[θ ] ε ο [ ί]· | |||
I | [ἐπὶ Ζ]ωπύρου ἄρχοντος ἐπὶ τῆς Πτολεμ̣α̣ιΐδος δεκ[ά]της [πρυ]- | ||
[τανε]ίας, ἧι Μεγάριστος Πύρρου Αἰξωνεὺ̣ςVIII ἐγραμμάτευεν· | |||
[Ἐλαφ]ηβολιῶνος δεκάτει ὑστέραι· τετάρτει τῆς πρυτανεί- | |||
5 | [ας· ἐκκ]λησία ἐν Διονύσου· τῶν προέδρ[ω]ν ἐπεψήφιζεν Σώπα- | ||
[τρος Φι]λ̣άγρου Ὑβάδης καὶ συμπρόεδροι· vacat | |||
ἔδοξεν τῶι δήμωι· | |||
[Ξένω]ν̣ Ἀσκληπιάδου Φυλάσιος εἶπεν· ἐπειδὴ ὁ ἄ̣ρχων Ζώπυρος | |||
[ἀπο]φαίνει τὸν πατέρα τῆς καταλεγ̣είσης κανηφόρου Ζώπυρον | |||
10 | [π]έμψαι τὴν θυγατέρα τὴν ἑαυτοῦ Τ̣[— c.6 —] οἴσουσαν τὸ ἱερὸν | ||
κανοῦν τῶι θεῶι κατὰ τὰ πάτρια, προσαγαγεῖν δὲ αὐτὸν καὶ θῦv– | |||
μα ὡς ἠδύνατο κάλλιστον, ἐπιμεμελῆσθαι δὲ καὶ τῶν λοιπῶν v | |||
τῶν καθηκόντων ἑαυτῶι εἰς τὴν πομπὴν καλῶς καὶ φιλοτίv– | |||
μως, ἀγαθεῖ τύχει, δεδόχθαι τῶι δήμωι· ἐπαινέσαι τὸν πατέρα | |||
15 | τῆς κανηφόρου Ζώπυρον Δικαίου Μελιτέα καὶ στεφανῶσαι v | ||
αὐτὸν κιττοῦ στεφάνωι εὐσεβείας ἕνεκα τῆς πρὸς τοὺς v | |||
θεοὺς καὶ φιλοτιμίας τῆς εἰς τὸν δῆμον τὸν̣ Ἀθηναίων· ἀναγρά- | |||
ψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν̣ κατὰ πρυτανείαν | |||
ἐν στήληι λιθίν[ε]ι [κα]ὶ στῆσαι ἐν τῶι τεμένει τοῦ Διονύσου· v | |||
20 | τὸ δὲ γενόμενον ἀ̣<νά>λωμα μερίσαι τὸν τα[μ]ίαν τῶν στρατιωτι- | ||
κῶν. vacat | |||
vacat 0,065 | |||
in corona hederacea: |
|||
22 | ὁ δῆμος | ||
τὸν πατέρα | |||
τῆς κανη- | |||
25 | φόρου | ||
Ζώπυρον | |||
Δικαίου | |||
Μελιτέα | |||
vacat 0,035 | |||
II | ἐπὶ Ζωπύρου ἄρχοντος, ἐπὶ τῆς Πτολεμαιΐδος δεκάτης πρυτανεί- | ||
30 | ας, ἧι Μεγάριστος Πύρρου ΑἰξωνεὺςVIII ἐγραμμάτευεν· Ἐλαφηβολιῶ- | ||
νος δεκάτει ὑστέραι· τετάρτει τῆς πρυτανείας· ἐκκλησία ἐν Διο- | |||
νύσου· τῶν προέδρ̣ων ἐπεψ[ή]φιζεν Σώπατρος Φιλάγρου Ὑβάδης κα[ὶ] | |||
συμπρόεδροι· vacat ἔδοξεν τῶι δήμωι· vacat | |||
Ξένων Ἀσκληπιάδου Φυλάσιος εἶπεν· ἐπειδὴ οἱ χειροτονηθέντες | |||
35 | ἐπιμεληταὶ τῆς πομπῆς ἐπὶ Ζωπύρου ἄρχοντος τάς τε θυσίας ἔθυ- | ||
σαν τοῖς θεοῖς, οἷς πάτριον ἦν, ἔπεμψαν̣ δὲ καὶ τὴν πομπὴν μετὰ | |||
τοῦ ἄρχοντος ὡς ἠδύναντο φιλοτιμότατα, ἐπεμελήθησαν δὲ καὶ | |||
τῶν ἄλλων ὧν καθῆκεν αὐτοῖς, ἀγαθεῖ τύχει, δεδόχθαι τῶι δήμωι· v | |||
ἐπαινέσαι τοὺς ἐπιμελητὰς τῆς πομπῆς καὶ στεφανῶσαι ἕκαστον̣ | |||
40 | [α]ὐτῶν χρυσῶι στεφάνωι εὐσεβε[ί]ας ἕνεκα τῆς πρὸς τοὺς θεοὺς καὶ | ||
[φ]ιλοτιμίας τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον τὸν Ἀθηναίων vvv | |||
[Π]υρρῖνον Θεοπόμπου ΓαργήττιονII Ἀγαθοκλῆν Λυσιάδου̣ Βερενικί- | |||
δ̣ηνV Ἀριστόμαχον Σθενέλου ΜελιτέαVIII Ἀλκίμαχον Θεοδότου Τρικορ[ύ]- | |||
σιονX Ἀριστείδην Προξένου ΛαμπτρέαI Εὔξενον Ἀρχίππου Εἰρεσίδη̣[ν]VI | |||
45 | Ἡράκωντα Εὐβίου ΦυλάσιονVII Μενέμαχον Ἀνθεστηρίου ἐγ Μυρρινο[ύτ]- | ||
τηςII Γόργιν Ξανθίππου ΦιλαίδηνII Ἀ̣ριστείδην Ζωΐλου ΚηφισιέαI | |||
Νουμήνιον Μενάνδρου ἉλαιέαII Ἀλέξανδρον Ἀντιγόνου ὈτρυνέαII vv | |||
Τιμοκράτην Τιμοκράτου ΘορίκιονVI Θάρσυτον Σωσάδου ΦιλαίδηνII | |||
Μένανδρον Ξένωνος ὈῆθενVII Βάκχιον Βακχίου ΘριάσιονVII Δάφνιν Φανο[δί]- | |||
50 | κου ἈφιδναῖονV Θεόδωρον Δημητρίου ΚυδαθηναιέαIII Ἀθηνά[δ]ην Κρατέ[ρ]- | ||
μου ῬαμνούσιονX Μενέδαμον Ἀνδροσθένου ΦιλαίδηνII Διονύσιον Ξέν[ω]- | |||
νος ἉμαξαντέαIX Φιλόπολιν [Μ]ικκέου ΠοτάμιονIV Ἴωνα Ἀριστοβούλ̣ου Ἀμφ[ι]- | |||
τροπῆθενXI Νέαρχον Χαίρωνος Θριάσιον·VII ἀναγράψαι δὲ τόδε τὸ ψήφι[σ]- | |||
μα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν ἐν στήληι λιθίνει καὶ στῆσ[αι] | |||
55 | ἐν τῶι τεμένει τοῦ Διονύσου· τὸ δὲ γενόμενον ἀνάλωμα εἰς ταῦτα μ[ερί]- | ||
σαι τὸν ταμίαν τῶν στρατιωτικῶν. vacat | |||
vacat 0,085 | |||
in corona hederacea: | in corona oleaginea: | ||
57 | [ἡ] βουλή, | ||
ὁ δῆμος | |||
τοὺς παῖδας | 65 | ὁ δῆ[μος] | |
60 | τοὺς ἐλευθέ- | τοὺς [ἐπιμε]- | |
ρους καὶ τὸν | λητὰ[ς τῆς] | ||
διδάσκαλον | πομ[πῆς]. | ||
αὐτῶ[ν ․․]ΙΟ | |||
Σ[— — —] |
EDITIONS OF THE TEXT
IG II2 896; Ε.-Λ. Χωρέμη in Λαγογιάννη-Γεωργακαράκου – Μπουραζέλης 2007: 36-40; IG II³ 1, 1284.
The edition of the text was based on Ε.-Λ. Χωρέμη in Λαγογιάννη-Γεωργακαράκου – Μπουραζέλης 2007: 36-40.
FURTHER BIBLIOGRAPHY
Rhodes 1981: 513-516, 627-629; Attic Inscriptions Online 856 (https://www.atticinscriptions.com/inscription/IGII31/1284).
Irini-Loukia Choremi