| αγαθη τύχηι | |
| επεὶ 〚Νέρων〛 Κλαύδιος Καίσαρ Σεβαστὸς | |
| Γερμανικὸς Αυτοκράτωρ, ο αγαθὸς δαίμων τής | |
| οικουμένης, σὺν άπασιν οίς ευεργέτησεν αγα- | |
| 5 | θοίς τὴν Αίγυπτον τὴν εναργεστάτην πρόνοι̣- |
| αν ποιησάμενος έπεμψεν ημείν Τιβέριον Κλαύδ[ι]- | |
| ον Βάλβιλλον ηγεμόνα, διὰ̣ δ̣έ̣ τ̣ά̣ς̣ τούτου χ̣[ά]- | |
| ριτας καὶ ευεργεσίας πλημύρουσα πασιν αγαθοίς η̣ | |
| Αίγυπτος, τὰς τού Νείλου δωρεὰς επαυξομέ- | |
| 10 | νας κατ’ έτος θεωρούσα, νύν μαλλον απέλαυ- |
| σ̣ε τής δικαίας αναβάσεως τού θεού· έδοξε | |
| τοίς απὸ κώμης Βουσείρεως τού Λητο[πολ]ε̣ί̣- | |
| του παροικούσι ταίς πυραμίσι καὶ τοίς ε̣ν̣ αυτ[ω] | |
| καταγεινομένοις τοπογραμματεύσι καὶ κω- | |
| 15 | μογραμματε̣ύ̣σ̣ι̣ ψη[φίσ]α̣σ̣θαι κ[αὶ αν]αθείναι |
| στήλην λιθίνην παρὰ̣ [τω]ι μ̣[εγίσ]τ̣ωι θεώ̣ι̣ Ḥλ̣ί̣- | |
| [ω]ι Αρμάχει, εκ τών ενκεχαρ[ρισμ]ένω̣ν̣ α̣γ̣[αθών] | |
| [δηλούσα]ν τὴν πρὸς αυτού[ς ε]υ̣εργεσίαν, | |
| εξ ων επισ[τήσονται καὶ ]τ̣ὴ̣ν̣ π̣ρ̣ὸς όλην τὴ[ν] | |
| 20 | Αίγυπτον καλοκα[γαθίαν πάντες· αρμό]- |
| ζει γὰρ τὰς ισοθέους αυτο̣ύ̣ χάρι[τας] ε̣ν̣ε̣στηλ{ει}- | |
| {δ}ωμένας {²⁶ενεστηλωμένας}²⁶ τοίς ιεροίς γράμμασιν αιώνι μνημο- | |
| νεύεσθαι [παντί]. παραγενόμενος γὰρ ημώ̣[ν] | |
| εις τὸν νομὸν καὶ προσκυ̣νήσας τὸν Ηλιο[ν] | |
| 25 | Ἅρμα̣χιν επόπτην καὶ σωτήρα τήι τε τών πυρ[α]- |
| μί̣δ̣ω̣ν̣ μεγ̣[αλ]ειότητι καὶ υπερφυία τερφθείς, | |
| [θεασ]άμενός τ̣ε̣ πλείστης ψαμμού διὰ τὸ μήκος | |
| τού [χρόνου] πε․․․․․․․γ̣ον․ν ψ̣άμματα πρώτος | |
| τής ․․․․․․εονι․․․ι— — —α․ θήραι- | |
| 30 | [ς] — — — — — — — — — — — —αστην |
| — — —ιεν— — — — — — — — — —ιτου | |
| — — — — — — — — — — — — — — —την | |
| — — — — — — — —θε— — — —μ․․․λει | |
| — — — — — — — — — — — — — — —<ο> | |
| 35 | [(έτους) —ʹ Νέρωνος] Κλαυδ̣[ίου Καίσαρος Σεβαστο]ύ |
| [Γερμανικού Αυτοκρά]τ[ορος — — —]. |
| Επὶ στεφανηφόρου Τιβερίου Πανκρατίδου τού | |
| Διοφάντου —— μηνὸς —— Κουρεώνος Σεβαστ[η·] | |
| έδοξεν τη βουλη καὶ τω δήμω, γνώμη στρα- | |
| τηγών καὶ τού γραμματέως τού δήμου κα[ὶ] | |
| 5 | αρχιερέως τών πατρίων θεών καὶ τών Σε- |
| βαστών Παμμένους τού Διοκλέους· | |
| επ<ε>ὶ Τιβέριος Κλαύδιος Σεβαστού απελεύ- | |
| θερος Τύραννος, πολείτης ημέτερος, ανὴ[ρ] | |
| δεδοκιμασμένος τοίς θείοις κριτηρίοις | |
| 10 | τών Σεβαστών επί τε τη τέχνη τής ιατρι- |
| κής καὶ τη κοσμιότητι τών ἠθών, παραγενόμενος | |
| ις τὴν πατρίδα ανάλογον πεποίηται τὴν επιδη- | |
| μίαν τη περὶ εαυτὸν εν πασι σεμνότητι, προσ- | |
| ενεχθεὶς φ[ι]λανθρώπως πασι τοίς πολείταις | |
| 15 | ὡς μηδένα υφ’ αυτού παρὰ τὴν αξίαν τού καθ’ ε̣- |
| αυτὸν μεγέθους επιβεβαρήσθαι, εφ’ οίς η βουλὴ | |
| καὶ ο δήμος αποδεχόμενο[ι] τὸν άνδρα προσ- | |
| ήκον ήγηνται τιμήσαι αυτόν· δεδόχθαι τη | |
| βουλη καὶ τω δήμω τετιμήσθαι Τιβέριον Κλαύ- | |
| 20 | διον Σεβαστού απελεύθερον Τύραννον καὶ |
| είναι εν αποδοχη τω δήμω, δεδόσθαι τε αυ- | |
| τω ατέλειαν πάντων <δέ> τών τελών ων κατεσ- | |
| κεύακε εργαστηρίων επὶ τής χώρας ἧς | |
| κώμη Καδυίη. |
| Τιβερίωι Κλαυδίωι | |
| Κουιρείναι | |
| Μενεκράτει ιατρώι | |
| Καισάρων καὶ ιδίας | |
| 5 | λογικής εναργούς |
| ιατρικής κτίστηι εν | |
| βιβλίοις ρνϛ δι’ ων | |
| ετειμήθη υπὸ τών εν- | |
| λογίμων πόλεων ψηφίσ- | |
| 10 | μασιν εντελέσι, οι γνώριμοι |
| τώι εαυτών αιρεσιάρχηι τὸ ηρώον. |
| (1st hand) | |
| ο[μ]ο[λ]ογούσιν αλλή[λ]οις Τρύφων Διονυ[σίου] | |
| τού Τρύφωνος μητρὸς [Θ]αμούν[ιο]ς τή[ς] | |
| Ὀννώφριος καὶ Πτολεμαίο[ς] Παυσιρίωνος | |
| τού Πτολεμαίου μητρὸς Ὠφελούτος τής | |
| 5 | Θέωνος γέρδιος, αμφότεροι τών απʼ Ὀξυ- |
| ρύγχων πόλεως, ο μέν Τρύφων εγδεδόσ- | |
| θαι τω Πτολεμαίω τὸν εαυτού υιὸν Θοώ- | |
| νιν μητρὸς Σαραεύτος τής Απίωνος ουδέ- | |
| πω όντα τών ετών επὶ χρόνον ενιαυτὸν | |
| 10 | ένα απὸ τής ενεστώσης ημέρας, διακονού(ν)- |
| τα καὶ ποιο[ύ]ντα πάντα τὰ επιτασσόμε- | |
| να αυτω υπὸ τού Πτολεμαίου κατὰ τὴν | |
| γερδιακὴν τέχνην πασαν, <ο δέ Πτολεμαίος κατʼ αυτὸν εκδιδάξειν τὸν παίδα | |
| κατὰ τὴν γερδιακὴν τέχνην> ως καὶ αυτὸς | |
| επισται, τού παιδὸς τρεφομένου καὶ ιμα- | |
| 15 | τισζομένου επὶ τὸν όλον χρόνον υπὸ |
| τού πατρὸς Τρύφωνος πρὸς όν καὶ είναι | |
| τὰ δημόσια πάντα τού παιδός, εφʼ ᾧ | |
| δώσει αυτω κατὰ μήνα ο Πτολεμαίος | |
| εις λόγον διατροφής δραχμὰς πέντε | |
| 20 | καὶ επὶ συνκλεισμω τού όλου χρόνου |
| εις λόγον ιματισμού δραχμὰς δέκα δύο, | |
| ουκ εξόντος τω Τρύφωνι αποσπαν τὸν | |
| παίδα απὸ τού Πτολεμαίου μέχρι τού | |
| τὸν χρόνον πληρωθήναι, όσας δʼ εὰν εν | |
| 25 | τούτω ατακτήση ημέρας επὶ τὰς |
| ίσας αυτὸν παρέξεται [με]τὰ τὸν χρό- | |
| νον ἢ α̣[πο]τεισάτω εκάσ[τ]ης ημέρας | |
| αργυρίου [δρ]αχμὴν μίαν , [τ]ού δʼ αποσπα- | |
| θήναι εντὸς τού χρόν[ου] επίτειμον | |
| 30 | δραχμὰς εκατὸν καὶ εις τὸ δημόσιον |
| τὰς ίσας. εὰν δέ καὶ αυτὸ[ς ο] Πτολεμαίος | |
| μὴ εγδιδάξη τὸν παί[δ]α ένοχος | |
| έστω τοίς ίσοις επιτε[ί]μοις. κυρία | |
| η διδασκαλική. (έτους) ιγ Νέ[ρ]ωνος Κλαυδίου | |
| 35 | Καίσαρος Σεβαστού Γερμανικού |
| Αυτοκράτορος, μηνὸς Σεβαστού κα. | |
| —— | |
| (2nd hand) | |
| Πτολεμαίος [Πα]υσιρίωνος | |
| τού Πτολεμαίου μητρὸς Ὠφε- | |
| λούτος τής Θέωνος έκαστα | |
| 40 | ποιήσω εν τω ενιαυτω ενί . |
| Ζωίλος Ὥρου τού Ζωίλου μητρὸς | |
| Διεύτος τής Σω̣κέ̣ω̣ς̣ έγραψα | |
| υπέρ αυτού μὴ ιδότος γράμματα. | |
| έτους τρισκαιδεκάτου Νέρωνος Κλαυδίου Καίσαρος | |
| 45 | Σεβαστού Γερμανικού |
| Αυτοκράτο[ρο]ς, μη(νὸς) Σεβαστού κα. | |
| 1 | άρχοντος Θεοξένο[υ] τού Φιλαιτώλου, μη[ν]ὸς δ[έ] |
| Δαιδαφορίου, βουλευόντων Ε[πι]νίκου [τού Νικο]- | |
| στράτου, Σατύρου τού Ζωΐλ[ο]υ· χεὶρ Θεοφίλου το[ύ Ευαμέ]- | |
| ρου υπέρ Νικόμαχον Ευδίκου παρόντα καὶ κελεύ[ον]- | |
| 5 | τα γράψαι υπέρ αυτόν· απέδοτο Νικόμαχος καὶ Νεικ[ὼ] |
| τω Απόλλωνι τω Πυθίω επ’ ελευθερία σώματα, οίς ονόματα | |
| [Ζ]ωπύρα καὶ τὰ εξ αυτής Παράμον<ον> καὶ Κλέωνα καὶ Ζώπυρον, | |
| [τε]ιμας αργυρίου έκαστον αυτών μ[να]ν τ[εσσά]ρων σ[υ]νευα- | |
| [ρεσ]τέοντος αυτοίς κα<ὶ> τού υιού αυτών Διονυσίου· καὶ τὰν τε[ι]- | |
| 10 | [μὰν] απέχομεν πασαν. βεβαιωτὴρ κατασταθεὶς υπ’ [αυτών] |
| κατὰ τοὺς νόμους τας πόλιος Λυ<σ>ίμαχος Νικ<ά>νορος, κα[θ]ὼς επίστευσα<ν> τω θεω τὰν ὠνὰν Ζωπύρα καὶ Παράμο- | |
| νος καὶ Κλέων καὶ Ζώπ<υ>ρος, εφ’ ᾧτε ελεύθεροι είμεν καὶ ανέπαφοι απὸ πάντω<ν> τὸν πάντα βίον. | |
| παραμεινάτωσαν δέ Παράμονος καὶ Κλέων καὶ Ζώπυρος Διονυσίω τὸν τας ζωας αυτού χρόνον | |
| ποιούντες τὸ επιτασσόμενον παν τὸ δυνατόν. ει δέ μὴ ποιέοι[σ]αν, εξουσίαν εχέτω Διονύσιος επι- | |
| 15 | τειμέων τρόπω ᾧ κα θέλη, πλὰν μὴ πολέων. ει δέ τι πάθοι Διονύσιος τών κατ’ άνθρωπον απο- |
| λιπὼν τέκνα γνήσια, δότωσαν οι εν τη παραμονη έκαστος δηνάρια εξήκοντα. Ζωπύρα δέ εξουσίαν | |
| εχέτω ποιείν ά κα θέλη, μηδενὶ μηδέν προσήκουσα. ει δέ τις εφάπτοιτο τών προγεγραμμένων σωμ[ά]- | |
| των επὶ κ<α>τα<δ>ουλισμω, βεβαίην παρεχόντω <τω> θεω τὰν ὠνὰν οί τε αποδόμενοι καὶ ο βεβαιω- | |
| τὴρ καὶ οι ιερείς τού Απόλλωνος· ομοίως δέ καὶ ο παρατυχὼν κύριος έστω συλέων καὶ αφαι- | |
| 20 | ρείμενος εν ελευθερίαν, αζάμιος ὢν καὶ [α]νυπόδικος πάσας δίκας καὶ ζαμίας. εθέμεθα |
| δέ τὰς ὠνὰς διὰ τού γραμματέως τής πόλεως Μελισσίωνος τού Λαιάδα —— εις τὰ δημό- | |
| σια τής πόλεως γράμματα, τὰν δέ ετέραν ενχαράξας εν τω θεάτρω. χεὶρ Λυσιμάχου τού Νικά- | |
| νορος. γέγονα βεβαιωτὴρ επὶ τὰν προγεγραμ<μ>έναν ὠνὰν κατασταθεὶς υπὸ Νικο- | |
| μάχου τού Ευδίκου. χεὶρ Διονυσίου. συνευαρεστώ τη Παρ<αμ>όνο<υ κ>α<ὶ> τών προγεγραμ<μ>ένων ὠ- | |
| 25 | ναν. μάρτυρες οί τε ιερείς τού Απόλλωνο[ς] Διονύσιος Αστοξένου, Δάμων Πολεμάρχου· καὶ |
| ιδιώται Αρχίας Αντιγένους, Νικάνωρ Λυσιμάχου, Εύανδρος Μεγάρτα. |
| [- – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – -] | |
| TE τὰν πόλιν απὸ τώ̣ν ΚΡ̣Ι̣Τ̣[- – – – τὰ δ]αμόσια συνφυ̣[λάσ]- | |
| σειν τὰ απὸ προγόνων παραδ̣[εδ]ομένα α[υτα καὶ τὰ δίκαια οφ]είλοντα τηρείσθαι τ̣[ω] | |
| τε δάμω τω Ῥωμαίων καὶ Σεβαστω Καίσαρι· περὶ [δέ τούτων έχοντος] τὰν πλείσταν φροντ[ί]- | |
| δα Επινίκου τού γραμματέος τών συνέδρων [υ]πέρ̣ [τας πόλιο]ς περὶ τών συμφερόν- | |
| 5 | των, καθὼς καὶ παρ’ όλον τὸν ενιαυτὸν ποιείται, είνεκεν̣ [του ε]πισκευασθήμεν τὰ δα- |
| μόσια καὶ παρακαλούντος τοὺς διὰ παντὸς ποιούντας τὰ [δί]καια ται πόλει Ἕλλανάς | |
| τε καὶ Ῥωμαίους τοὺς εν αυτα κατοικούντας καὶ εν τω παρόντ[ι] υπολανβάνοντας τὸ | |
| κοινα ασθενές αυτας κατ’ άνδρα υπεχομένους καὶ κατὰ δύναμιν εκ̣πληρούν τὸ βέλ- | |
| τιστον επανγελλομένους εις τὰν επισκευὰν αυτας, εις άν υπέ[σχ]οντο, vacat | |
| 10 | Τείσαρχος Διονυσίου εις τὰν επισκευὰν τού αρχαίου γυμνασίου υποσχόμε[νος] δει- |
| νάρια πεντακόσια επεσκεύασε τάν τε ολυμπικὰν στοὰν καὶ τὰν μέσαν vacat | |
| Κράτων Αρχεδάμου τὰν γινομέναν αυτω έξοδον εις τὸ γυμνάσιον εις ξύλα δεινάρια – – – | |
| ακόσια καὶ τὰ γινόμενα αυτω εν τω μετὰ Φιλόστρατον ενιαυτω εις εναγισμὸν Αριστομέ- | |
| νει ταύρου δεινάρια εβδομήκοντα· vacat | |
| 15 | Τυχαμένης Δορκωνίδα δεινάρια τριακόσια· |
| Λεύκιος Βέννιος Γλύκων δεινάρια χίλια· | |
| Τείμαρχος Θέωνος δεινάρια διακόσια· | |
| Πόπλιος Ουαλέριος Άνδρων δεινάρια τριακόσια· | |
| Νικήρατος Θέωνος τὸ βουλείον καὶ τὰν ποτ’ αυτω στοὰν επισκευάσειν εκ τού ιδίου βίου· | |
| 20 | Καλλίας Απολλώνιου τὰν παντόπωλιν στοὰν ὡσαύτως επισκευάσειν· |
| Μαρκος Αντώνιος Πρόκλος δεινάρια εκατόν· | |
| Ευάμερος Φιλοκράτεος δεινάρια διακόσια· | |
| Πόπλιος Λικήϊος δεινάρια εκατόν· | |
| Πόπλιος Λικίνιος Κέλερ δεινάρια εκατόν· | |
| 25 | Πόπλιος Φλαμίνιος δεινάρια εκατόν· |
| Τιβέριος Κλαύδιος Βουκκίων δεινάρια διακόσια πεντήκοντα· | |
| Διονύσιος Αριστομένεος υπέρ Πλεισταρχίαν τὰν ματέρα δεινάρια πεντακόσια εις τὰν επι- | |
| σκευὰν τού ναού τας Δάματρος καὶ τας στοας τας λεγομένας Νικαίου· | |
| Διογένης Διογένεος υπέρ Διογένη καὶ Φιλωνίδαν καὶ Φιλόξενον δεινάρια εκατὸν πεντήκοντα· | |
| 30 | Τίτος Νίννιος Φιλιππίων δεινάρια πεντήκοντα· |
| [Α]σκλάπων καὶ Ξενοκράτης οι Τιμοκράτεος δεινάρια εκατόν· | |
| Νικηφόρος Σωτηρίδα μετὰ Σωτηρίδα τού υιού δεινάρια εκατόν· | |
| Δομέτιος τὸν ναὸν επισκευάσειν τού Hρακλέος καὶ Ερμού εν γυμνασίω· Μηνας καὶ Λεύκιος Σάλβιος οι Ζωπύρου επισκευάσειν εν ᾧ | |
| τὸ κρεοπώλιόν εστι καὶ τὰν ποτ’ αυτω στοὰν απὸ δειναρίων τριακοσίων· | |
| 35 | Λύσων Νικίππου τὸ λογείον τού δεικτηρίου. |
| Καὶ συμβουλευόντων επαινείν αυτοὺς εφ’ ᾇ έσχηκαν υπέρ τας πόλιος φροντίδος εις τὸν δαμον | |
| τών Ῥωμαίων καὶ ποτὶ τὸν Σεβαστὸν ευνοία, έδοξε τοίς συνέδροις επαινέσαι τοὺς επανγελ[λο]- | |
| μένους επὶ πασι τοίς προγεγραμμένοις· όπως δέ ή διάδηλος α δεδομένα υπ’ αυτών τα πόλει χάρις | |
| αναθείτω παρὰ τὸ Σεβαστείον Επίνικος ο γραμματεὺς τών συνέδρων εκ τών τας πόλιος εισόδων χαρά- | |
| 40 | ξαι εις στάλαν λιθίναν καθὼς έκαστος υπέσχετο καὶ ότι επὶ γραμματέος συνέδρων Επινίκου· ὡσ- |
| αύτως δέ καθ’ έκαστον αναθημάτων τελεσθησομένων γινέσθω επιγραφὰ ότι υπέσχετο επὶ γραμ- | |
| ματέως συνέδρων Επινίκου. |
| Ιουλίαν θεὰν Σεβαστὴν Πρόνοιαν | |
| η βουλὴ η εξ Αρήου πάγου καὶ η βου- | |
| λὴ τών εξακοσίων καὶ ο δήμος | |
| αναθέντος εκ τών ιδίων | |
| 5 | Διονυσίου τού Αύλου Μαρα- |
| θωνίου, αγορανομούντων | |
| αυτού τε Διονυσίου Μαρα- | |
| θωνίου καὶ Κοίντου Ναιβίου | |
| Ῥούφου Μελιτέως. |
| Ψάφισμα Ἱππία Ἱππία τού Ἱππία Αργείου | |
| περὶ τας παρακαταθήκας τας Αθάνας. | |
| Ι | επ’ ιερέως τας Αθάνας Αριστείδα, τού δέ Ἁλίου Πλε[ι]- |
| στάρχου Πα. ιϛ΄. έδοξε μασ[τ]ροίς καὶ Λινδίοις Ἱππίας γ΄ Αργ. είπε· | |
| 5 | επειδὴ συνβαίνει τὰς μέν ποθόδους τὰς Λινδίων υστερείν, τὰ δέ ει[ς] |
| τὰς θυσίας καὶ παναγύ[ρε]ις αναλ[ώ]ματα πολλάκις επείγειν καὶ τού- | |
| [τ]ω τρόπω τοὺς άρχοντας εις δυ[σχ]ρη̣στίαν ενπείπτειν, συνφέ̣- | |
| ρον δέ εστι Λινδ[ίοι]ς̣ κ[α]ὶ τὰ[ς τώ]ν θεών τειμὰς καὶ τὸ τού [κ]οινού | |
| πρέπον διαφυλά[σσ]εσθαι ό[ν]τος εξ ετοίμου αργυρίου εις τὰς | |
| 10 | παναγύρεις καὶ τ[ὰ]ς τών θεών τειμάς· Τύχα Αγαθα· δεδό- |
| χθαι Λινδίοις· κυρωθέντος τούδε τού ψαφίσματος τὸ γεγο- | |
| νὸς περίψαφον τ[ώ]ν ιεροταμιαν Μενεκράτευς καὶ Ασκλαπι- | |
| άδα καὶ Ἁγησάνδρου απὸ τας ιεροταμείας αυτών εκ τας τ[ρι]- | |
| [ε]τίας καὶ εί τι παρειλήφαντι εκ τούτου καὶ εί τί κα παραλάβωντ[ι] | |
| 15 | [τ]οὶ ενεστακότες ιεροταμίαι Διονύσιος καὶ Καλλίμαχος κα[ὶ] |
| [Π]υθόδωρος, παραδόντω ιερὸν εις παρακαταθήκαν τας Αθάνα[ς] | |
| [τ]ας Λινδίας καὶ τού Διὸς τού Πολιέως Καλλιστράτω β΄ τω ιερεί | |
| [τ]ας Αθάνας εν[ια]υ̣σίω̣· [ομ]οίως δέ καὶ τοὶ επιστάται τοὶ άρχοντε[ς] | |
| [τ]ὸν επ’ ιερέως Καλλ[ιστρ]άτου καὶ Ῥοδοπείθευς ενιαυ[τὸν] | |
| 20 | [ελέ]σθων άνδρας [ε΄] εγ μέν τών ιερατευκότων τ[ας] |
| [Α]θάνας γ΄, εγ δέ τών̣ [άλλω]ν Λινδίων β΄· τοὶ δέ αιρεθέ[ν]- | |
| [τε]ς παραλαβόντ[ω παρ]ὰ τού ιερέως τας Αθάνας | |
| τού δαμοσίου επ̣[ιστά]ν̣το[ς τ]ὰ αποκείμεν[α εν] | |
| [τ]ω νακορείω χάλκ[ε]α καὶ σιδά̣[ρ]εα καὶ [ε]πιδειξάν[τω] | |
| 25 | [τ]οίς μαστροίς καὶ Λινδίοι[ς εν τω] μα[στ]ρείω τω ε̣[ν τα] |
| [π]όλει αγομένω τω – – κα[ὶ αποδ]όσθω α[υ]τὰ παρα[κο]- | |
| [λ]ουθούντων πασι καὶ τών̣ [δα]μοσίων καὶ αποδόμεν̣[οι] | |
| παραδόντω τὸ πεσὸν [α]ργ̣ύ̣ριον [τ]ω ιερεί τας Αθάνα[ς] | |
| [ι]ερὸν ήμειν εν παρακατ̣[αθ]ήκα τας Αθάνας τας Λινδί[ας] | |
| 30 | καὶ τού Διὸς τού Πολιέω[ς]· επειδὴ δέ καὶ ανδριάντες |
| [τ]ινές εντι εν τα αναβ[ά]σει καὶ αυτα τα άκρα ανεπίγραφοι καὶ | |
| άσαμοι, συνφέρον δέ [ε]στι καὶ τούτους ήμειν επισάμους επιγρ[α]- | |
| [φ]ὰν έχοντας ότι θεο(ί)ς ανάκεινται, δεδόχθαι Λινδίοις· κυ τούδε | |
| [τ]ού ψα τοὶ αυτοὶ επιστάται μ[ισθω]σάντω εκάστου ανδριάντος τὰν | |
| 35 | [ε]πιγραφάν, διαχειρο[τονησ]άντων Λινδίων, ει δεί τού ευρίσ- |
| κοντος κατακυρού[ν ἢ μ]ή, καὶ [εί κ]α [δ]όξη τού ευρίσκοντος κα- | |
| [τ]ακυρούν τὸ πεσὸν αργύριον, [α]πὸ τού[τ]ων καταβαλόμε- | |
| [ν]οι λ[όγ]ον, π[ό]σου ε[κ]ά[σ]το[υ α] επιγραφ[ὰ απε]δόθ[η] παραδόντω ιερὸν | |
| [ή]μ[ειν εις] πα[ρ]ακα[τ]α[θ]ήκαν τας Α[θ]άνας τ[α]ς Λινδία̣ς καὶ τ[ού] | |
| 40 | [Διὸς τού Πολιέ]ω̣ς̣· [τοὶ δέ] ὠνησά[μ]ε[ν]οι τὰς επιγραφὰς μὴ |
| [εχόντων εξουσίαν απ]ε[νε]νκεί[ν] εκ τας άκρας ανδριάν[τας] | |
| [τρόπω μηδ]ενὶ μηδέ παρευρέσει μηδεμια ἢ ένοχοι εόντ[ω] | |
| [ασεβεί]α· πο̣ιησάμενοι δέ τὰν αίτησιν εχόντων εξουσ[ίαν] | |
| [μετενεγκ]είν ά κα συνχωρήσωσι διὰ τας αιτήσιος Λίν[δ]ιοι· |
| front side (recto) | |
| έτους δε̣υτέρου Γαΐου Κ̣α̣ί̣σ̣α̣ρος Σ̣εβαστο̣ύ̣ Γ̣ερμ̣α̣νικού, | |
| Μεσορὴι τρ̣[ι]α̣κάς, εν κώμη Σινα̣ρὺ τής κά̣τ̣ω̣ι το- | |
| παρχίας τού Ὀ̣ξυρυγχ̣ε̣ί̣του. εδάνεισεν̣ Ι̣σ̣χ̣υ̣ρίω\ν/ | |
| Διονυσίου Ερμογένει Ερμογένους τού Δ̣η̣μ̣η̣- | |
| 5 | τ̣ρίου νεω̣τ̣έρωι ⟦ ̣ ̣⟧ καὶ Ερμ̣ί̣α Ζηνοδώ̣ρ̣ο̣υ̣ ν̣ε̣- |
| ω̣τ̣έρωι α̣[μ]φοτέροις Πέρσαις τής επιγονή̣ς̣ ε̣ν̣ | |
| αγυ̣ια αρ̣[γυρίου Σεβαστ]ο̣ύ̣ κ̣[αὶ Π]τ̣ο̣λ̣ε̣[μαι]κού νομ̣ί̣σ̣- | |
| ματο̣ς δρ̣[αχμὰς εκατὸν οκτ]ὼ̣ι κεφαλαίου αίς̣ | |
| ουδέν τώ̣[ι καθόλου προσ]ή̣κ̣τ̣α̣ι. αποδότωσαν | |
| 10 | δέ οι δεδ̣[ανεισμένοι τώι Ι]σχυρίων̣ι τὰς τού |
| αργυρίου [δραχμὰς εκατὸν ο]κ̣τὼι τη τριακάδι | |
| τού Χοίαχ̣ [τού εισιόντος τρί]του έτους Γαΐου | |
| Καίσαρο[ς Σεβαστού Γερμα]ν̣ικού. εὰν δέ μὴ | |
| αποδώσι̣ [καθὰ γέγραπται, α]π̣οτεισάτωσαν | |
| 15 | οι̣ δεδαν[εισμένοι τώι Ισχυρίωνι τὸ μέν δά-] |
| νειον μ[εθʼ ημιολίας, τοὺς δέ τόκους τού υ-] | |
| περπεσό̣[ντος χρόνου τοὺς καθήκοντας, εγγύων] | |
| αλλήλων ε̣[ις έκτισιν όντων, τής πράξεως ούσης τώι] | |
| Ισχυρίων̣[ι έκ τε αυτών καὶ εξ ενὸς καὶ εξ ού] | |
| 20 | εὰ̣ν̣ αυτών̣ [αιρήται καὶ εκ τών υπαρχόντων αυτοίς] |
| πάν̣[των καθάπερ εκ δίκης, μὴ ελαττουμένω περὶ] | |
| ώ̣̣̔ [άλλων οφείλει Ερμίας ἢ Ισχυρίωνι ἢ τη γυ-] | |
| ναικὶ αυτ̣ο̣ύ κ̣[α]θʼ ετέρ̣αν̣ ασ̣φ̣[άλειαν. κυρία] | |
| η συνγρα̣φηι. ☓☓☓☓☓ vac. ? | |
| 25 | (2nd hand) Ερμογένης Ερμογένους καὶ Ερμίας Ζηνοδώρου νεώτερος |
| δεδα̣ν̣ί̣σμ̣εθα τὰ̣ς τού αρ̣γυρίου δραχμὰς εκατὸν οκτὼι̣ | |
| κεφαλαίου καὶ αποδώσομεν διʼ ενγύων αλλήλων | |
| καθότι πρόκειται. (3rd hand) Ερμ̣ί̣ας Ζηνοδώρου νεώτ̣ε̣ρος | |
| καὶ Ερμογένης νεώτερος δεδανείσμεθα τὰς τ̣ο̣ύ̣ {αρ} | |
| 30 | αργ̣υ̣ρίου δραχμὰς εκατ̣ὸ̣ν οκτὼι κεφαλαίου καὶ |
| αποδώσομεν διʼ ενγύω̣ν αλλων καθότι πρόκ̣ε̣ι̣τ̣α̣ι̣, | |
| κατὰ μηδέν ελαττουμένου σ̣ου εν οίς άλλοις οφε̣ί̣λω̣ | |
| σοι καθʼ ετέραν ασφάλιαν. (4th hand) Ισχυρ̣ίων Διονυ̣σίου | |
| δεδάνικα καθότι πρόκε̣ι̣ται. έτους δευτέρου Γαΐου̣ | |
| 35 | Καίσαρος Σεβαστού Γερμανικού, Μεσορὴι τριακὰς. |
| διὰ Αχιλλέως τού πρὸς τώι γραφίωι κώμης | |
| Σιναρὺι καὶ ετέρων τό̣πων κε̣χ̣ρημάτισ̣τ̣αι. | |
| back side (verso) | |
| (1st hand) έτους β Γαΐου Κ̣α̣ί̣[σ]α̣ρ̣[ο]ς̣ Σ̣ε̣β̣α̣σ̣τ̣ο̣ύ̣ Γερμανικού, | |
| Μεσορὴ λ̣. (δραχμών) ρη. Ισχυρίωνος̣ | |
| 40 | τού Διονυσίου πρ(ὸς) Ερμογένην καὶ Ερμίαν. |