| [θ]εο[ί]. | |
| ἐπὶ Νικοκλέους ἄρχοντος ἐπὶ τῆς Αἰαντίδος δωδ- | |
| εκάτης πρυτανείας, εἷ Νίκων Θεοδώρου Πλωθεὺς [ἐ]- | |
| γραμμάτευεν· Σκιροφοριῶνος δεκάτει ὑστέραι, μ- | |
| 5 | [ι]ᾶι καὶ εἰκοστεῖ τῆς πρυτανείας· ἐκκλησία· τῶν π- |
| ροέδρων ἐπεψήφιζεν Ἐπικράτης Διοκλέους Ἀχαρ- | |
| νεὺς καὶ συνπρόεδροι· ἔδοξεν τεῖ βουλεῖ καὶ τῶ[ι] | |
| δήμωι· Εὐφίλητος Ἀριστείδου Κηφισιεὺς εἶπεν. [ἐ]- | |
| [π]ειδὴ Νίκανδρος Ἀντιφάνους Ἰλιεὺς καὶ Πολύζ[η]- | |
| 10 | [λ]ος Ἀπολλοφάνους Ἐφέσιος διατετελέκασιν ἐν [π]- |
| αντὶ τῶι καιρῶι εὔνους ὄντες τῶι δήμωι τῶι Ἀθην- | |
| αίων καὶ κατοικοῦντες Ἀθήνησιν εἰς πολλὰ τῶν [σ]- | |
| [υ]μφερόντων τῶι δήμωι χρήσιμοι γεγόνασιν εἴς τ- | |
| [ε] τὴν οἰκοδομίαν τῶν νεωσοίκων καὶ τῆς σκευοθή- | |
| 15 | [κ]ης εἰσφέροντες τὰς εἰσφορὰς καθ’ ἕκαστον τὸν ἐ- |
| [ν]ιαυτὸν τὰς εἰς τὰ δέκα τάλαντα καλῶς καὶ προθύ- | |
| [μ]ως ἀπὸ Θεμιστοκλέους ἄρχοντος μέχρι Κηφισοδ- | |
| [ώρ]ου, καὶ ἐπὶ τοῦ Ἑλληνικοῦ πολέμου εἰς τὰς ναῦς | |
| [τὰς] μετ’ Εὐε[τί]ωνος ἐκπλευσάσας εἴς τε τὴν πρώτη- | |
| 20 | [ν ἐξέτ]ασιν καλῶς καὶ φιλοτίμως συνεπεμελήθησ- |
| [αν, ὅπως] ἂν ἐκπλεύσωσιν καὶ πάλιν [ἀ]πὸ τῆς ναυμαχ- | |
| [ίας κατα]πλευσασῶν τῶν νεῶν τῆς ․ ․ ․ Λ ․ ․ τῆς εξα ․ | |
| ․ ․ ․ 8 ․ ․ ․ ․ παρανγείλασιν ․ ․ ․ ․ ․ ․ ․ ․ 18 ․ ․ ․ ․ ․ ․ ․ ․ | |
| ․ ․ αν τούς τε β[ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ 25 ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ․ ἐστ]- | |
| 25 | [ε]φάνωσαν μετὰ τῶν ἄλ[λων? ․ ]μ ․ ․ ․ ․ ․ ․ ․ 17 ․ ․ ․ ․ ․ ․ ․ ․ |
| [ ․ ?λα]βόντες τοὺ[ς] Εὐετ[ίωνο]ς Ι[ ․ ․ ․ ․ ․ ․ ․ 16 ․ ․ ․ ․ ․ ․ ․ ἐστ]- | |
| [εφ]άνωσαν δὲ κοινῆ̣[ι] με[τὰ τ]ῶν ․ ․ ․ ․ ․ ․ ․ 16 ․ ․ ․ ․ ․ ․ ․ | |
| χρυσῶι στεφάνωι ἀπὸ [ΔΔΔ δ]ρα[χμῶν· καὶ ὅτε Ἀθηναῖ]- | |
| [οι ἔ]θεντο τὰς ἐπιδόσει[ς ε]ἰς [τὴν παρασκευὴν τοῦ] | |
| 30 | [π]ολέμου καὶ τὴν σωτηρία[ν] τῆς π[όλεως ἐπέδωκαν ἀ]- |
| [μ]φότεροι ∶Χ δραχμάς· καὶ ἐπὶ [Κοροίβου ἄρχοντος] | |
| παρακαλέσαντος αὐτοὺς Ἡγη[σίου τοῦ στρατηγοῦ] | |
| [κ]αὶ ἀξιώσαντος μετὰ τῶν ἄλλ[ω]ν [σ]υνδ[ι]ακι[νδυνεῦ]- | |
| [σα]ι καὶ συνεποικοδομῆσαι τοὺς πύργους [τοῦ νοτ]- | |
| 35 | [ί]ου τείχους τοὺς ἀποδειχθέντας αὐτοῖ[ς καλῶς κ]- |
| [αὶ] φιλοτίμως τὸ μέρος τὸ ἐπιβ̣άλλον αὐτοῖς [ἐπ?]ωι- | |
| [κ]οδόμησαν· συνεστράτευνται δὲ καὶ τὰς στρα[τε]ί- | |
| [ας] πάσας τάς τε ναυτικὰς καὶ τὰς πεζὰς τὰ ὅπλ[α με]- | |
| [τὰ] τοῦ δήμου τιθέμενοι καλῶς καὶ φιλοτίμω[ς] ἐκ τ- | |
| 40 | [ῶ]ν ἰδίων καὶ ὅσα πώποτε αὐτοῖς ὑπὸ τοῦ δήμου [προ]- |
| [σ]ετάχθη ἅπαντα καλῶς καὶ φιλοτίμως πεποιή[κασ]- | |
| [ιν]· ὅπως ἂν οὖν ἅπασιν ἦι φανερὸν ὅτι ἡ βουλὴ καὶ ὁ | |
| [δ]ῆμος ὁ Ἀθηναίων ἐπίσταται χάριτας ἀποδιδόνα- | |
| [ι κ]αταξίας τοῖς φιλοτιμουμένοις εἰ[ς] ἑα[υτ]ὸ[ν, ἀγ]- | |
| 45 | [αθ]ῆι τύχηι, δεδόχθαι τεῖ βουλεῖ τοὺς προέδρους |
| [οἳ] ἂν λάχωσιν προεδρεύειν ἐν τῶ[ι] δ[ήμωι] εἰς τὴ[ν π]- | |
| [ρώ]τ[η]ν ἐκκλησία[ν] χρηματίσαι περὶ αὐ[τ]ῶ[ν κ]αθὰ [αὐ]- | |
| [τοὶ β]ο[ύλ]ονται, γνώμην δὲ συμβάλλεσθαι [τῆς βουλ]- | |
| [ῆς ε]ἰ[ς] τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ, ἐπα[ινέσαι] | |
| 50 | [Νίκα]νδρον Ἀντιφάνους Ἰλιέα καὶ Πολύ[ζηλ]ον [Ἀπο]- |
| [λλοφ]άνους Ἐφέσιον καὶ στεφανῶσαι θαλλοῦ [στεφ]- | |
| άν[ω]ι ἑκάτερον αὐτῶν· εἶναι δὲ αὐτοῖς κα[ὶ ἰ]σ[οτέλ]- | |
| [ειαν] παρὰ τοῦ δήμου καὶ αὐτοῖς καὶ τοῖς ἐγγ[όνοι]- | |
| [ς αὐτ]ῶ[ν] καὶ γῆς καὶ οἰκίας ἔνκτησιν καὶ τὰ[ς εἰσφ]- | |
| 55 | [ορὰς] αὐτοὺς εἰσφέρειν μετ’ Ἀθηναίων καὶ [τὰς στρ]- |
| [ατε]ίας στρατεύεσθαι ὅταν καὶ Ἀθηναῖοι [στρατε]- | |
| [ύων]τα[ι]· ἐπιμελεῖσθαι δὲ αὐτ[ῶν] καὶ [τὴν β]ουλ[ὴν τὴ]- | |
| [ν] ἀεὶ βουλεύουσαν καὶ τοὺς στρατηγούς, ὅπως ἂν | |
| [μ]ηδ’ ὑφ’ ἑνὸς ἀδικῶνται· καὶ εἶναι αὐτοῖς πρόσοδο- | |
| 60 | [ν] πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον ὅταν δέωνται. ἀνα- |
| [γ]ράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν κατ- | |
| [ὰ] πρυτανείαν ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν ἀκρ- | |
| [οπόλει, εἰ]ς [δὲ] τὴν ἀναγραφὴν τῆς στήλης δοῦναι | |
| [τὸν τα]μίαν τοῦ δήμου [∶Δ]ΔΔΔ[∶] δραχμὰς ἐκ τῶν εἰς τὰ | |
| 65 | [κατὰ ψηφίσμα]τα ἀναλισκομένων τῶι δήμωι. |
| fragmenta duarum coronarum oleaginearum |
EDITIONS OF THE TEXT
IG II2 505˙ Syll.3 346˙ Α.Α. Θέμος στο Λαγογιάννη-Γεωργακαράκου – Μπουραζέλης 2007: 115-118.
FURTHER BIBLIOGRAPHY
Maier, Mauerbauinschriften 69-73 αρ. 13˙ Thomsen 1964: 238-242˙ Pecirka 1966: 80-81˙ Brun 1983: 50-51˙ Morrison 1987: 95-96˙ Migeotte, Souscriptions 21 αρ. 9˙ Niku 2002: 43-44.
Athanasios A. Themos