσαφημένου |
κ̣[λ]ήρου τών μ (αρουρών) ακολούθως τήι ε̣γ̣δ̣ο̣θ̣ε̣ί̣σ̣η̣ι̣ | |
Αντιμάχωι σχηματογραφίαι ἧς τὸ αντ̣ί̣γ̣ρ̣α̣φ̣ο̣ν̣ | |
υ̣π̣ο̣τέτακται. τούτου δέ γενομένου [τευξό-] | |
μ̣ε̣θ̣α τής παρὰ σού φιλανθρωπίας. | |
20 | ευ̣τ̣ύ̣χ̣ε̣ι̣ |
front side (recto) | |
(1st hand) Διονυσίωι τών φίλων καὶ | |
στρατηγώι | |
παρὰ Πτολεμαίου τού Γλαυκίου | |
Μακεδόνος τών όντων εν κατοχήι | |
5 | εν τώι μεγάλωι Σαραπιείωι έτος |
ήδη δέκατον. Αδικούμαι | |
υπὸ τών εν τώι αυτώι ιερώι | |
καλλυντών καὶ αρτοκόπων | |
τών νυνὶ εφημερευόντων, | |
10 | καταβαινόντων δέ καὶ εις τὸ |
Ανουβιείον, Ἁρχήβιος ιατρού | |
καὶ Μυὸς ιματιοπώλου καὶ | |
τών άλλων, ων τὰ ονόματα | |
αγνοώ. Τού γὰρ ιθ (έτους) Φαώφι ια | |
15 | παραγενόμενοι επὶ τὸ |
Ασταρτιείον, εν ωι κατέχομαι | |
ιερώι, εισεβιάζοντο βουλό- | |
μενοι εξσπάσαι με καὶ αλο- | |
γήσαι, καθάπερ καὶ εν τοίς πρό- | |
20 | τερον χρόνοις επεχείρησαν |
ούσης αποστάσεως, παρὰ τὸ | |
Ἕλληνά με είναι. Επεὶ ο[ύ]ν | |
εγὼ μέν συνιδὼν αυτοὺς | |
απονενοημένους εμαυτὸν | |
25 | συνέκλεισα, Ἁρμαιν δέ |
τὸν παρ΄ εμού ευρόντες | |
επὶ τού δρόμου καταβαλόντες | |
έτυπτον τοίς χαλκοίς | |
ξυστήρσιν. Αξιώ ούν σε συν- | |
30 | τάξαι γράψαι Μενεδήμωι |
τώι παρὰ σού εν τώι Ανουβιείωι | |
επαναγκάσαι αυτοὺς τὰ δίκαιά μοι | |
ποιήσαι, εὰν δέ μὴ υπομένωσιν, | |
εξαποστείλαι αυτοὺς επὶ σέ, | |
35 | όπως διαλάβης περὶ αυτών μισο- |
πονήρως. | |
Ευτύχει. | |
(4th hand) Μενεδήμωι. Προνοήθητι ὡς τεύξεται | |
τών δικαίων. | |
40 | (έτους) ιθ Φαώφι ιθ. |
back side (verso) | |
(3rd hand) (έτους) ιθ Φαώφι ιη | |
Πτολεμαίου. (5th hand) Μενεδήμωι | |
(2nd hand) τών καλ- | |
λυντών |
Ἱέρακι τω καὶ Νεμεσίωνι στρα(τηγω) Αρσι(νοίτου) Hρακ(λείδου) μερίδος | |
παρὰ Γεμέλλου τού καὶ Ὡρίωνος Γαίου Απολιναρίου Αντινοέως. ενέτυχον, κύριε, | |
διὰ βιβλιδίου τω λαμπροτάτω ηγεμόνι Αιμιλίω Σατουρνείννω δηλών τὴν γενο- | |
μένην μοι επέλευσιν υπὸ Σώτου τινὸς καταφρονήσαντος τής περὶ τὴν όψιν μου ασ- | |
5 | θενείας βουλομένου αυτού τὰ υπάρχοντά μου κατασχείν βία καὶ αυθαδία χρώμενος |
καὶ έσχον ιερὰν υπογραφὴν εντυ̣χείν τω κρατίστω επιστρατήγω· τού δέ Σώ〈του〉 τελευ- | |
τήσαντος, ο τούτου αδελφὸς Ιούλιος καὶ αυτὸς τὴν περὶ αυτου〈ς〉 βία χρησάμενος επήλ- | |
θεν τοίς εσπαρμένοις υπʼ εμού εδάφεσει καὶ εβάστασε ουκ ολίγον χόρτον ου μό- | |
νον αλλὰ καὶ εξέκοψε απὸ τού υπάρχοντός μου ε[λ]αιώνος όντος περὶ κώμην Κερκε- | |
10 | σούχα ελάεινα φυτὰ απεξηραμμένα καὶ ερίκινα, άπερ παραγενάμενος ενθάδε |
πρὸς τὸν καιρὸν τής συνκομιδής έμαθον ταύτα υπὸ αυτού πεπραχθαι, εφʼ οίς | |
μὴ αρκεσθεὶς πάλειν επήλθεν μετὰ τής γυναικὸς αυτού καὶ Ζηνα τινος{ς} έχον- | |
τες βρέφος βουλόμενοι τὸν γεωργόν μου φθώνω περικλίσαι ώστε κατα- | |
λείψε τὴν ιδ[ί]αν γεωργίαν μετὰ τὸ θερίσαι εκ μέρους απὸ ετέρου μου κλήρου, | |
15 | καὶ αυτοὶ σ{σ}υνεκομίσαντο. τούτων γενομένων εγενόμην πρὸς τὸν |
Ιούλιον μετὰ [δ]ημοσίων όπως αυτὰ ταύτα ενμάρτυρον γένηται. πάλιν | |
τω αυτω τρόπω προσ{σ}[έ]ριψάν μοι [τὸ] αυτὸ βρέφος βουλόμενοι καὶ με φθόνω | |
περικλίσαι πα[ρό]ντων Πετεσούχου καὶ Πτολλα πρεσβυτέρων κώμης Καρα- | |
νίδος διαδεχο[μ]ένων καὶ τὰ κατὰ τὴν κομμωγραμματείαν καὶ Σωκρα | |
20 | υπηρέτου, καὶ τών δημοσίων παρόντων τὸ βρέφος ο Ιούλιος συνκομι- |
σάμενος τὰ περιγενόμενα εκ τών εδαφών γένη απηνέγκατο εις τὴν | |
οικίαν αυτού, άπερ φανερὰ εποίησα διά τε τών αυτών δημοσίων καὶ πρα- | |
κτόρων σιτικών τής αυτής κώμης. διὸ κατὰ τὸ αναγκαίον επιδίδωμι | |
καὶ αξιώ τάδε τὰ βιβλίδια εν καταχωρισμω γενέσθο πρὸς τὸ μένειν μοι | |
25 | τὸν λόγον πρὸς αυτοὺς επὶ τού κρατίστου επιστρατήγου περὶ τών υπ⟦ο⟧’ αυ- |
τών τετολμημένων καὶ τών υπέρ τών εδαφών δημοσίων εκφορίων | |
τω κυριακω λόγω διὰ τὸ αυτοὺς ου δεόντως συνκεκομικέναι. | |
(2nd hand) | |
Γέμελλος ο καὶ Ὡρίων ὡς (ετών) κϛ ασθενὴς τὰς όψεις. | |
(3rd hand) | |
(έτους) ε Λουκίου Σεπτιμίου Σεουήρου Ευσεβούς Περτίνακος Σεβαστού Παχὼν κζ. |
Κυίντω Αιμιλλίω Σατουρνείνω | |
επάρχω Αιγύπτου | |
παρὰ Γεμέλλου τού καὶ Ὡρίωνος | |
Γαίου Απολιναρίου Αντινοέως | |
5 | καὶ ὡς χρηματίζει γεουχούντ(ος) |
εν Καρανίδι τού Αρσινοείτου | |
νομού τής Hρακλείδου μερίδ(ος). | |
πρὸ πολλού, κύριε, ο ημέτερος | |
πατὴρ ετελεύτησεν επʼ ε- | |
10 | μοὶ καὶ αδελφη μου κληρονό- |
μοις καὶ αντιλήμμεθα | |
τών υπαρχόντων μη- | |
δενὸς επελθόντος. ομοίως | |
δέ συνέβη καὶ τὸν θείόν μου | |
15 | Γάιον Ιούλιον Λογγείνον |
τελευτήσαι πρὸ οκταετίας | |
καὶ τούτου τὰ υπάρχοντα | |
επεκράτησα καὶ συν‹ε›κομισα- | |
μην τὴν πρόσοδον μηδενὸ(ς) | |
20 | κωλύσαντος. νυνεὶ δέ |
Ιούλιος καὶ Σώτας αμφότεροι | |
Ευδατος ου δεόντως βιαίω(ς) | |
καὶ αυθάδως επεληλύθασι | |
εδάφεσί μου μετὰ τὸ τὴν | |
25 | κατασπορὰν ποιήσασθαί |
με καὶ εκώλυσάν με | |
εν τούτοις δυνάμι τη | |
περὶ αυτοὺς επὶ τών τό- | |
πων, καταφρονούντων | |
30 | τὴ〈ν〉 περὶ τὴν όψιν μου |
ασθένιαν· όθεν επὶ σέ | |
τὸν σωτήρα κατέφυγον, | |
αξιών εάν σου τη τύχη | |
δόξη ακούσαί μου πρὸς | |
35 | αυτοὺς όπως δυνηθώ |
τών ιδίων αντιλμαβάνεσθ(αι) | |
καὶ ω υπὸ σού τού κυρίου ευεργ(ετημένος). | |
διευτύχ(ει). | |
(2nd hand) | |
⟦Γέμελλος⟧ ⟦ο⟧ ⟦καὶ⟧ ⟦Ὡριωνο̣ς̣⟧ ⟦ε̣π̣ι̣δ̣έ̣δωκα⟧ ⟦.⟧ | |
40 | ⟦Σαβε̣ί̣ν̣ο̣ς̣⟧ ⟦έ̣γ̣ρ̣α̣ψ̣α̣⟧ ⟦υ̣π̣(έρ)⟧ ⟦α̣υ̣τ̣(ου)⟧ ⟦[.]⟧ |