[δαμι]οργοῦ δὲ Καιρογένευς Λευ[κ]αθέου. | |
Αὐτοκράτωρ Καῖσαρ θεοῦ υἱὸς Σεβαστὸς ἀρχιερεὺς | |
ὕπατος τὸ δωδέκατον ἀποδεδειγμένος | |
καὶ δημαρχικῆς ἐξουσίας τὸ ὀκτωικαιδέκατον | |
5 | Κνιδίων ἄρχουσι βουλῆι δήμωι χαίρειν· οἱ πρέσ- |
βεις ὑμῶν Διονύσιος β καὶ Διονύσιος β τοῦ Διονυ- | |
σίου ἐνέτυχον ἐν Ῥώμῃ μοι καὶ τὸ ψήφισμα ἀποδόντες | |
κατηγόρησαν Εὐβούλου μὲν τοῦ Ἀναξανδρίδα τεθνει- | |
ῶτος ἤδηι, Τρυφέρας δὲ τῆς γυναικὸς αὐτοῦ παρούσης | |
10 | περὶ τοῦ θανάτου τοῦ Εὐβούλου τοῦ Χρυσίππου. vac. ἐγὼι |
δὲ ἐξετάσαι προστάξας Γάλλωι Ἀσινίωι τῶι ἐμῶι φίλωι | |
τῶν οἰκετῶν τοὺς ἐνφερομένους τῆι αἰτίᾳ διὰ βα- | |
σάνων ἔγνων Φιλεῖνον τὸν Χρυσίππου τρεῖς νύ- | |
κτας συνεχῶς ἐπεληλυθότα τῆι οἰκίᾳ τῆι Ευβού- | |
15 | λου καὶ Τρυφέρας μεθ’ ὕβρεως καὶ τρόπωι τινὶ πολι- |
ορκίας, τῆι τρίτηι δὲ συνεπηιγμένον καὶ τὸν ἀδελ- | |
φὸν Εὔβουλον, τοὺς δὲ τῆς οἰκίας δεσπότας Εὔβου- | |
λον καὶ Τρυφέραν, ὡς οὔτε χρηματίζοντες πρὸς | |
τὸν Φιλεῖνον οὔτε ἀντιφραττόμενοι ταῖς προσ- | |
20 | βολαῖς ἀσφαλείας ἐν τῆι ἑαυτῶν οἰκίαι τυχεῖν ἠδύναν- |
το, προστεταχχότας ἑνὶ τῶν οἰκετῶν οὐκ ἀποκτεῖ- | |
ναι, ὡς ἴσως ἄν τις ὑπ’ ὀργῆς οὐ[κ] ἀδίκου προήχθηι, ἀλ- | |
λὰ ἀνεῖρξαι κατασκεδάσαντα τὰ κόπρια αὐτῶν· τὸν | |
δὲ οἰκέτην σὺν τοῖς καταχεομένοις εἴτε ἑκόντα | |
25 | εἴτε ἄκοντα –αὐτὸς μὲν γὰρ ἐνέμεινεν ἀρνούμενο[ς]- |
ἀφεῖναι τὴν γάστραν, τὸν Εὔβουλον ὑποπεσεῖν δικαιό- | |
τερον ἂν σωθέντα τἀιδελφοῦ. πέπονφα δὲ ὑμεῖν καὶ α[ὐ]- | |
[τ]ὰς τὰς ἀνακρίσεις. vac. ἐθαύμαζον δ’ ἄν, πῶς εἰς τόσον | |
ἔδεισαν τὴν παρ’ ὑμεῖν ἐξετασίαν τῶν δούλων οἱ φ[εύ]- | |
30 | γοντες τὴν δίκην, εἰ μή μοι σφόδρα αὐτοῖς ἐδόξ[ατε] |
χαλεποὶ γεγονέναι καὶ πρὸς τὰ ἐναντία μισοπόνη[ροι], | |
μὴ κατὰ τῶν ἀξίων πᾶν ὁτιοῦν παθεῖν, vac. ἐπ’ ἀλλο[τρίαν] | |
οἰκίαν νύκτωρ μεθ’ ὕβρεως καὶ βίας τρὶς ἐπεληλυ[θό]- | |
των καὶ τὴν κοινὴν ἁπάντων ὑμῶν ἀσφάλειαν [ἀναι]- | |
35 | ρούντων ἀγανακτοῦντες, ἀλλὰ κατὰ τῶν καὶ ἡν[ικ’ ἠ]- |
μύνοντο ἠτυχηκότων, ἠδικηκότων δὲ οὐδ’ ἔστ[ιν ὅ τι]. | |
ἀλλὰ νῦν ὀρθῶς ἄν μοι δοκεῖτε ποιῆσαι τῆι ἐμῆι [περὶ τού]- | |
των γνώιμηι προνοήσαντες καὶ τὰ ἐν τοῖς δημ[οσίοις] | |
ὑμῶν ὁμολογεῖν γράμματα. ἔρρωσθε. |
EDITIONS OF THE TEXT
IG XII 3, 174; Wilamowitz-Moellendorf 1902: I 2, 394-395 και II 2, 257-258; IGR IV 1031; Syll.3 780; Abbott – Johnson 1926: 333-334 no 36; FIRA III² 185; Sherk, RDGE 67; Oliver, Greek Constitutions 6; I.Knidos 34; Wankerl 2009: 2-16; Ν. Γιαννακόπουλος in Ανθολόγιο 114-124: Ε11.
The edition of the text was based on Ν. Γιαννακόπουλος in Ανθολόγιο 114-124: Ε11.
FURTHER BIBLIOGRAPHY
Chapot 1904: 126-127; Mommsen 1904: 325 note 1; Ferrero 1907-1909: V 251; Magie 1950: 480, 1342 note 38; Colin 1965: 87-89; Garnsey 1966: 188-189; Sherk 1966: 57-62; Millar 1977: 443 and 509; Lintott 1993: 116-117.
Nikos Giannakopoulos