front side (recto)
(1st column)
(1st hand) | Ἀπολ[λων]ίωι χαίρειν Δημήτριος. |
καλῶς ἔχει εἰ αὐτός τε ἔρρωσαι καὶ | |
τἆλλα σοι κατὰ γνώμην ἐστίν. | |
καὶ ἐγὼ δὲ καθάπ̣ε̣ρ̣ μ̣ο̣ι ἔγραψας | |
5 | προσέχειν ποιῶ αὐτὸ καὶ δέδεγμαι |
ἐκ χρ(υσίου) μ(υριάδας) ε Ζ καὶ κατεργασάμενος | |
ἀπέδωκα. ἐδεξάμεθα δʼ ἂν καὶ | |
πολλαπλάσιο̣ν, ἀλλὰ καθά σοι καὶ | |
πρότερον ἔγραψα ὅτι οἵ τε ξένοι | |
10 | οἱ εἰσπλέοντες καὶ οἱ ἔμποροι καὶ οἱ |
ἐγδοχεῖς̣ κ̣αὶ ἄλλοι φέρουσιν τό τε | |
ἐπιχώριο[ν] νόμισμα τὸ ἀκριβὲς καὶ | |
τὰ τρίχρυσα, ἵνα καινὸν αὐτοῖς γέ- | |
νηται, κατὰ τὸ πρόσταγμα ὃ κε- | |
15 | λεύει ἡμᾶ̣ς̣ λαμβ̣ά̣ν̣ειν κ̣α̣ὶ̣ κ[ατερ-] |
γάζε̣σ̣[θα]ι̣, Φιλαρέτου μ̣ε ο̣ὐ̣κ̣ ἐ̣- | |
ῶντος δέχεσθαι, οὐκ ἔχον[τ]ε̣ς̣ ἐ̣[πὶ] | |
τί̣ν̣α τὴν ἀναφο̣ρ̣ὰ̣ν̣ ποιησώ[με]θ̣α̣ | |
π̣ερὶ τούτων, ἀνα̣γ̣κ̣α̣ζ̣[όμεθ]ά̣ τ[ε] | |
20 | [τ]α̣ῦ̣τα μὴ δέχεσθαι, οἱ δὲ ἄ̣ν̣- |
θ̣[ρω]ποι ἀγανακ̣τοῦσιν οὔ[τε] ἐπ̣[ὶ] | |
τραπεζῶν οὔτε εἰς τὰ τ[ά]λ̣[αν-] | |
τα̣ ἡμῶν δεχομ[ένω]ν̣ ο̣ὔ̣τε̣ δ̣υνά- | |
μενοι εἰς τὴν χώ̣ραν ἀποστέλλειν | |
25 | ἐπὶ τὰ φορτία, ἀλ̣λὰ ἀργὸν φάσκουσ̣ι̣ν̣ |
ἔχειν τὸ χρυσίον καὶ βλάπτεσθαι οὐ- |
(2nd column)
κ ὀλίγα ἔξοθεν μεταπεπεμμένοι | |
καὶ οὐδʼ ἄλλοις ἔχοντες ἐλάσσονος τιμῆς διαθέσθαι εὐχερῶς. | |
καὶ οἱ κατὰ πόλιν δὲ πάντες τῶι ἀπο- | |
30 | τετριμμένωι χρυσίωι δυσχερῶς χρῶνται. |
οὐδ̣εὶς γὰρ τούτων ἔχει οὗ τὴν ἀναφο- | |
ρὰν ποιησάμενος καὶ προσθείς τι κο- | |
μιεῖται ἢ καλὸν χρυσίον ἢ ἀργύριον | |
ἀντʼ αὐτοῦ. νῦν μὲν γὰρ τούτων τοι- | |
35 | ο̣ύ̣των ὄντων ὁρῶ καὶ τὰς τοῦ βασι- |
λέως προσόδους βλαπτομένας οὐ- | |
κ ὀλίγα. γέγραφα οὖν σοι ταῦτα ἵ- | |
να εἰδῆις καὶ ἐάν σοι φαίνηται ⟦ἢ⟧ τῶι | |
βασιλεῖ γράψηις περὶ τούτων \καὶ/ ⟦ ̣⟧ ἐμοὶ | |
40 | ἐπὶ τίνα τὴν ἀναφορὰν περὶ τούτων |
ποιῶμαι. συμφέρειν γὰρ ὑπολαμβάνω | |
ἐ̣ὰ̣[ν] καὶ ἐκ τῆς ἔξοθεν χώρας χρυσίον | |
ὅτ̣ι̣ πλεῖστον εἰσάγηται καὶ τὸ νό- | |
μ̣ι̣σ̣μα τ̣[ὸ] τ̣[ο]ῦ̣ [β]ασιλέως καλὸν καὶ | |
45 | καινὸν ἦι διὰ παντός, ἀνηλώματ[ος] |
μηθενὸς γινομένου αὐτῶι. περὶ μὲν | |
γ̣ά̣ρ̣ τινων ὡς ἡμῖν χρῶνται οὐ καλῶς | |
ε̣ῖ̣̣̓εν γράφειν̣, ἀ̣λ̣λ̣ʼ ὡ̣ς̣ ἂ̣ν̣ παραγένηι ἀ- | |
κ̣ο̣ύ̣σ̣ε̣ι̣[ς -ca.?- ] γ̣ρ̣ά̣- | |
50 | ψον μοι περὶ τούτων ἵνα οὕτω ποιῶ. |
ἔρρωσο. | |
(ἔτους) κη, Γ̣ο̣ρ̣πιαίου ιε. |
back side (verso)
Ἀπολλωνίωι. | |
(2nd hand, left) | Δημητρίου |
EDITIONS OF THE TEXT
P.Cair.Zen. 59021· SB III 6711· Reinach 1928: 191-193· Sel.Pap. II 409· M. Stefanou in Ανθολόγιο 250-260 Π3.
FURTHER BIBLIOGRAPHY
Schubart 1922: 74-82· Préaux 1939: 271-276· Rostovtzeff 1953: 1417· Jenkins 1967: 59, 62-63· Orrieux 1983: 28-32· Lewis 1986: 15· Le Rider 1986: 49-51· Mørkholm 1991: 104· Meijer – van Nijf 1992: 65-66 no 90· Richter 1992: 177-186· Howgego 1995: 52-54· Le Rider 1998: 403-407· Bagnall – Derow 2004: 163-165 no 102· Austin 2006: 535-536 no 299· Le Rider – de Callataÿ 2006: 138, 142-144, 151-154· von Redden 2007: 46-48· Bresson 2015· Panagopoulou 2016.
Mary Stefanou