| ἐπὶ Φαιδρίου ἄρχοντος, Ἐλαφηβολιῶνος ὀγδόει, ἐκκλησί- | |
| α ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος· Διονύσιος Διονυσίου | |
| ἀρχιθιασίτης εἶπεν· | |
| ἐπειδὴ Πάτρων Δωροθέου τῶν ἐκ τῆς συνόδου, ἐπελθὼν | |
| 5 | ἐπὶ τὴν ἐκκλησίαν καὶ ἀνανεωσάμενος τὴν ὑπάρχου- |
| σαν αὐτῶι εὔνοιαν εἰς τὴν σύν[ο]δον, καὶ ὅτι πολλὰς χρείας | |
| παρείσχηται ἀπροφασίστως, διατελεῖ δὲ διὰ παντὸς κο[ι]- | |
| νεῖ τε τεῖ συνόδωι λέγων καὶ πράττων τὰ συμφέροντ[α] | |
| καὶ κατ’ ἰ<δί>αν εὔνους ὑπάρχων ἑκάστωι τῶν πλοιζομέ[νων] | |
| 10 | ἐμπόρων καὶ ναυκλήρων, νῦν [δ’ ἔτι] μᾶλλον ἐπ<η>υξημέ- |
| νης αὐτῆς μετὰ τῆς τῶν θεῶν εὐνοίας παρεκάλεσεν τὸ | |
| κοινὸν ἐξαποστεῖλαι πρεσβείαν πρὸς τὸν δῆμον τὸν Ἀθη- | |
| ναίων ὅπως δοθῇ αὐτοῖς τόπος ἐν ὧι κατασκευάσουσιν τέ- | |
| μενος Ἡρακλέους τοῦ πλείστων [ἀγαθ]ῶν παραιτίου γ[ε]- | |
| 15 | γονότος τοῖς ἀνθρώποις, ἀρχηγοῦ δὲ τῆς πατρίδος ὑπά[ρ]- |
| χοντος· αἱρεθεὶς πρεσβευτὴς πρός τε τὴν βουλὴν καὶ | |
| τὸν δῆμον τὸν Ἀθηναίων, προθύμως ἀναδεξάμενος ἔ- | |
| πλευσεν δαπανῶν ἐκ τῶν ἰδίων ἐμφανίσας τε τὴν | |
| τῆς συνόδου πρὸς τὸν δῆμον εὔνοιαν παρεκάλεσεν | |
| 20 | αὐτὸν καὶ διὰ ταύτην τὴν αἰτίαν ἐπετελέσατο |
| τὴν τῶν θιασιτῶν βούλησιν καὶ τὴν τῶν θεῶν τιμὴν <συνηύξησεν> | |
| καθάπερ ἥρμοττεν αὐτῶι· πεφιλανθρωπηκὼς δὲ | |
| καὶ πλείονας ἐν τοῖς ἁρμόζουσιν καιροῖς, εἴρηκεν | |
| δὲ καὶ ὑπὲρ τῆς συνόδου ἐν τῶι ἀναγκαιοτάτωι | |
| 25 | καιρῶι τὰ δίκαια μετὰ πάσης προθυμίας καὶ φιλοτι- |
| μίας καὶ ἐδέξατό τε τὸν θίασον ἐφ’ ἡμέρας δύο ὑπὲρ | |
| τοῦ ὑοῦ· 〚ΙΝ〛 ἵνα οὖν καὶ εἰς τὸν λοιπὸν χρόνον ἀπαρά- | |
| κλητον ἑαυτὸν παρασκευάζηι καὶ ἡ σύνοδος φαί- | |
| νηται φροντίζουσα τῶν διακειμένων ἀνδρῶν εἰς ἑαυ- | |
| 30 | τὴν εὐνοικῶς καὶ ἀξίας χάριτας ἀποδιδοῦσα τοῖς |
| εὐεργέταις καὶ ἕτεροι πλείονες τῶν ἐκ τῆς τοῖς συνό- | |
| δου διὰ τὴν εἰς τοῦτον εὐχαριστίαν ζηλωταὶ γί- | |
| νωνται καὶ παραμιλλῶνται φιλοτιμούμενοι | |
| περιποιεῖν τι τεῖ συνόδωι· ἀγαθεῖ τύχει· | |
| 35 | δεδόχθαι τῶι κοινῶι τῶν Τυρίων Ἡρακλειστῶν |
| ἐμπόρων καὶ ναυκλήρων ἐπαινέσαι Πάτρωνα Δω- | |
| ροθέου καὶ στεφανῶσαι αὐτὸν κατ’ ἐνιαυτὸν χρυ- | |
| σῶι στεφάνωι ἐν ταῖς συντε[λου]μέναις θυσίαις | |
| τῶι Ποσειδῶνι ἀρετῆς ἕνεκεν καὶ καλοκαγαθί- | |
| 40 | ας ἧς ἔχων διατελεῖ εἰς τὸ κοινὸν τῶν Τυρί- |
| ων ἐμπόρων καὶ ναυκλήρων· ἀναθεῖναι δὲ αὐ- | |
| τοῦ καὶ εἰκόνα γραπτὴν ἐν τῶι τεμένει τοῦ | |
| Ἡρακλέους καὶ ἀλλαχῆ οὗ ἂν αὐτὸς βούληται· ἔσ- | |
| τω δὲ ἀσύμβολος καὶ ἀλειτούργητος ἐν ταῖς | |
| 45 | γινομέναις συνόδοις πάσαις· ἐπιμελὲς δὲ ἔστω |
| τοῖς καθισταμένοις ἀρχιθιασίταις καὶ ταμίαις | |
| καὶ τῶι γραμματεῖ ὅπως ἐν ταῖς γινομέναις θυ- | |
| σίαις καὶ συνόδοις ἀναγορεύηται κατὰ ταύτην | |
| τὴν ἀναγόρευσιν· ἡ σύνοδος τῶν Τυρίων ἐμπό- | |
| 50 | ρων καὶ ναυκλήρων στεφανοῖ Πάτρωνα Δωροθέου |
| εὐεργέτην. ἀναγραψάτωσαν δὲ τόδε τὸ ψή- | |
| φισμα εἰς στήλην λιθίνην καὶ στησάτωσαν ἐν | |
| τῶν τεμένει τοῦ Ἡρακλέους· τὸ δὲ ἐσόμενον ἀνάλωμ[α] | |
| εἰς ταῦτα μερισάτω ὁ ταμίας καὶ ὁ ἀρχιθιασίτης. | |
| 55 | ἐπὶ ἀρχιθιασίτου |
| Διονυσίου τοῦ Διονυσίου, | |
| ἱερατεύοντος δὲ | |
| Πάτρωνος τοῦ Δωροθέου. | |
| ὁ δῆμος | |
| 60 | ὁ Ἀθηναίων. |
| ἡ σύνοδος | |
| τῶν Τυρίων | |
| ἐμπόρων | |
| καὶ ναυκλήρων. |
EDITIONS OF THE TEXT
I.Délos 1519· CIG 2271· Foucart 1873: 223-225 no 43· Choix Délos I no 85 pp. 140-144.
The edition of the text was based on I.Délos 1519.
FURTHER BIBLIOGRAPGY
Poland 1909: 352-353· Roussel 1916: 89-90, 359· Bruneau 1970: 409-410, 622· Baslez 1977: 206-212· Meritt 1977: 183-184· Vélissaropoulos 1980: 108-110· Baslez 1988: 143-145· McLean 1996: 191· McLean 1999· Aneziri 2003: 56-65· Hasenohr 2007· Aneziri 2008: 219-220· Bonnet 2015: 478-490.
Stelios Andriopoulos