| ἐπὶ Διονυσίου ἄρχοντος τοῦ μετὰ | |
| Παράμονον ἐπὶ τῆς Αἰαντίδος ἑ- | |
| βδόμης πρυτανείας, ᾗ Λάμιος Τιμού- | |
| χου Ῥαμνούσιος ἐγραμμάτευεν· Γα- | |
| 5 | μηλιῶνος ὀγδόῃ ἱσταμένου, ὀγδό- |
| ῃ τῆς πρυτανείας· βουλὴ ἐμ βουλευ- | |
| τηρίωι· τῶν προέδρων ἐπεψήφιζεν | |
| Στρατοφῶν Στρατοκλέους Σουνι- | |
| εὺς καὶ συνπρόεδροι· | |
| 10 | ἔδοξεν τεῖ βουλεῖ· |
| Ῥῆσος Ἀρτέμωνος Ἁλαιεὺς εἶπεν· | |
| ἐπειδὴ πρόσοδον ποιησάμενος πρὸς | |
| τὴν βουλὴν Διόγνητος ἐξ Οἴου ταμί- | |
| ας ναυκλήρων καὶ ἐμπόρων τῶν φε- | |
| 15 | ρόντων τὴν σύνοδον τοῦ Διὸς τοῦ |
| Ξενίου ἐμφανίζει τεῖ βουλεῖ βούλεσ- | |
| θαι τὴν σύνοδον ἀναθεῖναι εἰκόνα γρα- | |
| πτὴν ἐν ὅπλῳ τοῦ ἑαυτῶν προξέ- | |
| νου, κεχειροτονημένου δὲ καὶ ἐπιμε- | |
| 20 | [λ]ητοῦ ἐπὶ τὸν λιμένα Διοδώρου τοῦ |
| Θεοφίλου Ἁλαιέως ἐν τῶι ἀρχείωι αὐ- | |
| τοῦ καὶ διὰ ταῦτα παρακαλεῖ τὴν βου- | |
| λὴν ἐπικυρῶσαι ἑαυτῶι ψήφισμα· | |
| ἀγαθε[ῖ] τύχει δεδόχθαι τεῖ βουλεῖ ἐπι- | |
| 25 | κεχω[ρ]ῆσθα[ι] Διογνήτῳ καὶ τῇ συνόδῳ |
| [π]ο[ι]ήσα[σθ]αι τ[ὴν] ἀνάθεσιν τῆ[ς] γρα- | |
| πτῆς εἰκόνος ἐν ὅπλῳ Διοδώρου τοῦ | |
| Θεοφίλου Ἁλαιέως ἐν τῶι ἀρχείωι αὐ- | |
| τοῦ καθάπερ παρακαλεῖ τὴν βουλήν. |
EDITIONS OF THE TEXT
IG II2 1012· Kloppenborg – Ascough 2011: 203-206.
FURTHER BIBLIOGRAPHY
Radin 1910: 55· Meritt 1960: 25-28· Vélissaropoulos 1980: 35-37, 48-56, 93-96, 104· Mikalson 1998: 278· Jones 1999: 43-44· Ismard 2010: 289-291, 344-364.
Manos Koxylas