Loan contract

No: Π4

Reference to the file: M. Malouta, "Nautilos Π4: Loan contract" in Nautilos. Selection of Ancient Greek Inscriptions and Papyri, online from 2023, withdrawal date XX. URL: https://nautilos.arch.uoa.gr/en/exhibits/loan-contract/

  • No
    Π4
  • Title
    Loan contract
  • front side (recto)
    ἔτους δε̣υτέρου Γαΐου Κ̣α̣ί̣σ̣α̣ρος Σ̣εβαστο̣ῦ̣ Γ̣ερμ̣α̣νικοῦ,
    Μεσορὴι τρ̣[ι]α̣κάς, ἐν κώμῃ Σινα̣ρὺ τῆς κά̣τ̣ω̣ι το-
    παρχίας τοῦ Ὀ̣ξυρυγχ̣ε̣ί̣του. ἐδάνεισεν̣ Ἰ̣σ̣χ̣υ̣ρίω\ν/
    Διονυσίου Ἑρμογένει Ἑρμογένους τοῦ Δ̣η̣μ̣η̣-
    5 τ̣ρίου νεω̣τ̣έρωι ⟦  ̣  ̣⟧ καὶ Ἑρμ̣ί̣ᾳ Ζηνοδώ̣ρ̣ο̣υ̣ ν̣ε̣-
    ω̣τ̣έρωι ἀ̣[μ]φοτέροις Πέρσαις τῆς ἐπιγονῆ̣ς̣ ἐ̣ν̣
    ἀγυ̣ιᾷ ἀρ̣[γυρίου Σεβαστ]ο̣ῦ̣ κ̣[αὶ Π]τ̣ο̣λ̣ε̣[μαι]κοῦ νομ̣ί̣σ̣-
    ματο̣ς δρ̣[αχμὰς ἑκατὸν ὀκτ]ὼ̣ι κεφαλαίου αἷς̣
    οὐδὲν τῶ̣[ι καθόλου προσ]ῆ̣κ̣τ̣α̣ι. ἀποδότωσαν
    10 δὲ οἱ δεδ̣[ανεισμένοι τῶι Ἰ]σχυρίων̣ι τὰς τοῦ
    ἀργυρίου [δραχμὰς ἑκατὸν ὀ]κ̣τὼι τῇ τριακάδι
    τοῦ Χοίαχ̣ [τοῦ εἰσιόντος τρί]του ἔτους Γαΐου
    Καίσαρο[ς Σεβαστοῦ Γερμα]ν̣ικοῦ. ἐὰν δὲ μὴ
    ἀποδῶσι̣ [καθὰ γέγραπται, ἀ]π̣οτεισάτωσαν
    15 οἱ̣ δεδαν[εισμένοι τῶι Ἰσχυρίωνι τὸ μὲν δά-]
    νειον μ[εθʼ ἡμιολίας, τοὺς δὲ τόκους τοῦ ὑ-]
    περπεσό̣[ντος χρόνου τοὺς καθήκοντας, ἐγγύων]
    ἀλλήλων ε̣[ἰς ἔκτισιν ὄντων, τῆς πράξεως οὔσης τῶι]
    Ἰσχυρίων̣[ι ἔκ τε αὐτῶν καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ]
    20 ἐὰ̣ν̣ αὐτῶν̣ [αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς]
    πάν̣[των καθάπερ ἐκ δίκης, μὴ ἐλαττουμένῳ περὶ]
    ῶ̣̣̔ [ἄλλων ὀφείλει Ἑρμίας ἢ Ἰσχυρίωνι ἢ τῇ γυ-]
    ναικὶ αὐτ̣ο̣ῦ κ̣[α]θʼ ἑτέρ̣αν̣ ἀσ̣φ̣[άλειαν. κυρία]
    ἡ συνγρα̣φηι. ☓☓☓☓☓ vac. ?
    25 (2nd hand) Ἑρμογένης Ἑρμογένους καὶ Ἑρμίας Ζηνοδώρου νεώτερος
    δεδα̣ν̣ί̣σμ̣εθα τὰ̣ς τοῦ ἀρ̣γυρίου δραχμὰς ἑκατὸν ὀκτὼι̣
    κεφαλαίου καὶ ἀποδώσομεν διʼ ἐνγύων ἀλλήλων
    καθότι πρόκειται. (3rd hand) Ἑρμ̣ί̣ας Ζηνοδώρου νεώτ̣ε̣ρος
    καὶ Ἑρμογένης νεώτερος δεδανείσμεθα τὰς τ̣ο̣ῦ̣ {αρ}
    30 ἀργ̣υ̣ρίου δραχμὰς ἑκατ̣ὸ̣ν ὀκτὼι  κεφαλαίου καὶ
    ἀποδώσομεν διʼ ἐνγύω̣ν ἀλλων καθότι πρόκ̣ε̣ι̣τ̣α̣ι̣,
    κατὰ μηδὲν ἐλαττουμένου σ̣ου ἐν οἷς ἄλλοις ὀφε̣ί̣λω̣
    σοι καθʼ ἑτέραν ἀσφάλιαν. (4th hand) Ἰσχυρ̣ίων Διονυ̣σίου
    δεδάνικα καθότι πρόκε̣ι̣ται. ἔτους δευτέρου Γαΐου̣
    35 Καίσαρος Σεβαστοῦ Γερμανικοῦ, Μεσορὴι τριακὰς.
    διὰ Ἀχιλλέως τοῦ πρὸς τῶι γραφίωι  κώμης
    Σιναρὺι καὶ ἑτέρων τό̣πων κε̣χ̣ρημάτισ̣τ̣αι.
    back side (verso)
    (1st hand) ἔτους β Γαΐου Κ̣α̣ί̣[σ]α̣ρ̣[ο]ς̣ Σ̣ε̣β̣α̣σ̣τ̣ο̣ῦ̣ Γερμανικοῦ,
    Μεσορὴ λ̣. (δραχμῶν) ρη. Ἰσχυρίωνος̣
    40 τοῦ Διονυσίου πρ(ὸς) Ἑρμογένην καὶ Ἑρμίαν.

     

  • EDITIONS OF THE TEXT

    P.Oxy. XLIX 3485· M. Malouta in Ανθολόγιο 242-248 Π2.

    FURTHER BIBLIOGRAPHY

    Grundz.Mitt. pp. 113-165· Rupprecht 1994: 113-115, 118-119.

  • Myrto Malouta

  • Registered on
    June 1, 2023
  • Updated on
    March 11, 2024