Ἐπὶ στεφανηφόρου Τιβερίου Πανκρατίδου τοῦ | |
Διοφάντου —— μηνὸς —— Κουρεῶνος Σεβαστ[ῇ·] | |
ἔδοξεν τῇ βουλῇ καὶ τῷ δήμῳ, γνώμη στρα- | |
τηγῶν καὶ τοῦ γραμματέως τοῦ δήμου κα[ὶ] | |
5 | ἀρχιερέως τῶν πατρίων θεῶν καὶ τῶν Σε- |
βαστῶν Παμμένους τοῦ Διοκλέους· | |
ἐπ<ε>ὶ Τιβέριος Κλαύδιος Σεβαστοῦ ἀπελεύ- | |
θερος Τύραννος, πολείτης ἡμέτερος, ἀνὴ[ρ] | |
δεδοκιμασμένος τοῖς θείοις κριτηρίοις | |
10 | τῶν Σεβαστῶν ἐπί τε τῇ τέχνῃ τῆς ἰατρι- |
κῆς καὶ τῇ κοσμιότητι τῶν ἠθῶν, παραγενόμενος | |
ἰς τὴν πατρίδα ἀνάλογον πεποίηται τὴν ἐπιδη- | |
μίαν τῇ περὶ ἑαυτὸν ἐν πᾶσι σεμνότητι, προσ- | |
ενεχθεὶς φ[ι]λανθρώπως πᾶσι τοῖς πολείταις | |
15 | ὡς μηδένα ὑφ’ αὑτοῦ παρὰ τὴν ἀξίαν τοῦ καθ’ ἑ̣- |
αυτὸν μεγέθους ἐπιβεβαρῆσθαι, ἐφ’ οἷς ἡ βουλὴ | |
καὶ ὁ δῆμος ἀποδεχόμενο[ι] τὸν ἄνδρα προσ- | |
ῆκον ἥγηνται τιμῆσαι αὐτόν· δεδόχθαι τῇ | |
βουλῇ καὶ τῷ δήμῳ τετιμῆσθαι Τιβέριον Κλαύ- | |
20 | διον Σεβαστοῦ ἀπελεύθερον Τύραννον καὶ |
εἶναι ἐν ἀποδοχῇ τῷ δήμῳ, δεδόσθαι τε αὐ- | |
τῷ ἀτέλειαν πάντων <δὲ> τῶν τελῶν ὧν κατεσ- | |
κεύακε ἐργαστηρίων ἐπὶ τῆς χώρας ἧς | |
κώμη Καδυίη. |
EDITIONS OF THE TEXT
Foucart 1888; Κοντολέων 1889; I.Magnesia 113 (with p. 296); Syll.² 371; Syll.3 807.
The edition of the text was based on I.Magnesia 113 (with p. 296).
FURTHER BIBLIOGRAPHY
Kaplan 1990: 90-91; Samama 2003: 345-347 no 224.
Konstantinos Fakkas